ΛΟΓΟΣ ͞Ε
ΕΠΕΦΑΝΗ ΓΑΡ Η ΧΑ
ΡΙΣ ΤΟΥ ΘΕΟΥ Η Σ͞ΡΙΟΣ 
ΠΑΣΙΝ ΑΝΟ͞ΙΣ ΠΑΙ
ΔΕΥΟΥΣΑ ΗΜΑΣ· Ι
ΝΑ ΑΡΝΗΣΑΜΕΝΟΙ 
ΤΗΝ ΑΣΕΒΕΙΑΝ· Ϗ 
ΤΑΣ ΚΟΣΜΙΚΑΣ ΕΠΙ
ΘΥΜΙΑΣ. ΣΩΦΡΟ
ΝΩΣ ΚΑΙ ΔΙΚΑΙΩΣ ΚΑΙ ΕΥΣΕΒΩΣ
ΖΗΣΩΜΕΝ ΕΝ ΤΩ ΝΥΝ ΑΙΩΝΙ 
ΠΡΟΣΔΕΧΟΜΕΝΟΙ ΤΗΝ ΜΑΚΑΡΙ
ΑΝ ΕΛΠΙΔΑ ΚΑΙ ΕΠΙΦΑΝΕΙΑΝ 
ΤΗΣ ΔΟΞΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ Θ͞Υ 
ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ Ι͞Υ Χ͞Υ· ΟΣ 
ΕΔΩΚΕΝ ΕΑΥΤΟΝ ΥΠΕΡ ΗΜΩ͞ · 
ΙΝΑ ΛΥΤΡΩΣΗΤΑΙ ΗΜΑΣ ΑΠΟ ΠΑ
ΣΗΣ ΑΝΟΜΙΑΣ· ΚΑΙ ΚΑΘΑΡΙΣΗ ΕΑΥ
ΤΩΙ ΛΑΟΝ ΠΕΡΙΟΥΣΙΟΝ. ΖΗΛΩ
ΤΗΝ ΚΑΛΩΝ
ΕΡΓΩΝ :~
~·
Πολλὴν παρὰ τῶν οἰκετῶν ἀ
παιτήσας τὴν ἀρετήν· καὶ 
γάρ ἐστι πολλὴ τὸ τὴν διδα
σκαλίαν τοῦ θῦ καὶ σ͞ρς ἡμῶν 
κοσμεῖν ἐν πᾶσι· καὶ μηδεμί


αν διδόναι τοῖς δεσπόταις 
λαβὴν. μὴ δὲ ἐν τω τυχόντι.
ἐπάγει καὶ αἰτίαν δικαίαν.
δι' ἢν ὀφείλουσι τοιοῦτοι εἶ
ναι οἱ οἰκέται· ποίαν δὴ ταύ
την; ἐπεφάνη γάρ φη ἡ χά
ρις τοῦ θῦ ἡ σρ͞ιος· οἱ θεοῦ 
διδασκάλου τυγχάνοντες 
πῶς οὐκ ἂν εἶεν εἰκότως 
τοιοῦτοι· οἵους ἄρτι διῆλ
θον ἐγὼ. οἱ μυρίων ἀμαρτη
μάτων λύσιν εὐρόντες· ἴ
στε γὰρ ὅτι μετὰ τῶν ἄλλων.
καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐν
τρέπει καὶ συστέλλει ψυχὴν. 
τὸ μυρίων ἁμαρτημά
των οὖσαν ὑπεύθυνον μὴ 
δίκην δοῦναι ἀλλὰ συγγνώ
μης τυχεῖν καὶ μυρίων ἀ
γαθῶν· εἰ γάρ τις εἰπέ μοι 
τὸν μυρία προσκρούσαν
τα οἰκέτην λαβὼν μὴ 
κατατείνη ἱμάσιν· ἀλ
λ' ἐπ' ἐκείνοις μὲν συγγνώ
μην παράσχοι· ὑπὲρ δὲ 
τῶν μελλόντων αὐτὸν ἀ
παιτοίη εὐθύνας καὶ 
φυλάττεσθαι παρακελεύ
οιτο· ὥστε μὴ τοῖς αὐτοῖς


περιπεσεῖν· καὶ δωρεαῖς 
μεγάλαις τιμήση. τίνα 
οὐκ ἂν οἴεσθε ἐντρέψαι 
τὴν τοσαύτην χάριν ἀκού 
οντα· ἀλλὰ μὴ νομίσης ὅ
τι ἡ χάρις μέχρι τῆς τῶ͞  
προτέρων ἁμαρτημά
των συγχωρήσεως ἵστα
ται· ἀλλὰ καὶ εἰς τὸ μέλλον 
ἡμᾶς ἀσφαλίζεται· καὶ 
γὰρ καὶ τοῦτο χάριτος· ἐ
πεὶ εἰ μέλλοι ἀεὶ κακῶς 
πράττοντας μὴ κολά
ζειν. οὐκέτι τὸ πρᾶγμα χά
ρις ἐστὶν, ἀλλὰ προτροπή 
τις εἰς λύμην καὶ διαφθο
ρὰν· ἐπεφάνη γάρ φη ἡ χά
ρις τοῦ θῦ παιδεύουσα 
ἡμᾶς· ἵνα ἀρνησάμε
νοι τὴν ἀσέβειαν ς` τὰς 
κοσμικὰς ἐπιθυμίας σω
φρόνως καὶ δικαίως ς` 
εὐσεβῶς ζήσωμεν ἐν τῶ 
νῦν αἰῶνι· προσδεχόμε
νοι τὴν μακαρίαν ἐλπί
δα καὶ ἐπιφάνειαν τῆς 
δόξης τοῦ μεγάλου θῦ καὶ 
σ͞ρς ἡμῶν ἰῦ χῦ· ὅρα πῶς 
μετ' αὐτῶν ἐπάθλων τίθη


