† ΛΟΓΟΣ ͞Ε †


† ΕΠΕΦΑΝΗ ΓΑΡ Η ΧΑΡΙΣ 
ΤΟΥ Θ͞Υ Η Σ͞ΡΙΟΣ ΠΑΣΙΝ ΑΝ
ΘΡΩΠΟΙΣ· ΠΑΙΔΕΥΟΥΣΑ 
ΗΜΑΣ· ΙΝΑ ΑΡΝΗΣΑΜΕΝΟΙ 
ΤΗΝ ΑΣΕΒΕΙΑΝ S` ΤΑΣ ΚΟΣΜΙ
ΚΑΣ ΕΠΙΘΥΜΙΑΣ. ΣΩΦΡΟΝΩΣ 
ΚΑΙ ΔΙΚΑΙΩΣ ΚΑΙ ΕΥΣΕΒΩΣ ΖΗ
ΣΩΜΕΝ ΕΝ ΤΩ ΝΥΝ ΑΙΩΝΙ· 
ΠΡΟΣΔΕΧΟΜΕΝΟΙ ΤΗΝ ΜΑΚΑ
ΡΙΑΝ ΕΛΠΙΔΑ ΚΑΙ ΕΠΙΦΑΝΕΙΑΝ 
ΤΗΣ ΔΟΞΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ Θ͞Υ 
S` Σ͞ΡΣ ΗΜΩΝ Ι͞Υ Χ͞Υ· ΟΣ ΕΔΩ
ΚΕΝ ΕΑΥΤΟΝ ΥΠΕΡ ΗΜΩΝ. 
ΙΝΑ ΛΥΤΡΩΣΗΤΑΙ ΗΜΑΣ Α
ΠΟ ΠΑΣΗΣ ΑΝΟΜΙΑΣ· S` ΚΑ
ΘΑΡΙΣΗ ΕΑΥΤΩ ΛΑΟΝ ΠΕ
ΡΙΟΥΣΙΟΝ. ΖΗΛΩΤΗΝ ΚΑ
ΛΩΝ ΕΡΓΩΝ :~
Πολλὴν παρὰ τῶν οἰκε
τῶν ἀπαιτήσας τὴν 
ἀρετήν· καὶ γάρ ἐστι πολ
λὴ. τῶ τὴν διδασκα


λίαν τοῦ θῦ καὶ σ͞ρς ἡμῶν 
κοσμεῖν ἐν πᾶσι· καὶ μὴ 
δὲ μίαν διδόναι τοῖς δε
σπόταις λαβὴν. μὴ δὲ ἐν 
τῶ τυχόντι. ἐπάγει ς` τὴν 
αἰτίαν δικαίαν δι' ἣν ὀφεί
λουσι τοιοῦτοι εἶναι οἱ οἰ
κέται· ποίαν δὴ ταύτην: 
ἐπεφάνη γάρ φη ἡ χάρις 
τοῦ θῦ ἡ σρ͞ιος· οἱ θῦ 
διδασκάλου τυγχάνον
τες. πῶς οὐκ ἂν εἶεν εἰ
κότως τοιοῦτοι. οἵους ἄρ
τι διῆλθον ἐγὼ. μυρίων ἀ
μαρτημάτων λύσιν εὐρόν
τες· ἴστε γὰρ ὅτι μετὰ 
τῶν ἄλλων. καὶ τοῦτο οὐ
χ ὡς ἔτυχεν ἐντρέπει 
καὶ συστέλλει 
ψυχὴν.  τὸ μυρίων 
ἁμαρτημάτων οὖσαν 
ὑπεύθυνον. μὴ δίκην 
δοῦναι. ἀλλὰ συγγνώμης 
τυχεῖν καὶ μυρίων ἀγαθῶν· 
εἰ γάρ τις εἰπέ μοι τὸν 
μυρία προσκρούσαντα 


οἰκέτην λαβὼν. μὴ κατα
τείνη ἱμάσιν· ἀλλ' ἐπ' ἐκεί
νοις μὲν συγγνώμην πα
ράσχοι· ὑπὲρ δὲ τῶν μελ
λόντων αὐτὸν ἀπαιτοίη 
εὐθύνας· καὶ φυλάττε
σθαι αὐτὸν παρακελεύοιτο 
ὥστε μὴ τοῖς αὐτοῖς πε
ριπεσεῖν· καὶ δωρεαῖς με
γάλαις τιμήσει. τίνα οὐ
κ ἂν οἴεσθε ἐντρέψαι. τὴν 
τοσαύτην χάριν ἀκού
οντα· ἀλλὰ μὴ νομί
σης ὅτι ἡ χάρις μέχρι 
τῆς τῶν προτέρων ἁμαρ
τημάτων συγχωρήσεως 
ἵσταται· οὐ γὰρ μέχρι τού
του. ἀλλὰ καὶ εἰς τὸ μέλ
λον ἡμᾶς ἀσφαλίζεται· 
ς` γὰρ ς` τοῦτο χάριτος· ἐ
πεὶ εἰ μέλλοι ἀεὶ κακῶς 
πράττοντας μὴ κολάζειν. 
οὐκέτι τὸ πρᾶγμα χάρις 
ἐστὶν, ἀλλὰ προτροπή 
τις, εἰς λύμην ς` διαφθο
ρὰν· ἐπεφάνη γάρ φη 


ἡ χάρις τοῦ θῦ. παιδεύου
σα ἡμᾶς· ἵνα ἀρνησά
μενοι τὴν ἀσέβειαν ς` 
τὰς κοσμικὰς ἐπιθυ
μίας. σωφρόνως καὶ 
δικαίως καὶ εὐσεβῶς 
ζήσωμεν ἐν τῶ νῦν αἰ
ῶνι· προσδεχόμενοι 
τὴν μακαρίαν ἐλπίδα 
ς` ἐπιφάνειαν τῆς δό
ξης τοῦ μεγάλου θῦ ς` 
σ͞ρς ἡμῶν ἰῦ χῦ· ὅρα 
πῶς μετὰ τῶν ἐπά
θλων τίθησι τὴν ἀρε
τήν· καὶ τοῦτο χάριτος. 
τὸ ἀπαλλάξαι τῶν 
βιωτικῶν· τὸ πρὸς 
τὸν οὐ͞νὸν ἀγαγεῖν· δύο 
δείκνυσιν ἐνταῦθα ἐ
πιφανείας· καὶ γάρ εἰ
σι δύο· ἡ μὲν προτέ
ρα. χάριτος· ἡ δὲ δευ
τέρα, ἀνταποδώσεως 
ς` τοῦ δικαίου· ἵνα ἀρ
νησάμενοί φη τὴν ἀ
σέβειαν ς` τὰς κοσμι