σι τὴν ἀρετήν· καὶ τοῦτο χάρι
τος τὸ ἀπαλλάξαι τῶν βιω
τικὼν· τὸ πρὸς τὸν οὐ͞νον ἀγα
γεῖν· δύο δείκνυσιν ἐνταῦθα 
ἐπιφανείας· καὶ γάρ εἰσι δύο· 
ἡ μὲν προτέρα χάριτος. ἡ 
δὲ δευτέρα ἀνταποδώσεως 
καὶ τοῦ δικαίου· ἵνα ἀρνη
σάμενοί φη τὴν ἀσέβειαν 
ς` τὰς κοσμικὰς ἐπιθυμίας· 
ἰδοὺ πάσης τῆς ἀρετῆς ἡ 
ὑπόθεσις· οὐκ εἶπεν ἵνα 
ἀρνησώμεθα· ἀλλ' ἵνα ἀρ
νησάμενοι· ἡ ἄρνησις πολ
λὴν δείκνυσι τὴν διάστασιν· 
πολὺ τὸ μίσος. πολλὴν τὴν 
ἀποστροφήν· μεθ' ὅσης δια
θέσεως· μεθ' ὅσης σπουδῆς 
τὰ εἴδωλα ἀπεστράφησαν. 
μετὰ τοσαύτης ς` τὴν κακί
αν αὐτήν· ς` τὰς κοσμικὰς 
ἐπιθυμίας φή· καὶ γὰρ καὶ ταῦ
τα εἴδωλα· κοσμικὴ ἐπιθυ
μία. πλεονεξία· καὶ ταύ
την εἰδωλολατρείαν καλεῖ· κο
σμικὴ ἐπιθυμία φιλαυτία. 
καὶ ταύτην εἰδωλολατρίαν 
ὀνομάζει· καὶ ὅσα πρὸς τὸν πα
ρόντα βίον ἡμῖν χρησιμεύει.


κοσμικαί εἰσιν ἐπιθυμίαι· 
πάντα ὅσα ἂν μὴ διαβαί
νη μεθ' ἡμῶν εἰς τὸν οὐ͞νον. κο
σμικαί εἰσιν ἐπιθυμίαι· πάν
τα ὅσα ἂν τῶ παρόντι κό
σμω συγκαταλύηται. κοσμι
κή ἐστιν ἐπιθυμία· μηδὲν 
τοίνυν πρὸς ταύτας ἔχω
μεν· ἦλθεν ὁ χ͞ς ἵνα ἀρνη
σώμεθα τὴν ἀσέβειαν· τὰ 
δόγματά φη· καὶ τὰς κοσμι
κὰς ἐπιθυμίας· τὸν βίον 
τὸν ἐναγῆ· σωφρόνως καὶ 
δικαίως καὶ εὐσεβῶς ζή
σωμεν μὲν τῶ νῦν αἰῶνι· ὁ
ρᾶς ὅτι ὅπερ ἀεὶ λέγω· σω
φροσύνη οὐ τοῦτο μόνον ἐστι 
τὸ πορνείας ἀπέχεσθαι· ἀλ
λὰ καὶ τὸ τῶν λοιπῶν πα
θῶν ἐκτὸς εἶναι; ἄρα καὶ 
ὁ χρημάτων ἐρῶν, οὐ σώφρω~· 
ὥπερ γὰρ ἐκεῖνος σωμάτω~. 
οὕτως καὶ οὗτος χρημάτω~· 
μᾶλλον δὲ οὗτος ἀκολαστότε
ρος. ὅσω οὐδὲ τοσαύτην ἔ
χει βίαν τὴν ὠθοῦσαν αὐτόν· 
καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀ
κρατὴς μάλιστα ἂν λέγοιτο· 
οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνιον 


μὴ κατέχων ἵππον, ἀλλ' ὁ 
τὸν ἡρέμα ἐπιεικέστερον 
μὴ δυνάμενος ὑποτάξαι· 
τί δέ φη ἡ τῶν χρημάτων 
ἐπιθυμία ἐλάττωΝ τῆς 
τῶν σωμάτων; παντί 
που δῆλόν ἐστι ς` πολλαχό
θεν τοῦτο δείκνυται· πρῶ
τον μὲν ὅτι ἀναγκαίως 
γέγονεν ἡ τῶν σωμάτω~ 
ἐπιθυμία· τὸ δὲ ἀναγκαί
ως γεγονὸς δῆλόν τι ς` 
μετὰ πολλοῦ κατορθοῦ
ται τοῦ πόνου· ἐπεὶ καὶ ἐνεσπά
ρη τῆ φύσει· δεύτερον· ὅ
τι χρημάτων μὲν, οὐ πο
λὺς τοῖς παλαιοῖς λόγος· 
γυναικῶν δὲ πολύς σωφρο
σύνης ἕνεκεν· καὶ γυ
ναικὶ μὲν συγγενομένω 
κατὰ νόμον, οὐδεὶς ἂν μέμ
ψαιτο μέχρι γήρως· χρη
ματιζομένω δὲ, πάντες· 
καὶ τῶν ἔξωθεν φιλοσό
φων πολλοὶ χρημάτων 
μὲν κατεφρόνησαν, γυ
ναικῶν δὲ οὐκ ἔτι· οὕτως 
τοῦτο ἐκείνου τυραννικώ
τερον· ἀλλ' ἐπειδὴ πρὸς τὴν  


ἐκκλησίαν ἡμῖν ὁ λόγος. μὴ 
ἀπὸ τῶν ἔξωθεν φέρωμεν 
τὰ ὑποδείγματα· ἀλλ' ἀπὸ 
τῶν γραφῶν· τοῦτο μὲν 
οὖν καὶ ἐν ἐπιτάγματος 
σχεδὸν μέρει τίθησιν ὁ μα
κάριος οὗτος οὕτω λέγων· 
ἔχοντες διατροφὰς ς` σκε
πάσματα, τούτοις ἀρκε
σθησόμεθα· περὶ δὲ τῶν 
παρθένων τί φη· ἐπιτα
γὴν κ͞υ οὐκ ἔχω· ς` πάλιν· 
ἐπὶ τὸ αὐτὸ συνέρχεσθε· ς` 
πολλάκις ἵδοις ἂν αὐτὸν 
περὶ συνουσίας νομοθε
τοῦντα τῆς νομίμου· ς` 
ταύτης μὲν ἀφίησιν ἀπο
λαύειν τῆς ἐπιθυμίας· ς` 
δευτέρω προσιέναι γάμω· 
καὶ πολλὴν ποιεῖσθαι τοῦ 
πράγματος τῆν ἐπιμέ
λειαν· καὶ οὐδαμοῦ ὑπὲρ 
τούτου κολάζει· τὸν δὲ χρη
μάτων ἐφιέμενον, παν
ταχοῦ καταδικάζει· ς` πε
ρὶ μὲν χρημάτων ὁ χ͞ς πολ
λαχοῦ διετάξατο ὥστε φεύ
γειν τὴν ἐντεῦθεν λύμην· 
περὶ δὲ ἀποχῆς γυναικὸς 