κὰς ἐπιθυμίας· ἰδοὺ 
πάσης τῆς ἀρετῆς ἡ ὑ
πόθεσις· οὐκ εἶπεν ἵ
να φευξώμεθα. ἀλλ' ἵνα 
ἀρνησάμενοι· ἡ ἄρνη
σις πολλὴν δείκνυ
σι τὴν διάστασιν· πο
λὺ τὸ μίσος. πολλὴν 
τὴν ἀποστροφήν· με
θ' ὅσης διαθέσεως· με
θ' ὅσης σπουδῆς τὰ εἴ
δωλα ἀπεστράφησαν. 
μετὰ τοσαύτης ς` τὴν 
κακίαν αὐτήν βούλε
ται καὶ τὰς κοσμικὰς 
ἐπιθυμίας φεύγειν· ς` 
γὰρ καὶ ταῦτα εἴδωλα· 
κοσμικὴ ἐπιθυμία. πλεο
νεξία· μᾶλλον δὲ ταύ
την. καὶ εἰδωλολα
τρίαν καλεῖ· κοσμικὴ 
ἐπιθυμία. φιλαργυρία· 
ς` ταύτην εἰδωλολατρί
αν ὀνομάζει· καὶ ὅσα 
πρὸς τὸν παρόντα βίον 
ἡμῖν χρησιμεύει. κοσμι


καί εἰσιν ἐπιθυμίαι· πάν
τα ὅσα ἂν μὴ διαβαίν η 
μεθ' ἡμῶν εἰς τὸν οὐ͞νον. κο
σμικαί εἰσιν ἐπιθυμίαι· 
πάντα ὅσα ἂν τῶ παρόν
τι κόσμω συγκαταλύηται. 
κοσμική ἐστιν ἐπιθυμία· 
μηδὲν τοίνυν πρὸς ταύ
τας ἔχωμεν· ἦλθεν ὁ χ͞ς. 
ἵνα ἀρνησώμεθα τὴν ἀ
σέβειαν· ἀσέβειαν, τὰ 
δόγματά λέγει· καὶ κοσμι
κὰς ἐπιθυμίας. τὸν βίον 
τὸν ἐναγῆ· σωφρόνως ς` 
δικαίως καὶ εὐσεβῶς ζή
σωμεν ἐν τῶ νῦν αἰῶνι· 
ὁρᾶς ὅτι ὅπερ ἀεὶ λέγω· 
σωφροσύνη οὐ τοῦτο μό
νον ἐστι. τὸ πορνείας ἀπέ
χεσθαι· ἀλλὰ καὶ τὸ τῶν 
λοιπῶν παθῶν ἐκτὸς 
εἶναι; ἄρα καὶ ὁ χρη
μάτων ἐρῶν. οὐ σώφρων· 
ὥπερ γὰρ ἐκεῖνος σω
μάτων. οὕτω ς` οὗτο ς 
χρημάτων· μᾶλλον δὲ 


οὗτος ἀκολαστότερος. ὅ
σω οὐδὲ τοσαύτην ἔχει βί
αν τὴν ὠ θοῦσαν αὐτόν· 
καὶ γὰρ ἡνίοχος ἐκεῖνος 
ἀκρατὴς μάλιστα ἂν λέ
γοιτο. οὐχ ὁ τὸν τραχὺν ς` 
δυσήνιον μὴ κατέχων ἵπ
πον. ἀλλ' ὁ τὸν ἡρέμα ἐ
πιεικέστερον. μὴ δυνά
μενος ὑποτάξαι· τί 
δέ φη· ἡ τῶν χρημάτων 
, ἐπιθυμία· ἐλάττων τῆς 
τῶν σωμάτων; παντί που 
δῆλόν ἐστι. καὶ πολλαχό
θεν τοῦτο δείκνυται· ς` 
πρῶτον μὲν, ὅτι ἀναγκαί
ως γέγονεν ἡ τῶν σωμάτων 
ἐπιθυμία· τὸ δὲ ἀναγ
καίως γεγονὸς. δῆλόν ὅτι 
ς` μετὰ πολλοῦ κατορ
θοῦται τοῦ πόνου· ἐ
πεὶ καὶ ἐνεσπάρη τῆ φύ
σει· δεύτερον· ὅτι χρη
μάτων μὲν οὐ πολὺς, 
τοῖς παλαιοῖς λόγος· γυ
ναικῶν δὲ πολύς. σω


φροσύνης ἕνεκεν· καὶ γυ
ναικὶ μὲν συγγενομένω κα
τὰ νόμον, οὐδεὶς ἂν μέμ
ψαιτο μέχρι γήρως· χρημα
τιζομένω δὲ, πάντες· ς` 
τῶν ἔξωθεν φιλοσόφων 
πολλοὶ χρημάτων μὲν κα
τεφρόνησαν, γυναικῶν 
δὲ οὐκέτι· οὕτω τοῦτο ἐ
κείνου τυραννικώτερον· 
ἀλλ' ἐπειδὴ πρὸς τὴν ἐκ
κλησίαν ἡμῖν ὁ λόγος. μὴ 
ἀπὸ τῶν ἔξωθεν φέ
ρωμεν τὰ ὑποδείγματα· 
ἀλλ' ἀπὸ τῶν γραφῶν· τοῦ
το μὲν οὖν καὶ ἐν ἐπιτάγμα
τος σχεδὸν μέρει τίθη
σιν ὁ μακάριος οὗτος οὕ
τω λέγων· ἔχοντες δια
τροφὰς. καὶ σκεπάσμα
τα. τούτοις ἀρκεσθησό
μεθα· περὶ δὲ τῶν γυ
ναικῶν. μὴ ἀποστερῖτε 
ἀλλήλους. εἰ μή τι ἂν ἐκ 
συμφώνου· καὶ πάλιν· 
ἐπὶ τὸ αὐτὸ συνέρχεσθε· 


καὶ πολλάκις ἵδοις ἂν αὐ
τὸν περὶ συνουσίας νομο
θετοῦντα τῆς νομίμου· 
καὶ ταύτης μὲν ἀφίησιν 
ἀπολαύειν τῆς ἐπιθυμίας. 
καὶ δευτέρω προσιέναι 
γάμω· καὶ πολλὴν ποιεῖ
σθαι τοῦ πράγματος τὴν 
ἐπιμέλειαν· καὶ οὐδαμοῦ 
ὑπὲρ τούτου κολάζει· 
τὸν δὲ χρημάτων ἐφιέ
μενον. πανταχοῦ κατα
δικάζει· καὶ περὶ μὲν 
χρημάτων. ὁ χ͞ς πολλα
χοῦ διετάξατο. ὥστε φεύ
γειν τὴν ἐντεῦθεν λύμην· 
περὶ δὲ ἀποχῆς γυναι
κὸς. οὐχ οὔτως· ἄκουε δὲ 
ς` τί φη περί χρημάτων· 
ἐὰν μή τις ἀποτάξηται 
πᾶσιν αὐτοῦ τοῖς ὑπάρ
χουσιν· οὐδαμοῦ εἶπεν 
ἐὰν μή τις ἀποτάξηται 
γυναικί· οἶδε γὰρ οἵαν 
ἐνέθηκε τὴν τυραννίδα· 
ς` ὁ μακάριος οὗτος. φὴ τι


μοθέω· τίμιος ὁ γάμος 
ς` ἡ κοίτη ἀμίαντος· οὐ
δαμοῦ τιμίαν τὴν τῶν 
χρημάτων ἐπιμέλειαν 
καλεῖ. ἀλλὰ τὸ ἐναντίον· 
οἱ δὲ βουλόμενοι πλου
τεῖν, ἐμπίπτουσιν εἰς 
πειρασμὸν καὶ παγίδα 
καὶ ἐπιθυμίας πολλὰς 
ἀνοήτους καὶ βλαβεράς· 
οὐκ εἶπεν πλεονεκτεῖν. 
ἀλλὰ πλουτεῖν· ἐν ἔργοις 
ἀγαθοῖς· ἵνα δὲ μάθη
τε καὶ ἀπὸ τῶν κοινῶν 
ἐννοιῶν. ἀναγκαῖον ς` τοῦ
τον τὸν λόγον εἰς μέσον 
παραγαγεῖν· χρημάτων 
μὲν γάρ τις καθάπαξ 
ἀποστερηθεὶς, οὐκ ἔ
τ' ἂν ἐνοχλοῖτο ὑπὸ τῆς 
ἐπιθυμίας· οὐδὲν 
γὰρ οὕτως ποιεῖ χρημά
των ἐπιθυμεῖν, ὡς τὸ 
χρήματα ἔχειν· ἐπὶ 
δὲ τῆς τῶν σωμάτων 
ἐπιθυμίας. οὐχ οὕτως· ἀλ


λὰ καὶ εὐνουχισθέντες πολ
λοὶ. τὴν ἔνδον ἐνοχλοῦ
σαν πυρὰν οὐκ ἀπέβαλον· 
ἡ γὰρ ἐπιθυμία ἐν ἑτέ
ροις κεῖται ὀργάνοις· ἔν
δον ἐν τῆ φύσει ἐγκειμένη· 
τίνος οὖν ἕνεκεν ἡμῖν ταῦ
τα εἴρηται; δεῖξαι ὅτι οἱ 
πλεονέκται τῶν πορνευόν
των ἀκολαστότεροι. ὅ
σω ὑπὸ ἐλάττονος ἐνο
χλοῦνται ἐπιθυμίας· 
μᾶλλον δὲ οὐδὲ ἐπιθυμία 
τὸ πρᾶγμά ἐστιν ἀλλὰ ῥα
θυμία· ἐνταῦθα μὲν 
γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυ
μία φυσικὴ· ὅτι καὶ ἀν 
γυναικί τις μὴ πλησιά
ζη. ἡ φύσις τὸ αὐτῆς 
ποιεῖ καὶ ἐργάζεται· 
ἐκεῖ δὲ οὐδὲν τοιοῦ
τον γίνεται· καὶ εὐσε
βῶς ζήσωμεν ἐν τῶ 
νῦν αἰῶνι· καὶ τίς εἰ
πὲ ἡ ἐλπίς· τί τὸ ἔπα
θλον τῶν πόνων· προσ


δεχόμενοί φη τὴν μακα
ρίαν ἐλπίδα καὶ ἐπιφά
νειαν· ὄντως γὰρ οὐδὲν 
ἐκείνης μακαριώτε
ρον· οὐδὲν ζηλωτότε
ρον· καὶ ταῦτα λόγος παρα
στῆσαι οὐ δύναται· καὶ 
γὰρ οὐν ὑπερβαίνει τὰ 
τότε ἀγαθά· προσδε
χόμενοί φη τὴν μακαρί
αν ἐλπίδα καὶ ἐπιφάνει
αν τῆς δόξης τοῦ μεγάλου 
θῦ καὶ σρ͞ς ἡμῶν· ποῦ 
Εἰσιν οἱ τοῦ π͞ρς ἐλάττο
να λέγοντες τὸν ὑ͞ν· τοῦ 
μεγάλου φὴ θῦ ς` σρ͞ς· ὁ 
τοὺς ἐχθροὺς σώσας. τί 
οὐκ ἐργάσεται τότε εὐδο
κιμοῦντας λαβών· τοῦ 
μεγάλου φὴ θῦ· τὸ μέγας 
ἐπὶ θῦ ὅταν λέγη. οὐ πρός 
τι μέγα φὴ. ἀλλ' ἀπολύτως· 
μέγας. μεθ' ὃν, οὐκ ἂν εἴη 
μέγας· ἐπεί, πρός τι ἐ
στίν· εἰ δὲ πρός τι κα
τὰ σύγκρισιν ς` οὐ φύσει 


μέγας· νῦν δὲ ἀσυγκρί
τως μέγας· ὅς ἔδωκεν 
ἑαυτὸν ὑπὲρ ἡμῶν· ἵ
να λυτρώσηται ἡμᾶς ἀ
πὸ πάσης ἀνομίας. καὶ 
καθαρίση ἑαυτῶ λαὸν 
περιούσιον· τουτέστιν. ἐ
ξειλεγμένον· οὐδὲν ἔχον
τα κοινὸν πρὸς τοὺς 
λοιπούς· ζηλωτὴν 
καλῶν ἔργων· ὁρᾶς ὅτι 
ς` τῶν πάρ' ἡμῶν δεῖ; οὐ
χ ἁπλῶς ἔργων. ἀλλὰ ζη
λωτήν· τουτέστι. μετὰ 
προθυμίας πολλῆς ἐ
π' αὐτὴν ἰόντα τὴν ἀρε
τήν· μετὰ σφοδρότη
τος τῆς προσηκούσης· 
τὸ μὲν οὖν ἔνθεν βεβα
ρημένους τοῖς κακοῖς 
ς` ἀνίατα νοσοῦντας ἀ
παλλάξαι. τῆς ἐκεί
νου φιλα͞νίας ἦν· τὸ δὲ 
μετὰ ταῦτα, ς` ἡμῶν 
ς` ἐκείνου· ταῦτα 
λάλει ς` παρακάλει ς` 


ἔλεγχε μετὰ πάσης ἐ
πιταγῆς· ταῦτα λάλει 
καὶ παρακάλει· ὁρᾶς 
πῶς τιμοθέω μὲν προ
στάττει λέγων· ἔλεγξον· 
ἐπιτίμησον, παρακά
λεσον· ἐν ταῦθα, 
ταῦτα λάλει καὶ παρα
κάλει καὶ ἔλεγχε μετὰ 
πάσης ἐπιταγης; ἐπει
δὴ τὸ ἦθος τούτων σκλη
ρότερον ἦν, δια τοῦτο 
καὶ ἀποτόμως καὶ με
τὰ πάσης ἐπιταγῆς ἐ
λέγχειν ἐπιτάττει· ἔστι 
γὰρ τῶν ἁμαρτημάτω‾ 
ἃ καὶ ἐπιτάγμασιν ἀ
πείργειν χρή· οἷον τὸ 
μὲν χρημάτων κατα
φρονεῖν, παραινοῦν
τας δεῖ πείθειν· καὶ τὸ 
ἐπιεικεῖς εἶναι, καὶ ὅ
σα τοιαῦτα· τὸν δὲ 
μοιχόν· τὸν πόρνον· 
τὸν πλεονέκτην, με
τ' ἐ πι ταγῆς ἀπάγειν· 