οὐχ οὔτως· ἄκουε γὰρ τί φη 
περί χρημάτων· ἐὰν μή τις 
ἀποτάξηται πᾶσιν αὐτοῦ 
τοῖς ὑπάρχουσιν· οὐδαμοῦ 
εἶπεν ἐὰν μή τις ἀποτάξη
ται γυναικί· οἶδε γὰρ οἵαν 
ἐνέθηκε τὴν τυραννίδα· 
καὶ ὁ μακάριος οὗτός φη τιμο
θέω· τίμιος ὁ γάμος καὶ ἡ 
κοίτη ἀμίαντος· οὐδαμοῦ 
τιμίαν τὴν τῶν χρημάτων 
ἐπιμέλειαν καλεῖ. ἀλλὰ τὸ ἐ
ναντίον· οἱ δὲ βουλόμενοι πλου
τεῖν, ἐμπίπτουσιν εἰς πειρα
σμὸν καὶ παγίδα καὶ ἐπιθυ
μίας πολλὰς ἀνοήτους καὶ 
βλαβεράς· οὐκ εἶπεν πλεο
νεκτεῖν. ἀλλὰ πλουτεῖν· ἐν ἔρ
γοις ἀγαθοῖς· ἵνα δὲ μάθητε 
καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶ~. 
ἀναγκαίον καὶ τοῦτον τὸν λό
γον εἰς μέσον παραγαγεῖν· χρη
μάτων μὲν γάρ τις καθά
παξ ἀποστερηθεὶς, οὐκ ἔτ' ἂν 
ἐνοχλοῖτο ὑπὸ τῆς ἐπιθυ
μίας· οὐδὲν γὰρ οὕτως ποιεῖ 
χρημάτων ἐπιθυμεῖν, ὡς τὸ 
χρήματα ἔχειν· ἐπὶ δὲ τῆς 
τῶν σωμάτων ἐπιθυμίας 


οὐχ οὕτως· ἀλλὰ καὶ εὐνουχι
σθέντες πολλοὶ. τὴν ἔνδον 
ἐνοχλοῦσαν πυρὰν οὐκ ἀπέ
βαλον· ἡ γὰρ ἐπιθυμία ἐν ἑ
τέροις κεῖται ὀργάνοις· ἔν
δον ἐν τῆ φύσει ἐγκειμένη· τί
νος οὖν ἕνεκεν ἡμῖν ταῦτα 
εἴρηται· ὅτι οἱ πλεονέκται 
τῶν πορνευόντων ἀκολα
στότεροι. ὅσω ὑπὸ ἐλάττονος 
ἐνοχλοῦνται ἐπιθυμίας· 
μᾶλλον δὲ οὐδὲ ἐπιθυμία τὸ 
πρᾶγμά ἐστιν. ἀλλὰ ῥαθυμία· 
ἐνταῦθα μὲν γὰρ οὕτως ἐστὶν 
ἡ ἐπιθυμία φυσική· ὥστε 
κἂν γυναικί τις μὴ πλησι
άζη, ἡ φύσις τὸ αὐτῆς ποιεῖ 
καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν 
τοιοῦτον γίνεται· καὶ εὐσε
βῶς φη ζήσωμεν ἐν τῶν νῦν 
αἰῶνι· ς` τίς ἡ ἐλπίς· τί τὸ 
ἔπαθλον τῶν πόνων· προσ
δεχόμενοί φη τὴν μακαρίαν 
ἐλπίδα καὶ ἐπιφάνειαν· ὄν
τως γὰρ οὐδὲν ἐκείνης μα
καριώτερον· οὐδὲν ζηλωτό
τερον· καὶ ταῦτα λόγος πα
ραστῆσαι οὐ δύναται· καὶ 
γὰρ οὐν ὑπερβαίνει τὰ τότε 


ἀγαθά· προσδεχόμενοί φη 
τὴν μακαρίαν ἐλπίδα 
καὶ ἐπιφάνειαν τῆς δόξης 
τοῦ μεγάλου θῦ καὶ σρ͞ς ἡμῶ~· 
ποῦ εἰσιν οἱ τοῦ π͞ρς ἐλάττο
να τὸν ὑ͞ν λέγοντες· τοῦ με
γάλου φὴ θῦ καὶ σρ͞ς· ὁ τοὺς 
ἐχθροὺς σώσας. τί οὐκ ἐρ
γάσεται τότε εὐδοκιμοῦν
τας λαβών· τοῦ μεγάλου φὴ θῦ· 
τὸ μέγας ἐπὶ θῦ ὅτ' ἂν λέγη. 
οὐ πρός τι μέγα φη· ἀλλ' ἀπολύ
τως μέγας· μεθ' ὃν οὐκ ἂν 
εἴη μέγας· ἐπεί πρός τι ἐστίν· 
εἰ δὲ πρός τι κατὰ σύγκρισιν 
καὶ οὐ φύσει μέγας· νῦν δὲ 
ἀσυγκρίτως μέγας· ὅς ἔ
δωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν 
φὴ ἵνα λυτρώσηται ἡμᾶς 
ἀπὸ πάσης ἀνομίας. ς` κα
θαρίση ἑαυτῶ λαὸν περιού
σιον· ἐξηλλαγμένον· οὐδὲν 
ἔχοντα κοινὸν πρὸς τοὺς λοι
πούς· ζηλωτὴν καλῶν ἔρ
γων· ὁρᾶς ὅτι ς` τῶν πάρ' ἡ
μῶν δεῖ; οὐχ ἁπλῶς ἔργων· 
ἀλλὰ ζηλωτήν· τοῦτ' ἔστι με
τὰ προθυμίας πολλῆς ἐπ' αὐ
τὴν ἰόντα τὴν ἀρετήν· με  