τὸν οἰωνιζόμενον· τὸν 
κληδονιζόμενον· τὸν ἄλλα 
τοιαῦτα πράττοντα· ς` 
οὐδὲ ἁπλῶς ἐπιταγῆς· 
ἀλλὰ μετὰ πάσης ἐπι
ταγῆς· ὁρᾶς πῶς βού
λεται καὶ μετὰ αὐθεντί
ας καὶ μετὰ ἐξουσίας πο
λλῆς ταῦτα αὐτὸν ἐπι
τάττειν; μηδείς σου πε
ριφρονείτω· τουτέστι, 
καταφρονείτω· ἀλλ' ὑπο
μίμνησκε αὐτούς. ἀρχαῖς· 
ἐξουσίαις ὑποτάσεσθαι· 
πειθαρχεῖν· πρὸς πᾶν 
ἔργον ἀγαθὸν ἐτοίμους εἶ
ναι· μηδένα βλασφη
μεῖν· ἀμάχους εἶναι· 
τί οὖν· μὴ δὲ τοὺς κα
κῶς πράττοντας; 
μὴ δὲ ἐκείνοις λοιδορου
μένους· πρὸς πᾶν 
ἔργον ἀγαθὸν ἑτοίμους 
Εἶναι· μηδένα βλασ
φημεῖν· κἂν ὅστις ἦ φη, 
ὅλως μηδένα λοιδορῶμεν· 


ἀκούσωμεν τῆς παραι
νέσεως μηδένα φησὶ 
βλασφημεῖν· καθαρὸν 
ἡμῖν εἶναι δεῖ τὸ στόμα 
ἀπὸ λοιδορίας· εἴτε γὰρ 
ἀληθεῖς εἰσιν αἱ λοιδορί
αι. οὐχ ἡμῶν ταῦτα λέ
γειν. ἀλλὰ τοῦ κριτοῦ 
ἐξετάζειν· σὺ γάρ φη 
τί κρίνεις τὸν ἀδελφόν 
σου· εἴτε οὐκ ἀληθεῖς 
ὅρα ὅσον τὸ πῦρ· ἄκουε 
τοῦ ληστοῦ λέγοντος 
πρὸς τὸν ἕτερον λη
στήν· καὶ γὰρ καὶ αὐτοὶ 
ἐν τῶ αὐτῶ κρίματι ἐ
σμέν· τὸν αὐτὸν ἀγῶνα 
τρέχομεν· ἐὰν ὀνειδί
σεις ἑτέρους, ταχέως 
ς` αὐτὸς τοῖς αὐτοῖς 
περιπεσῆ· διατοῦτο 
παραινεῖ ὁ μακάριος 
οὗτος λέγων· ὁ δοκῶν 
ἑστάναι. βλεπέτω μὴ 
πέση· ἀμάχους εἶ
ναί φη· ἐπιεικεῖς· 


πᾶσαν ἐνδεικνυμένους 
πραότητα πρὸς πάντας 
ἀν͞ους· καὶ ἕλληνας. καὶ 
ἰουδαίους· καὶ μοχθη
ρούς· καὶ πονηρούς· ἐ
κεῖ μὲν οὖν ἀπὸ τῶν με
λλόντων φοβεῖ λέγων· ὁ 
δοκῶν ἑστάναι βλεπέτω 
μὴ πέση· ἐνταῦθα δὲ, 
οὐκ ἀπὸ τῶν μελλόντων 
ἀλλ' ἀπὸ τῶν παρελθόν
των ἐντρέπει· τὸ αὐτὸ 
ποιῶν δι' ὧν ἐπάγει· ἦ 
μεν γάρ ποτε ς` ἡμεῖς ἀ
νόητοι. ὅπερ ἐν τῆ πρὸς 
γαλάτας ποιεῖ γράφων· 
ὅτι και ἡμεῖς ὅτε ἦμεν 
νήπιοι. ὑπὸ τὰ στοιχεῖα 
τοῦ κόσμου ἦμεν δεδου
λωμένοι· οὐκ οὖν μη
δενὶ ὀνειδίσης· τοιοῦ
τος γὰρ ἦς καὶ σύ· ἦ
μεν γάρ φη ποτὲ ς` ἡμεῖς 
ἀνόητοι· ἀπειθεῖς· 
πλανώμενοι· δουλεύον
τες ἐπιθυμίαις ς` ἡ


δον αῖς ποικίλαις· ἐν 
κακία καὶ φθόνω διάγον
τες· στυγητοί· μισοῦντες 
ἀλλήλους· ὥστε πρὸς 
πάντας τοιούτους εἶναι 
δεῖ· ἡμέρως ἔχειν· ὁ γὰρ 
τοιοῦτος ὢν πρότερον ς`
ἀπαλλαγεὶς, οὐκ ὀνειδί
ζειν ὀφείλει τούτοις· ἀλ
λ' εὔχεσθαι καὶ χάριτας ἔ
χειν τῶ καὶ αὐτῶ κἀκεί
νοις δόντι τὴν ἀπαλλα
γὴν τῶν προτέρων κα
κῶν· μηδεὶς καυχάσθω· 
πάντες γὰρ ἥμαρτον· ὅ
ταν οὖν ἐθέλης ὀνειδί
σαι τινὰ κατορθῶν αὐ
τὸς· καὶ τὸν πρότερόν 
σου ἐννοῶν βίον· ς` τὸ τοῦ 
μέλλοντος ἄδηλον, ἀνα
χαίτιζε τὴν ὀρμήν· 
εἰ γὰρ καὶ ἐκ πρώτης ἡ
λικίας ἐναρέτως ἔζησας. 
ἀλλ' ὅμως ἔχοις ἂν ἀμαρ
τήματα πολλά· εἰ δὲ 
οὐκ ἔχεις ὡς νομίζεις, ἐν


νόησον ὅτι οὐ τῆς σῆς ἀ
ρετῆς τοῦτο γέγονεν, ἀλ
λὰ τῆς τοῦ θῦ χάριτος· 
εἰ γὰρ μὴ τοὺς προγό
νους ἐκάλεσεν τοὺς σοὺς, 
ς` αὐτὸς ἂν ἦς ἀπειθής· 
ὅρα πῶς πᾶσαν κακί
αν διεξήλθομεν· οὐχὶ 
μυρία διὰ προφητῶν. 
διὰ πάντων ὁ θ͞ς ὠκονό
μει; ἠκούσαμεν· ἦ
μεν γάρ ποτέ φη καὶ ἡ
μεῖς πλανώμενοι· ὅτε 
δὲ ἡ χρηστότης ς` ἡ φιλαν
θρωπία ἐπεφάνη τοῦ 
σ͞ρς ἡμῶν θῦ· πῶς· 
οὐκ ἐξ ἔργων τῶν ἐν δι
καιοσύνη ὧν ἐποιήσα
μεν ἡμεῖς· ἀλλὰ κατὰ 
τὸν αὐτοῦ ἔλεον· ἔσωσεν 
ἡμᾶς διὰ λουτροῦ πα
λιγγενεσίας καὶ ἀνακαι
νώσεως π͞νς ἁγίου· βα
βαὶ πῶς ἧμεν ἐν τῆ κα
κία βεβαπτισμένοι. ὡς 
μὴ δύνασθαι καθαρ


θῆναι ἀλλ' ἀναγεννήσεως 
δεηθῆναι· τοῦτο γάρ ἐ
στι τὸ διὰ παλιγγενεσίας· 
καθάπερ οὖν ἐπὶ οἰκίας 
σαθρῶς διακειμένης· οὐ
δεὶς ὑποστήριγμα τίθη
σιν· οὐδὲ συρράπτει ταῖς 
παλαιαῖς οἰκοδομαῖς· ἀλ
λὰ μέχρι τῶν θεμελίων 
αὐτὴν καταλύσας· οὗτως 
ἄνωθεν ἀνίστησι ς` ἀνακαι
νίζει, οὕτω καὶ αὐτὸς ἐποί
ησεν· οὐκ ἐπεσκεύασεν ἡ
μᾶς, ἀλλ' ἄνωθεν κατεσκεύα
σε· τοῦτο γάρ ἐστι καὶ ἀνα
καινώσεως π͞νς ἁγίου· ἀν
τὶ τοῦ ἄνωθεν ἐποίησε 
καινούς· πῶς; διὰ τοῦ 
π͞νς· καὶ πάλιν ἑτέρως 
τοῦτο δεικνὺς. ἐπάγει· οὗ 
ἐξέχεεν ἐφ' ἡμᾶς πλου
σίως. διὰ ἰῦ χῦ τοῦ σ͞ρς 
ἡμῶν· οὑτω πολλοῦ ἔ
δει ἡμῖν τοῦ ἐλέους· ἵνα 
δικαιωθέντες τῆ ἐκεί
νου χάριτι· πάλιν χάριτι. 


οὐκ ὀφειλῆ· κληρονόμοι 
γενώμεθα κατ' ἐλπίδα 
ζωῆς αἰωνίου· ἅμα καὶ 
προτροπὴ εἰς ταπεινο
φροσύνην ἐστὶ· καὶ ἐλπὶς ὑ
πὲρ τῶν μελλόντων· εἰ 
γὰρ οὕτω ἀπεγνωσμένους 
ὡς ἂνωθεν γεννηθῆναι· ὡς 
χάριτι σωθῆναι· τῶ μηδὲν 
ἔχειν ἀγαθὸν ἔσωσε. πολλῶ 
μᾶλλον ἐν τῶ μέλλοντι τοῦ
το ἐργάσεται· οὐδὲν τῆς 
ἀν͞ινης θηριωδίας χεῖρον ἦν 
πρὸ τῆς τοῦ χῦ παρουσίας· 
ὥσπερ γὰρ ἐχθροὶ καὶ πο
λέμιοι πάντες διέκειν
το πρὸς ἀλλήλους· τοὺς 
παῖδας ἔσφαζον τοὺς 
ἑαυτῶν πρ͞ες· μρ͞ες παι
σὶν ἐπεμαίνοντο· οὐδὲν 
ἦν ἑστηκός· οὐ φυσικὸς. οὐ 
γραπτὸς νόμος· ἀλλ' ἀνα
τέτραπο ἅπαντα· μοι
χεῖαι διηνεκεῖς· φόνοι, 
ς` ἔτι φόνων χαλεπώτε
ρον· κλοπαί· φησὶ δέ τις 


τῶν ἔξωθεν. ὅτι καὶ ἀρε
τῆς τὸ πρᾶγμα ἐδόκει εἶ
ναι· καὶ εἰκότως· ὅπου 
γε καὶ θ͞ν τοιοῦτον ἔσεβον· 
χρησμοὶ συνεχεῖς. τὸν δεῖ
να ἀναιρεῖσθαι καὶ τὸν 
δεῖνα κελεύοντες· εἴπω 
τι τῶν κατ' ἐκεῖνον τὸν 
χρόνον· ἀνδρόγεώς τις 
τοῦ μίνωος υἱὸς· ἐλθὼν 
εἰς ἀθήνας καὶ πάλην 
νικήσας. δίκην ἐδίδου ς` 
ἀνηρέθη· ὁ οὖν ἀπόλλων 
κακῶ τὸ κακὸν ἰώμενος. 
ἐκέλευσε δὶς ἑπτὰ παῖ
δας ἀπάγεσθαι ὑπὲρ τού
του· τί ταύτης τῆς τυ
ραννίδος ὠμότερον· ς` 
τοῦτο ἐγίνετο· καὶ ἄ͞νος 
τοῦ δαίμονος τὴν μανί
αν λῦσαι ἐπελθὼν. ἔσφα
ξε τοὺς παῖδας ἐκεί
νους. ὅτι παρ' αὐτοῖς ἡ 
ἀπάτη ἴσχυεν· ἐπειδὴ 
δὲ διανέστησαν ς` ἤμυναν 
ἑαυτοῖς οὐκέτι· εἰ μὲν 


οὖν δικαίως τὸ πρᾶγμα ἐ
γίνετο, οὐκ ἐχρῆν κωλυ
θῆναι· εἰ δὲ ἀδίκως ὥσ
περ οὖν καὶ ἀδίκως, οὐ
δὲ παρὰ τὴν ἀρχὴν ἐπι
ταγῆναι· πύκτας προσε
κύνουν καὶ παλαιστάς· 
πόλεμοι συνεχεῖς καὶ ἐ
πάλληλοι· κατὰ κώμην. 
κατὰ πόλιν. κατὰ οἰκί
αν ἠρίστευον· ἄκουε δὲ 
παρ' αὐτοῖς καὶ τί ὁ θαυ
μαστὸς αὐτῶν φιλόσοφος 
ἐνομοθέτησε· δούλω μὴ 
ἐξέστω φη παιδεραστεῖν. 
μήτε ξηραλοιφεῖν· ὡς 
ἀρετῆς τοῦ πράγματος 
ὄντος. καὶ πολλὴν ἔχον
τος τιμήν· δια τοῦτο ς` 
ἐπ' οἰκήματος εἱστήκει
σαν φανερῶς· καὶ εἰ 
πάντά τις ἐπέλθοι τὰ 
κατ' αὐτοὺς. εὑρήσει σαφῶς 
ὅτι καὶ εἰς τὴν φύσιν αὐ
τὴν ἐνύβριζον. ς` οὐδεὶς 
ὁ κωλύων ἦν· ς` τὰ δράματα 