τὰ σφοδρότητος τῆς προ
σηκούσης· τὸ μὲν οὖν βεβα
ρημένους τοῖς κακοῖς καὶ 
ἀνίατα νοσοῦντας ἀπαλ
λάξαι, τῆς ἐκείνου φιλαν
θρωπίας ἦν· τὸ δὲ μετὰ 
ταῦτα, καὶ ἡμῶν καὶ ἐκεί
νου· ταῦτα λάλει ς` παρα
κάλει καὶ ἔλεγχε· μετὰ πά
σης ἐπιταγῆς· ταῦτα λά
λει καὶ παρακάλει· ὁρᾶς 
πῶς τιμοθέω μεν προστάτ
τει καὶ φή· ἔλεγξον ἐπιτίμη
σον παρακάλεσον· ἐν ταῦ
θα δὲ ταῦτα λάλει καὶ πα
ρακάλει καὶ ἔλεγχε μετὰ 
πάσης ἐπιταγῆς; ἐπειδὴ 
τὸ ἦθος τούτων σκληρότε
ρον ἦν, δια τοῦτο καὶ ἀποτό
μως καὶ μετὰ πάσης ἐπι
ταγῆς ἐλέγχειν ἐπιτάττει· 
ἔστι γὰρ τῶν ἁμαρτημά
των, ἃ καὶ ἐπιτάγμασιν 
ἀπείργειν χρή· οἷον τὸ μὲν 
χρημάτων καταφρο
νεῖν, παραινοῦντας δεῖ 
πείθειν· καὶ τὸ ἐπιεικεῖς εἶ
ναι, καὶ ὅσα τοιαῦτα· τὸν 
δὲ μοιχὸν, τὸν πόρνον· τὸν 


πλεονέκτην, μετ' ἐπιταγῆς 
ἀπάγειν· τὸν οἰωνιζόμενον· 
τὸν κληδονιζόμενον· τὸν ἄλ
λα τοιαῦτα πράττοντα· 
οὐδὲ ἁπλῶς ἐπιταγῆς· 
ἀλλὰ μετὰ πά
σης ἐπιταγῆς
ὁρᾶς 
πῶς βούλεται καὶ μετὰ αὐθεν
τίας καὶ μετὰ ἐξουσίας πολ
λῆς ταῦτα αὐτὸν ἐπιτάτ
τειν; μηδείς σου περιφρονεί
τω· τοῦτ' ἐστι καταφρονεί
τω· ἀλλ' ὑπομίμνησκε αὐ
τούς· ἀρχαῖς ἐξουσίαις ὑπο
τάσεσθαι· 
πειθαρχεῖν· πρὸς 
πᾶν ἔργον ἀγαθὸν 
ἐτοίμους εἶναι
μηδένα βλασφη
μεῖν· ἀμάχους εἶναι· τί οὖν
μὴ δὲ τοὺς κακῶς πράττον
τας; μὴ δὲ ἐκείνοις λοιδορεῖ
σθαι· ἀλλὰ πρὸς πᾶν ἔργον ἀ
γαθὸν ἑτοίμους εἶναι· μηδέ
να βλασφημεῖν· κἂν ὅστις ἦ φη 
ὅλως 
μηδένα λοι
δορῶμεν· 
ἀκούσωμεν τῆς πα
ραινέσεως· μηδένα φὴ βλα
σφημεῖν· καθαρὸν ἡμῖν εἶ
ναι δεῖ τὸ στόμα ἀπὸ λοιδορίας· 
εἴτε γὰρ ἀληθεῖς εἰσιν αἱ λοιδο
ρίαι, οὐχ ἡμῶν ταῦτα λέγειν· ἀλ
λὰ τοῦ κριτοῦ ἐξετάζειν· σὺ 
γάρ φη τί κρίνεις τὸν ἀδελ
φόν σου· εἴτε οὐκ ἀληθεῖς, ὅ
ρα ὅσον τὸ πῦρ· ἄκουε τοῦ ληι


στοῦ λέγοντος πρὸς τὸν ἕτερον λη
στήν· καὶ γὰρ καὶ αὐτοὶ ἐν τῶ 
αὐτῶ κρίματι ἐσμέν· τὸν αὐ
τὸν ἀγῶνα παρέχομεν· ἐὰν 
ὀνειδίσης ἑτέρους, ταχέως 
καὶ αὐτὸς τοῖς αὐτοῖς περι
πεσῆ· δια τοῦτο παραινεῖ 
ὁ μακάριος οὗτος λέγων· ὁ δο
κῶν ἑστάναι. βλεπέτω μὴ πέ
ση ἀμάχους εἶναι φη· ἐπιεικεῖς· 
πᾶσαν ἐνδεικνυμένους πρα
ότητα πρὸς πάντας ἀν͞ους· 
καὶ ἕλληνας καὶ ἰουδαίους· 
καὶ μοχθηρούς· ς` πονηρούς· 
ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν μελ
λόντων· ὅπερ καὶ αὐτὸς ἐ
ποίει ἐν τῆ πρὸς γαλάτας ἐ
πιστολῆ λέγων· ὥστε ὁ δοκῶν 
ἑστάναι βλεπέτω μὴ πέση· ἐν
ταῦθα δὲ οὐκ ἀπὸ τῶν μελ
λόντων. ἀλλ' ἀπὸ τῶν πα
ρελθόντων ἐντρέπει· μη
δενὶ ὀνειδίσης φή· τοιοῦτος 
γὰρ ἦς καὶ σύ· ἦμεν γάρ φη 
ποτὲ καὶ ἡμεῖς ἀνόητοι· ἀ
πειθεῖς· πλανώμενοι· δουλεύ
οντες ἐπιθυμίαις καὶ ἡδο
ναῖς ποικίλαις· ἐν κακία 
καὶ φθόνω διάγοντες· στυγητοί·


μισοῦντες ἀλλήλους· ὥστε 
πρὸς πάντας τοιούτους 
εἶναι δεῖ· ἡμέρως ἔχειν· ὁ 
γὰρ τοιοῦτος ὢν πρότερον 
ς` ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν 
ὀφείλει 
τούτοις· ἀλ
λ' εὔχεσθαι· ς` χάριτας ἔ
χειν τῶ ς` αὐτῶ κακείνοις 
δόντι τὴν ἀπαλλαγὴν τῶν 
προτέρων κακῶν· μηδεὶς 
καυχάσθω· πάντες γὰρ ἥ
μαρτον· ὅτ' ἂν οὖν ἐθέλης 
ὀνειδίσαί τινα κατορθῶν 
αὐτὸς· ς` τὸν πρότερόν 
σου ἐννοῶν βίον· καὶ τὸ 
τοῦ μέλλοντος ἄδηλον, ἀ
ναχαίτιζε τὴν ὀρμήν· 
εἰ γὰρ καὶ ἐκ πρώτης ἡ
λικίας ἐναρέτως ἔζη
σας, ἀλλ' ὅμως ἔχοις ἂν 
ἁμαρτήματα πολλά· 
εἰ δὲ οὐκ ἔχεις ὡς νομίζεις, 
ἐννόησον ὅτι οὐ τῆς σῆς 
ἀρετῆς τοῦτο γέγονεν, ἀλ
λὰ τῆς τοῦ θῦ χάριτος· εἰ 
γὰρ μὴ τοὺς προγόνους ἐ
κάλεσεν τοὺς σοὺς, ς`  αὐτὸς 
ἂν ἦς ἀπειθής· ὅρα πῶς 
πᾶσαν κακίαν διεξῆλθεν  


οὐχὶ μυρία διὰ προφητῶν· 
διὰ πάντων ὁ θ͞ς ὠκονόμει; 
ἠκούσαμεν· ἦμεν γάρ 
ποτέ φη καὶ ἡμεῖς πλα
νώμενοι· ὅτε δὲ ἡ χρηστό
της καὶ ἡ φιλα͞νία· ἐπεφά
νη τοῦ σ͞ρς ἡμῶν θῦ· πῶς· 
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιο
σύνη, ἀλλὰ κατὰ τὸν αὐ
τοῦ ἔλεον· ἔσωσεν ἡμᾶς 
διὰ λουτροῦ παλιγγενεσίας· 
καὶ ἀνακαινώσεως π͞νς 
ἁγίου· βαβαὶ πῶς ἧμεν 
ἐν τῆ κακία βεβαπτισμέ
νοι, ὡς μὴ δύνασθαι κα
θαρθῆναι· ἀλλ' ἀναγεννή
σεως δεηθῆναι· τοῦτο γάρ 
ἐστι παλιγγενεσίας· καθά
περ ἐπὶ οἰκίας σαθρῶς 
διακειμένης· οὐδεὶς ὑπο
στήριγμα τίθησιν· οὐδὲ 
συῤῥάπτει ταῖς παλαιαῖς 
οἰκοδομαῖς· ἀλλὰ μέ
χρι τῶν θεμελίων αὐτὴν 
καταλύσας· οὗτως ἄνω
θεν ἀνίστησι καὶ ἀνακαι
νίζει; οὕτω καὶ αὐτὸς ἐ
ποίησεν· οὐκ ἐπεσκεύα
σεν ἡμᾶς, ἀλλ' ἄνωθεν κα


τεσκεύασεν· τοῦτο γάρ ἐστιν 
ἀνακαινώσεως π͞νς ἁγίου· 
ἄνωθεν ἐποίησε καινούς· 
πῶς; διὰ τοῦ π͞νς· καὶ πά
λιν ἑτέρωθεν δείκνυσιν εἰπώ~· 
οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσί
ως· διὰ ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· 
πολλοῦ δεῖ ἡμῖν π͞νς· ἵνα 
δικαιωθέντές φη τῆ ἐκείνου 
χάριτι· πάλιν χάριτι, οὐκ ὀ
φειλῆ· κληρονόμοι γενηθῶ
μεν κατ' ἐλπίδα ζωῆς αἰ
ωνίου· ἅμα καὶ προτροπὴ 
εἰς ταπεινοφροσύνήν ἐστι, 
καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόν
των· εἰ γὰρ οὕτως ἀπεγνω
σμένους ὡς ἂνωθεν γεννη
θῆναι. ὡς χάριτι σωθῆναι· 
ὡς μηδὲν ἔχειν ἀγαθὸν ἔσω
σεν, πολλῶ μᾶλλον ἐν τῶ μέλ
λοντι τοῦτο ἐργάσεται· οὐ
δὲν γὰρ τῆς ἀν͞ινης θηριω
δίας χεῖρον ἦν, πρὸ τῆς τοῦ 
χῦ παρουσίας· ὥσπερ γὰρ 
ἐχθροὶ καὶ πολέμιοι πάντες 
διέκειντο πρὸς ἀλλήλους· τοὺς 
παῖδας ἔσφαζον τοὺς ἑαυ
τῶν πρ͞ες· μρ͞ες παισὶν ἐ
πεμαίνοντο· οὐδὲν ἦν ἑστηκὸς· 


οὐ φυσικὸς. οὐ γραπτὸς νό
μος· ἀλλ' ἀνατέτραπτο ἅπαν
τα· μοιχεῖαι διηνεκεῖς· φό
νοι· καὶ ἔτι φόνων χαλεπώ
τερον· κλοπαί· φησὶ δέ τις 
τῶν ἔξωθεν ὅτι καὶ ἀρετῆς 
τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ 
εἰκότως· ὅπου γε καὶ θ͞ν τοι
οῦτον ἔσεβον· χρησμοὶ συ
νεχεῖς τὸν δεῖνα ἀναιρεῖσθαι 
καὶ τὸν δεῖνα· εἴπω τι τῶν 
κατ' ἐκεῖνον τὸν χρόνον· ἀν
δρόγεώς τις τοῦ μίνωος υἱ
ὸς. ἐλθὼν εἰς ἀθήνας ς` πά
λην νικήσας, δίκην ἐδίδου 
καὶ ἀνηρέθη· ὁ οὖν ἀπόλλων 
κακῶ τὸ κακὸν ἰώμενος, 
ἐκέλευσε δὶς ἑπτὰ παῖδας 
ἀπάγεσθαι ὑπὲρ τούτου· τί 
ταύτης τῆς τυραννίδος 
ὠμότερον· καὶ τοῦτο ἐγένετο· 
καὶ ἄ͞νος τοῦ δαίμονος τὴν 
μανίαν λῦσαι ἀπελθὼν, ἔ
σφαξε τοὺς ἄνδρας· ὁρᾶς 
ὅτι εἰκότως ἀπάτη ἴσχυ
εν; ἐπειδὴ δὲ διανέστησαν 
καὶ ἤμυναν ἑαυτοῖς, οὐκέτι· 
εἰ μὲν δικαίως τὸ πρᾶγμα 
ἐγίνετο, οὐκ ἐχρῆν κωλυθῆ