αὐτοῖς πάντα τούτων γέ
μει· μοιχείας· ἀσελγεί
ας· διαφθοράς· παν
νυχίδες ἐγίνοντο μιαραί· 
ς` γυναῖκες ἐκαλοῦντο ἐ
πὶ τὴν θέαν· ὣ τῆς μι
αρίας· ἐν νυκτί· ἐν θεά
τρω παννυχὶς ἦν· καὶ 
παρθένος ἐκάθητο μετα
ξὺ νέων μεμηνότων· 
καὶ μεθύοντος ὄχλου· 
τὸ σκότος ἦν ἡ πανή
γυρις· καὶ τὰ μυσαρὰ 
ἔργα τὰ ὑπ' αὐτῶν τε
λούμενα· διὰ τοῦτό φη· 
ἦμέν ποτε ς` ἡμεῖς ἀνό
ητοι· ἀπειθεῖς· πλα
νώμενοι· δουλεύοντες 
ἐπιθυμίαις καὶ ἡδο
ναῖς ποικίλαις· ὁ δεῖ
να τῆς μητρυιᾶς ἠρά
σθη φή· καὶ ἡ δεῖνα τοῦ 
προγόνου. καὶ ἀπήγξα
το· τοὺς γὰρ τῶν παί
δων ἔρωτας. οὕσπερ 
αὐτοῖς παιδικὰ καλεῖν 


ἔθος ἐστὶν. οὐδὲ εἰπεῖν 
ἔνι· πῶς οὐδὲ αἰσχύ
νονται οὐδὲ ἐγκαλύπτον
ται· ἀλλὰ τί βούλει· μη
τρογαμίας ἰδεῖν; ἔστι ς` 
τοῦτο παρ' αὐτοῖς· καὶ 
τὸ δὴ δεινὸν· ὑπὸ ἀ
γνοίας τὸ πράγμα ἐγί
νετο, καὶ οὐκ ἐκώλυεν ὁ 
θ͞ς ὁ παρ' αὐτοῖς, ἀλλὰ 
περιεώρα τὴν φύσιν 
ὑβριζομένην· ς` ταῦ
τα τῶν ἐπισήμων οὖσαν· 
εἰ δὲ οὓς εἰκὸς εἰ καὶ μὴ 
δι' ἔτερόν τι· διὰ γοὖν 
τὴν παρὰ τῶν πολλῶν 
δόξαν ἀντέχεσθαι τῆς 
ἀρετῆς· οὗτοι δὲ οὕτω 
πρηνεῖς κατὰ τῆς κα
κίας ἐφέροντο. τί εἰ
κὸς τοὺς πολλοὺς καὶ 
λανθανόντως βιοῦν
τας διαπράττεσθαι· 
τί ποικιλώτερον ταύ
της τῆς ἡδονῆς· ἠ
ράσθη ἡ δεῖνα τοῦ δεῖ


νος. ἐπανελθόντα τὸν 
ἄνδρα ἔσφαξε διὰ τοῦ 
μοιχοῦ· τάχα ἴστε τὸ διή
γημα οἱ πολλοί· τὸν μοι
χὸν ἀνεῖλεν ὁ παῖς τοῦ 
φονευθέντος· κακεί
νην ἐπέθυσε· μετὰ ταῦ
τα ἐμάνη ς` αὐτὸς καὶ 
ἐρινύσιν ἠλαύνετο· εἶτα 
αὐτὸς οὗτος ὁ μανεὶς ἀ
πελθὼν ἔσφαξεν ἕτερον. 
ς` τὴν ἐκείνου γυναῖκα 
λαμβάνει· τί τούτων 
χεῖρον τῶν συμφορῶν· τού
του χάριν ταῦτα λέγω 
ἀπὸ τῶν ἔξωθεν. ἴνα 
τοὺς ἕλληνας πείσω 
πόσα κατεῖχε τὴν οἰκου
μένην κακά· ἀλλ' εἰ βού
λεσθε. καὶ ἀπὸ τῶν ἡ
μετέρων δεικνύομεν· 
ἔθυσάν φη τοὺς υἱοὺς 
αὐτῶν ς` τὰς θυγατέ
ρας αὐτῶν τοῖς δαι
μονίοις· πάλιν οἱ τὰ 
σόδομα οἰκοῦντες δι' οὐ


δὲν ἔτερον ἀπώλοντο. 
ἢ ὄτι παισὶν ἐπεμαίνοντο· 
ἀλλὰ πάλιν ἐν προοιμί
οις τῆς τοῦ χῦ παρουσίας. 
οὐχὶ ἡ τοῦ βασιλέως θυγά
τηρ ἐν μέσοις ὠρχεῖτο 
συμποσίοις ἐν ἀ͞νοις μεθύ
ουσιν; οὐχὶ φόνον ἤτει καὶ 
ὀρχήσεως τιμὴν τὴν 
κεφαλὴν τοῦ προφήτου; τίς 
λαλήσει τὰς δυναστείας 
τοῦ κῦ· στυγητοί φη· μι
σοῦντες ἀλλήλους· ἀ
νάγκη γὰρ πάντως· ὅ
ταν πάσας τῆ ψυχῆ ἐ
παφῶμεν τὰς ἡδονὰς. 
πολὺ τὸ μίσος γίνεσθαι· 
διατί· ὅτι μετὰ ἀρετῆς 
ἡ ἀγάπη· ὅτι τότε οὐδεὶς 
οὐδένα πλεονεκτεῖ· ὅρα 
καὶ ὁ παῦλος τί φη· μὴ 
πλανᾶσθε· οὔτε πόρνοι· 
οὔτε εἰδωλολάτραι· οὔ
τε μοιχοί. οὔτε μαλακοί· 
οὔτε ἀρσενοκοῖται· οὐ λοί
δοροι· οὐ μέθυσοι. βασι


λείαν θῦ οὐ κληρονομήσου
σι· καὶ ταῦτά τινες ἦτε· 
ὁρᾶς πῶς πᾶν κακίας 
εἶδος ἐπεπόλαζε· καὶ 
πολλή τις ἦν ἡ ἀχλύς ς` 
τὸ δίκαιον διεφθείρετο; 
εἰ γὰρ οἱ προφητείας 
ἀπολαύοντες· καὶ τοσαῦ
τα ὁρῶντες γενόμενα 
κακὰ· καὶ ἐν τοῖς πολε
μίοις καὶ ἐν ἑαυτοῖς. ὅ
μως οὐκ ἠνείχοντο ἀλλὰ 
μυρία κακὰ εἰργάζον
το, τί δὴ οἱ ἄλλοι· ἀλλά τι
νες πάλιν παρ' αὐτοῖς. 
παρθένους γυμνὰς ἐ
κέλευον παλαίειν ἐπ' ὄψε
σιν ἀν͞ων· πολλὰ ὑμῖν 
ἀγαθὰ γένοιτο, ὅτι οὐδὲ 
τὸ ῥῆμα ἀκούειν φέ
ρετε· οὗ τὸ πρᾶγμα οἰ φι
λόσοφοι οὐκ ἠσχύνοντο· 
ἕτερος δέ τις φιλόσο
φος· ὁ κορυφαῖος αὐ
τῶν. ς` εἰς πολέμους 
αὐτὰς ἐξάγει· καὶ κοι