ναι· εἰ δὲ ἀδίκως ὥσπερ 
οὖν καὶ ἀδίκως, οὐδὲ πα
ρὰ τὴν ἀρχὴν ἐπιταγῆναι· 
πύκτας προσεκύνουν 
ς` παλαιστάς· πόλεμοι 
συνεχεῖς καὶ ἐπάλληλοι· κα
τὰ κώμην· κατὰ πόλιν· 
κατὰ οἰκίαν ἠρίστευον ς` 
παρ' αὐτοῖς ὁ θαυμαστὸς 
αὐτῶν φιλόσοφος ἐνομο
θέτησεν· δούλω μὴ ἐξεῖναι 
μήτε παιδεραστεῖν. μήτε 
ξηραλοιφεῖν· ὡς ἀρετῆς 
τοῦ πράγματος ὄντος· ς` 
πολλὴν ἔχοντος τιμήν· 
ἐπ' οἰκήματος εἱστήκεισαν 
φανερῶς· ς` εἰ πάντά 
τις ἐπέλθοι τὰ κατ' αὐτοῦς. 
εὑρήσει φανερῶς ὅτι ς` 
εἰς τὴν φύσιν αὐτὴν ἐνύ
βριζον· ς` οὐδεὶς ὁ κωλύω~ 
ἦν. ἀλλὰ τὰ δράματα 
αὐτοῖς πάντα τούτων 
γέμει· μοιχείας· ἀσελγεί
ας· διαφθορᾶς· παννυ
χίδες ἐγίνοντο μιαραί· ς` 
γυναῖκες ἐκαλοῦντο ἐπὶ 
τὴν θέαν· ὣ τῆς μιαρί
ας· ἐν νυκτὶ· ἐν θεάτρω  


παννυχὶς ἦν· ς` παρθένος 
ἐκάθητο μεταξὺ νέων 
μεμηνότων καὶ μεθύον
τος ὄχλου· τὸ σκότος 
ἦν ἡ πανήγυρις· ς` τὰ 
μυσαρὰ ἔργα τὰ ὑπ' αὐ
τῶν τελούμενα· διὰ 
τοῦτό φη· ἦμέν ποτε καὶ 
ἡμεῖς ἀνόητοι· ἀπειθεῖς· 
πλανώμενοι· δουλεύοντες 
ἐπιθυμίαις καὶ ἡδοναῖς 
ποικίλαις· ὁ δεῖνα τῆς 
μητρυιᾶς ἠράσθη φή· ς` 
ἡ δεῖνα τοῦ προγόνου ς` ἀ
πήγξατο· τοὺς γὰρ τῶν 
παίδων ἔρωτας οὕσ
περ αὐτοῖς παιδικὰ κα
λεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν 
ἔνι· πῶς οὐδὲ αἰσχύνον
ται οὐδὲ ἐγκαλύπτονται· 
ἀλλὰ τί βούλει· μητρογα
μίας ἰδεῖν; ἔστι καὶ τοῦτο 
παρ' αὐτοῖς· ς` τὸ δὴ δεινὸν, 
ὑπὸ ἀγνοίας τὸ πράγμα 
ἐγίνετο· καὶ οὐκ ἐκώλυεν 
ὁ θ͞ς ὁ παρ' αὐτοῖς, ἀλλὰ 
περιεώρα τὴν φύσιν ὑ
βριζομένην· ς` ταῦτα τῶ~ 
ἐπισήμων οὖσαν· εἰ δὲ οὕς εἰκὸς· 


εἰ καὶ μὴ δι' ἔτερόν τι. διὰ γοὖν 
τὴν παρὰ τῶν πολλῶν δό
ξαν ἀντέχεσθαι τῆς ἀρετῆς· 
οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ 
τῆς κακίας ἐφέροντο. τί 
εἰκὸς τοὺς πολλοὺς ς` λανθα
νόντως βιοῦντας διαπράτ
τεσθαι· τί ποικιλώτερον 
ταύτης τῆς ἡδονῆς· ἠρά
σθη ἡ δεῖνα τοῦ δεῖνος· ἐ
πανελθόντα τὸν ἄνδρα 
ἔσφαξε διὰ τοῦ μοιχοῦ· 
τάχα ἴστε τὸ διήγημα οἱ 
πολλοί· τὸν μοιχὸν ἀνεῖλεν 
ὁ παῖς τοῦ φονευθέντος· 
κακείνην ἐπέθυσε· μετὰ 
ταῦτα ἐμάνη ς` αὐτὸς ς` ταῖς 
ἐρινύσιν ἠλαύνετο· εἶτα 
αὐτὸς οὗτος ὁ μανεὶς ἀπελ
θὼν ἔσφαξεν ἕτερον ς` τὴν 
ἐκείνου γυναῖκα λαμβάνει· 
τί τούτων χεῖρον τῶν συμφο
ρῶν· τούτου χάριν ταῦτα 
λέγω ἀπὸ τῶν ἔξωθεν, ἴνα 
τοὺς ἕλληνας πείσω πόσα 
κατεῖχε τὴν οἰκουμένην 
κακά· ἀλλ' εἰ βούλεσθε, ς` ἀπὸ 
τῶν ἡμετέρων δεικνύομεν· 
ἔθυσάν φη τοὺς υἱοὺς αὐτῶν   