νὰς εἶναι κελεύει ὡς μα
στροπός τις ὢν καὶ προα
γωγός· ἐν κακία καὶ 
φθόνω διάγοντές φη· εἰ 
γὰρ οἱ φιλοσοφοῦντες 
παρ' αὐτοῖς τοιαῦτα 
ἐνομοθέτουν, τί ἂν εἴ
ποιμεν περὶ τῶν μὴ 
φιλοσοφησάντων· εἰ 
οἱ τὸ γένειον ἔχοντες 
βαθὺ ς` τὸν τρίβωνα ἀ
ναβεβλημένοι τοιαῦ
τα λέγουσι, τί ἂν εἴποι
μεν περὶ ἐτέρων· οὐ 
διατοῦτο γέγονεν ἡ γυ
νὴ ἄπαγε· ὥστε κοινῆ 
πᾶσι προκεῖσθαι. ὦ 
πάντα ἀνατρέποντες 
ὑμεῖς· οἱ τοῖς μὲν 
ἄρσεσιν ὡς θηλείαις 
μιγνύμενοι· τὰς δὲ 
θηλείας ὡς ἄνδρας 
εἰς πόλεμον ἐξάγοντες· 
τοῦτο γὰρ ἔργον τοῦ δια
βόλου. πάντα συγχέ
ειν καὶ ἀνατρέπειν· καὶ 


τὰ ἐξ ἀρχῆς τεθέντα 
ὅρια διασαλεύειν ς` με
ταίρειν τὰ ὅρια, ἂ ὁ θ͞ς ἔθετο τῆ 
φύσει· τὴ μὲν γὰρ γυ
ναικὶ, τὸ οἰκουρεῖν μό
νον ἔδωκεν ὁ θ͞ς. τῶ δὲ 
ἀνδρὶ, τὰ δημόσια πράτ
τειν· σὺ δὲ τὴν κεφα
λὴν εἰς τοὺς πόδας κα
τάγεις. καὶ τοὺς πό
δας εἰς τὴν κεφαλὴν 
ἀνάγεις· γυναῖκας ὁ
πλίζεις ς` οὐκ αἰσχύνη; 
Τί δὲ ταῦτα λέγω· εἰσά
γουσί τινα παρ' αὐτοῖς 
γυναῖκα καὶ παῖδας 
ἀνελοῦσαν. καὶ οὐκ αἰ
σχύνονται οὐδὲ ἐντρέ
πονται τοιαῦτα μυσα
ρὰ διηγήματα εἰς 
τὰς τῶν ἀν͞ων ἀκοὰς 
ἐμβάλλοντες· ὅτε 
δὲ ἡ χρηστότης ς` ἡ 
φιλ͞ανία φὴ ἐπεφάνη 
τοῦ σ͞ρς ἡμῶν θῦ· οὐ


κ ἐξ ἔργων τῶν ἐν δικαιο
σύνη ὦν ἐποιήσαμεν 
ἡμεῖς. ἀλλὰ κατὰ τὸν 
αὐτοῦ ἔλεον. ἔσωσεν ἡ
μᾶς διὰ λουτροῦ πα
λιγγενεσίας καὶ ἀνα
καινώσεως π͞νς ἁγίου· 
οὗ ἐξέχεεν ἐφ' ἡμᾶς 
πλουσίως. διὰ ἰῦ χῦ 
τοῦ σ͞ρς ἡμῶν· ἵνα δι
καιωθέντες τῆ ἐκεί
νου χάριτι. κληρονόμοι 
γενώμεθα κατ' ἐλπί
δα ζωῆς αἰωνίου· 
τί ἐστι κατ' ἐλπίδα· 
ἀντὶ τοῦ καθὼς ἠλπί
σαμεν, οὕτως ἀπο
λαύσομεν· ἢ ὅτι ἤδη 
κληρονόμοι ἐστέ· πι
στὸς ὁ λόγος· ἐπειδὴ 
περὶ μελλόντων διε
νέχθη καὶ οὔπω παρόν
των. ἐπήγαγε τὸ ἀξιό
πιστον· ἀληθῆ ταῦτά ἐ
στι φὴ· καὶ δῆλον ἐκ τῶν 
φθασάντων· ὁ γὰρ το


σαύτης ἡμᾶς ἀνομίας ἀ
παλλάξας καὶ τοσού
των κακῶν, εὔδηλον ὅτι 
ς` τῶν μελλόντων ἡμῖν 
μεταδώσει πάντων 
ἐπιμείνασι τῆ χάριτι· 
ἀπὸ γὰρ τῆς αὐτῆς κη
δεμονίας ἅπαντα γίνετ3· 
Εὐχαριστῶμεν οὖν τῶ θῶ. 
καὶ μηδὲν τοὶς ἄλλοις 
ὀνειδίζωμεν· μὴ δὲ 
ἐγκαλῶμεν ἀλλὰ παρα
καλῶμεν μᾶλλον· εὐχώ
μεθα ὑπὲρ αὕτῶν· συμ
βουλεύωμεν· νουθετῶμεν· 
διδάσκωμεν παραι
νῶμεν· κἀν ὑβρίζωσι 
κἀν λακτίζωσι· τοιοῦ
τοι γάρ εἰσιν οἱ νοσοῦντες· 
ἀλλ' οἱ πρὸς τὴν ὑγεί
αν ἐκείνων σπεύδωντες. 
πάντα φέρουσι· πάντα 
πράττουσι κἀν μηδὲν 
ἀνύωσιν, ἵνα μὴ ἑαυτοῖς 
ἐγκαλῶσιν ὥσπερ ἡμε
ληκόσιν· ἢ οὐκ ἴστε ὅτι 


πολλάκις ἰατροῦ ἀπο
γνόντος τοῦ κάμνοντος, 
ἕτερός τις φὴ τῶν προ
σηκόντων πρὸς αὐτόν· 
θεραπείαν πάλιν πρό
σαγε καὶ μηδὲν ἐλλίπης. 
ἵνα μηδὲν ἑαυτῶ ἐγκα
λῶ· ἵνα μὴ μέμφωμαι· 
ἵνα μὴ κατηγορεῖν ἔχω 
ἐμαυτοῦ· οὐχ ὁρᾶτε 
πόσην οἱ προσήκοντες 
περὶ τοὺς ἐπιτηδείους 
ποιοῦνται τὴν πρόνοι
αν; πόσα ὑπὲρ τούτου 
πράττουσι· καὶ ἰατροὺς 
παρακαλοῦντες· καὶ 
χρήματα ἀναλίσκον
τες καὶ προσεδρεύοντες 
διαπαντός; κἂν τού
τους μιμώμεθα· καί
τοι γε οὐχ ὑπὲρ τῶν ἴσων 
ἡ φροντίς· νῦν δὲ τὸ μὲν 
σῶμα κάμνοντος τοῦ 
παιδὸς, οὐκ ἂν παραι
τήσαιτό τις ς` μακρὰν 
ἀποδημίαν στείλασθαι. 