καὶ τὰς θυγατέρας αὐτῶν 
τοῖς δαιμονίοις· πάλιν οἱ τὰ 
σόδομα οἰκοῦντες δι' οὐδὲν 
ἔτερον ἀπώλοντο, ἢ ὄτι παι
σὶν ἐπεμαίνοντο· ἀλλὰ πά
λιν ἐν προοιμίοις τῆς τοῦ 
χῦ παρουσίας· οὐχὶ ἡ τοῦ βα
σιλέως θυγάτηρ ἐν μέσοις 
ὠρχεῖτο συμποσίοις ἐν ἀ͞νοις 
μεθύουσιν; οὐχὶ φόνον ἤιτει 
καὶ ὀρχήσεως τιμὴν τὴν 
κεφαλὴν τοῦ προφήτου; 
τίς λαλήσει τὰς δυναστείας 
τοῦ κῦ· στυγητοί φη· μισοῦν
τες ἀλλήλους· ἀνάγκη γὰρ 
πάντως ὅτ' ἂν πάσας τῆ 
ψυχῆ ἐπ' ἀφῶμεν τὰς ἡδο
νὰς, πολὺ τὸ μίσος γίνεσθαι· 
διατί· ὅτι μετὰ ἀρετῆς ἡ ἀ
γάπη· ὅτι τότε οὐδεὶς οὐδέ
να πλεονεκτεῖ· ὅρα καὶ ὁ 
παῦλος τί φη· μὴ πλανᾶσθε· 
οὔτε πόρνοι· οὔτε εἰδωλολά
τραι· οὔτε μοιχοὶ. οὔτε μαλα
κοί· οὔτε ἀρσενοκοῖται· οὐ 
λοίδοροι· οὐ μέθυσοι, βασιλεί
αν θῦ κληρονομήσουσι· ς` ταῦ
τά τινες ἦτε· ὁρᾶς πῶς 
πᾶν κακίας εἶδος ἐπεπό


λαζε· καὶ πολλή τις ἦν 	
ἡ ἀχλύς; τὸ δίκαιον διε
φθείρετο· εἰ γὰρ οἱ προφη
τείας ἀπολαύοντες· ς` το
σαῦτα ὁρῶντες γενό
μενα κακὰ· καὶ ἐν τοῖς 
πολεμίοις καὶ ἐν ἑαυτοῖς. 
ὅμως οὐκ ἠνείχοντο ἀλλὰ 
μυρία κακὰ εἰργάζοντο, 
τί ἂν οἱ ἄλλοι· ἀλλά τινες 
πάλιν παρ' αὐτοῖς παρθέ
νους γυμνὰς ἐκέλευον 
παλαίειν ἐπ' ὄψεσιν ἀν͞ων· 
πολλὰ ὑμῖν ἀγαθὰ γένοι
το, ὅτι οὐδὲ τὸ ῥῆμα ἀ
κούειν φέρετε, οὗ τὸ πρᾶ
γμα οἰ φιλόσοφοι οὐκ ἠσχύ
νοντο· ἕτερος δέ τις φιλό
σοφος ὁ κορυφαῖος αὐτῶ~. 
καὶ εἰς πολέμοις αὐτὰς 
ἐξάγει· ς` κοινὰς εἶναι κε
λεύει ὡς μαστροπός τις ὢν 
ς` προαγωγεύς· ἐν κακία 
καὶ φθόνω διάγοντές φη· 
εἰ γὰρ οἱ φιλοσοφοῦντες πα
ρ' αὐτοῖς τοιαῦτα ἐνομο
θέτουν, τί ἂν εἴποιμεν πε
ρὶ τῶν μὴ φιλοσοφησάν
των· εἰ οἱ τῶ γένειον ἔχοντες


βαθὺ καὶ τὸν τρίβωνα ἀ
ναβεβλημένοι τοιαῦτα 
λέγουσι, τί ἂν εἴποιμεν πε
ρὶ ἐτέρων· οὐ διὰ τοῦτο γέ
γονεν ἡ γυνὴ ἄ͞νε· ὥστε κοι
νῆ πᾶσι προκεῖσθαι· ὦ πάν
τα ἀνατρέποντες ὑμεῖς 
οἱ τοῖς μὲν ἄρσεσιν ὡς θη
λείαις μιγνύμενοι· τὰς 
δὲ θηλείας ὡς ἄνδρας εἰς 
πόλεμον ἐξάγοντες· τοῦτο 
γὰρ ἔργον τοῦ διαβόλου, πάν
τα συγχέειν καὶ ἀνατρέ
πειν. καὶ τὰ ἐξ ἀρχῆς τε
θέντα ὅρια διασαλεύειν 
καὶ μεταίρειν τὰ ὅρια, ἂ 
ὁ θ͞ς ἔθετο τῆ φύσει· τὴ μὲν 
γὰρ γυναικὶ, τὸ οἰκουρεῖν 
ἔδωκεν ὁ θ͞ς. τῶ δὲ ἀνδρὶ 
τὰ δημόσια πράττειν· σὺ 
δὲ τὴν κεφαλὴν εἰς τοὺς 
πόδας κατάγεις, καὶ τοὺς 
πόδας εἰς τὴν κεφαλὴν 
ἀνάγεις· γυναῖκας ὁπλίζεις 
καὶ οὐκ αἰσχύνη· τί δὲ ταῦ
τα λέγω· εἰσάγουσί τινα πα
ρ' αὐτοῖς γυναῖκα καὶ παῖ
δας ἀνελοῦσαν· καὶ οὐκ αἰ
σχύνονται οὐδὲ ἐντρέπον


ται· τοιαῦτα μυσαρὰ διη
γήματα. εἰς τὰς τῶν ἀν͞ων 
ἀκοὰς ἐμβάλλοντες· ὅτε δὲ
ἡ χρηστότης φὴ καὶ ἡ φιλ͞ανία 
ἐπεφάνη τοῦ σ͞ρς ἡμῶν θῦ· 
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιο
σύνη ὦν ἐποιήσαμεν ἡμεῖς.
ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον. 
ἔσωσεν ἡμᾶς διὰ λουτροῦ 
παλιγγενεσίας καὶ ἀνακαι
νώσεως π͞νς ἁγίου· οὗ ἐξέ
χεεν ἐφ' ἡμᾶς πλουσίως 
διὰ ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· ἵνα 
δικαιωθέντες τῆ ἐκείνου χά
ριτι, κληρονόμοι γενώμεθα 
κατ' ἐλπίδα ζωῆς αἰωνίου· 
τί ἐστι κατ' ἐλπίδα· τοῦτ' ἐστί  
καθὼς ἠλπίσαμεν, οὕτως 
άπολαύσομεν· ἢ ὅτι ἤδη 
κληρονόμοί ἐστε πιστὸς ὁ λόγος· 
ἐπειδὴ γὰρ περὶ μελλόντων 
διενέχθη· ς` οὔπω παρόντων, 
ἐπήγαγε τὸ ἀξιόπιστον· ἀλη
θῆ ταῦτά ἐστι φή· καὶ δῆλον 
ἐκ τῶν φθασάντων· ὁ γὰρ 
τοσαύτης ἡμᾶς ἀνομίας 
ἀπαλλάξας· ς` τοσούτων κα
κῶν, εὔδηλον ὅτι καὶ τῶν μελ
λόντων ἡμῖν μεταδώσει πάν


των ἐπιμείνασι τῆ χάριτι· 
ἀπὸ γὰρ τῆς αὐτῆς κηδεμο
νίας ἅπαντα γίνεται· εὔχα
ριστῶμεν οὖν τῶ θῶ. καὶ μὴ
δὲν τοὶς ἄλλοις ὀνειδίζωμεν· 
μηδὲν ἐγκαλῶμεν· ἀλλὰ πα
ρακαλῶμεν μᾶλλον· εὐχώμε
θα ὑπὲρ αὕτῶν· συμβουλεύ
ωμεν· νουθετῶμεν· διδά
σκωμεν παραινῶμεν· κἂν 
ὑβρίζωσι κἂν λακτίζωσι, 
τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦντες· 
ἀλλ' οἱ πρὸς τὴν ὑγείαν ἐκείνων 
σπεύδωντες, πάντα φέρουσι 
πάντα πράττουσι κἂν μη
δὲν ἀνύωσιν, ἵνα μὴ ἑαυτοῖς 
ἐγκαλῶσιν ὥσπερ ἡμεληκό
σιν· ἢ οὐκ ἴστε ὅτι πολλάκις 
ἰατροῦ ἀπογνόντος τοῦ κά
μνοντος, ἕτερός τις φὴ τῶν 
προσηκόντων πρὸς αὐτόν· 
θεραπείαν πάλιν πρόσαγε 
καὶ μηδὲν ἐλλίπης. ἵνα μη
δὲν ἑαυτῶ ἐγκαλῶ· ἵνα μὴ 
μέμφωμαι· ἵνα μὴ κατηγο
ρεῖν ἔχω ἐαυτοῦ· οὐχ ὁρᾶτε 
πόσην οἱ προσήκοντες πε
ρὶ τοὺς ἐπιτηδείους ποιοῦν
ται τὴν πρόνοιαν; πόσα 


ὑπὲρ τούτου πράττουσι· ς` 
ἰατροὺς παρακαλοῦντες· 
ς` χρήματα ἀναλίσκοντες 
καὶ προσεδρεύοντες διὰ
παντός; κἂν τούτοις μι
μώμεθα· καίτοί γε οὐχ ὑ
πὲρ τῶν ἴσων ἡ φροντίς· 
νῦν δὲ τὸ μὲν σῶμα κά
μνοντος τοῦ παιδὸς, οὐ
κ ἂν παραιτήσαιτό τις 
καὶ μακρὰν ἀποδημίαν 
στείλασθαι ὥστε λῦσαι τὴν 
νόσον· τῆς δὲ ψυχῆς κα
κῶς ἐχούσης, οὐδεὶς οὐδένα 
ποιεῖται λόγον· ἀλλὰ 
πάντες ἀναπεπτώκα
μεν· πάντες ῥαθυμοῦμεν· 
πάντες ὀλιγωροῦμεν· ς` 
παῖδας καὶ γυναίκας ς` 
ἡμᾶς αὐτοὺς περιορῶν
τες ἀναλίσκομένους ὑπὸ 
τῆς νόσου ταύτης τῆς 
χαλεπῆς. ἀλλ' ὕστερον λαμβα
νομεν τὴν αἴσθησιν· ἐν
νοήσατε ὠς αἰσχρὸν καὶ 
σφόδρα καταγέλαστον. ὕ
στερον λέγειν, οὐ προσεδοκῶ
μεν· οὐκ ἠλπίσαμεν τοῦτο 
ἔσεσθαι· οὐκ αἰσχρὸν δὲ μό


νον, ἀλλὰ ἐπικίνδυνον· 
εἰ γὰρ ἐν τῶ παρόντι βίω 
τῶν ἀνοήτων ἐστὶ· τὸ τὰ 
μέλλοντα μὴ προορᾶν, πολ
λῶ μᾶλλον κατὰ τὸν μέλ
λοντα ὅτε καὶ ἀκούομεν 
νῦν πολλῶν συμβουλευόν
των καὶ λεγόντων τὰ πρα
κτέα ς` τὰ μὴ πρακτέα· 
ἀντεχώμεθα τοίνυν τῆς 
ἐλπίδος ἐκείνης· φρον
τίζωμεν τῆς σ͞ρίας τῆς 
ἡμετέρας· τὸν θ͞ν ἐπὶ πᾶ
σι παρακαλῶμεν, ὥστε 
χεῖρα ὀρέξαι· μέχρι τίνος 
ῥάθυμοι· μέχρι τίνος ἀ
μελεῖς· μέχρι τίνος κα
ταφρονοῦμεν ἑαυτῶν ς` 
τῶν ὁμοδούλων ἡμῶν· αὐ
τὸς πλουσίως ἐξέχεεν ἐ
φ' ἡμᾶς τὴν τοῦ π͞νς χά
ριν· ἐννοήσωμεν τοίνυν 
ὅσην χάριν περὶ ἡμᾶς ἐ
πεδείξατο, καὶ τοσαύτην 
σπουδὴν ἐπιδειξώμεθα· 
μᾶλλον δὲ τοσαύτην μὲν οὐ 
δυνατόν· κἂν γ' οὖν ἐλάττο
να· ἀν γὰρ ς` μετὰ τὴν χά
ριν ταύτην ὦμεν ἀναίσθη


τοι, μείζων ἡμῖν ἔσται ἡ κόλα
σις· εἰ μὴ ἦλθον γάρ φη καὶ ἐ
λάλησα αὐτοῖς, ἁμαρτίαν οὐ
κ εἶχον· νῦν δὲ πρόφασιν οὐ
κ ἔχουσιν· ἀλλὰ μὴ γένοιτο ταῦ
τα περὶ ἡμῶν εἰπεῖν· ἀλλὰ γέ
νοιτο πάντας ἡμᾶς ἀξι
ωθῆναι τῶν ἐπηγγελμέ
νων ἀγαθῶν, τοῖς ἠγαπη
κόσιν αὐτόν ἐν χῶ ἰῦ τῶ 
κῶ ἡμῶν ὧι ἡ δόξα εἰς τοὺς 
αἰώνας ἀμήν :~ 