ὥστε λῦσαι τὴν νόσον· 
τῆς δὲ ψυχῆς κακῶς ἐ
χούσης. οὐδεὶς οὐδέ
να ποιεῖται λόγον· ἀλ
λὰ πάντες ἀναπεπτώ
καμεν· πάντες ῥαθυ
μοῦμεν· πάντες ὀλιγω
ροῦμεν· καὶ παῖδας ς` 
γυναίκας ς` ἡμᾶς αὐτοὺς 
περιορῶντες ἀναλίσκο
μένους, ὑπὸ τῆς νόσου 
ταύτης τῆς χαλεπῆς. 
ἀλλ' ὕστερον λαμβάνομεν 
τὴν αἴσθησιν· ἐννοή
σατε πῶς αἰσχρὸν ς` 
σφόδρα καταγέλαστον ὕ
στερον λέγειν, οὐ προσεδο
κῶμεν· οὐκ ἠλπίσαμεν 
τοῦτο ἔσεσθαι· οὐκ αἰσχρὸν 
δὲ μόνον, ἀλλὰ καὶ ἐπι
κίνδυνον· εἰ γὰρ ἐν τῶ 
παρόντι βίω τῶν ἀνοή
των ἐστὶ· τὸ τὰ μέλλοντα 
μὴ προορᾶν, πολλῶ μᾶλ
λον κατὰ τὸν μέλλοντα· 
ὅτε καὶ ἀκούομεν νῦν πολ


λῶν συμβουλευόντων ς` 
λεγόντων τὰ πρακτέα ς` 
τὰ μὴ πρακτέα· ἀντε
χώμεθα τοίνυν τῆς ἐλ
πίδος ἐκείνης· φροντίζω
μεν τῆς σ͞ρίας τῆς ἡμε
τέρας· τὸν θ͞ν ἐπὶ πᾶ
σι παρακαλῶμεν ὥστε 
χεῖρα ὀρέξαι· μέχρι τίνος 
ῥάθυμοι· μέχρι τίνος ἀμε
λεῖς· μέχρι τίνος καταφρο
νοῦμεν ἑαυτῶν ς` τῶν ὁ
μοδούλων ἡμῶν· αὐτὸς πλου
σίως ἐξέχεεν ἐφ' ἡμᾶς τὴν 
τοῦ π͞νς χάριν· ἐννοήσω
μεν τοίνυν ὅσην χάριν 
περὶ ἡμᾶς ἐπεδείξατο. 
ς` τοσαύτην ς` ἡμεῖς σπου
δὴν ἐπιδειξώμεθα· 
μᾶλλον δὲ τοσαύτην 
μὲν οὐ δυνατόν· κἂν γοὖν 
ἐλάττονα· ἀν γὰρ ς` μετὰ 
τὴν χάριν ταύτην ὦ
μεν ἀναίσθητοι. μείζων 
ἡμῖν ἔσται ἡ κόλασις· εἰ 
μὴ ἦλθον γάρ φη καὶ ἐλάλη


σα αὐτοῖς. ἁμαρτίαν 
οὐκ εἶχον· νῦν δὲ πρό
φασιν οὐκ ἔχουσιν· ἀλλὰ 
μὴ γένοιτο ταῦτα περὶ 
ἡμῶν εἰπεῖν· ἀλλὰ γέ
νοιτο πάντας ἡμᾶς ἀ
ξιωθῆναι τῶν ἐπηγγελ
μένων ἀγαθῶν τοῖς ἠγα
πηκόσιν αὐτὸν ἐν χῶ
ἰῦ τῶ κῶ ἡμῶν· ὧι ἡ 
δόξα εἰς τοὺς αἰώνας· 
ἀμήν :—                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      


†Λχό ͞S†


† ΚΑΙ ΠΕΡΙ ΤΟΥΤΩΝ ΒΟΥ
ΛΟΜΑΙ ΣΕ ΔΙΑΒΕΒΑΙΟΥΣΘȜ.
ΙΝΑ ΦΡΟΝΤΙΖΩΣΙ ΚΑΛΩΝ 
ΕΡΓΩΝ ΠΡΟΪΣΤΑΣΘΑΙ. ΟΙ 
ΠΕΠΙΣΤΕΥΚΟΤΕΣ ΤΩ Θ͞Ω· 
ΤΑΥΤΑ ΕΣΤΙ ΚΑΛΑ S` ΩΦΕ
ΛΙΜΑ ΤΟΙΣ ΑΝ͞ΟΙΣ· ΜΩ
ΡΑΣ ΔΕ ΖΗΤΗΣΕΙΣ ΚΑΙ ΓΕ
ΝΕΑΛΟΓΙΑΣ ΚΑΙ ΕΡΙΣ Ϗ` 
ΜΑΧΑΣ ΝΟΜΙΚΑΣ ΠΕΡΙ
ΪΣΤΑΣΟ· ΕΙΣΙ ΓΑΡ ΑΝΩΦΕ
ΛΕΙΣ ΚΑΙ ΜΑΤΑΙΟΙ· ΑΙ
ΡΕΤΙΚΟΝ ΑΝ͞ΟΝ ΜΕΤΑ 


ΜΙΑΝ ΝΟΥΘΕΣΙΑΝ 
ΚΑΙ ΔΕΥΤΕΡΑΝ ΠΑ
ΡΑΙΤΟΥ· ΕΙΔΩΣ ΟΤΙ ΕΞΕ
ΣΤΡΑΠΤΑΙ Ο ΤΟΙΟΥΤΟΣ· S` Α
ΜΑΡΤΑΝΩΝ ΑΥΤΟΚΑΤΑΚΡΙΤ°:~
Εἰπῶν περὶ τῆς τοῦ 
θῦ φιλαν͞ιας ς` περὶ 
τῆς ἀφάτου αὐτοῦ 
περὶ ἡμᾶς κηδεμονί
ας· καὶ τίνας ὄντας 
ἡμᾶς τίνας εἰργάσα
το, ἐπήγαγε καὶ φή· ς` 
περὶ τούτων βούλομαί 
σε διαβεβαιούσθαι. 
ἵνα φροντίζωσι κα
λῶν ἔργων προΐστασθ3. 
οἱ πεπιστευκότες τῶ 
θῶ· τουτέστι. ταῦ
τα διαλέγεσθαι ς` ἀ
πὸ τούτων προτρέ
πειν ἐπὶ ἐλεημοσύ
νην· οὐ γὰρ μόνον πρὸς 
ταπεινοφροσύνην ἡ
μῖν τὰ εἰρημένα 
ἁρμόσει καὶ πρὸς τὸ 
μὴ ἐπαίρεσθαι καὶ