† ΛΟΓΟΣ ͞Ε :~ 


ΕΠΕΦΑΝΗ ΓΑΡ Η ΧΑΡΙΣ ΤΟΥ Θ͞Υ Η 
ΣΩΤΗΡΙΟΣ, ΠΑΣΙΝ ΑΝΟ͞ΙΣ ΠΑΙΔΕΥΟΥ
ΣΑ ΗΜΑΣ· ΙΝΑ ΑΡΝΗΣΑΜΕΝΟΙ ΤΗΝ Α
ΣΕΒΕΙΑΝ ΚΑΙ ΤΑΣ ΚΟΣΜΙΚΑΣ ΕΠΙΘΥ
ΜΙΑΣ. ΣΩΦΡΟΝΩΣ ΚΑΙ ΔΙΚΑΙΩΣ ΚΑΙ 
ΕΥΣΕΒΩΣ ΖΗΣΩΜΕΝ ΕΝ ΤΩ ΝΥΝ ΑΙΩ
ΝΙ· ΠΡΟΣΔΕΧΟΜΕΝΟΙ ΤΗΝ ΜΑΚΑ
ΡΙΑΝ ΕΛΠΙΔΑ ΚΑΙ ΕΠΙΦΑΝΕΙΑΝ ΤΗΣ 
ΔΟΞΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ Θ͞Υ ΚΑΙ Σ͞ΡΣ ΗΜΩΝ 
ΙΗΣΟΥ Χ͞Υ· ΟΣ ΕΔΩΚΕΝ ΕΑΥΤΟΝ 
ΥΠΕΡ ΗΜΩΝ, ΙΝΑ ΛΥΤΡΩΣΗΤΑΙ 
ΗΜΑΣ ΑΠΟ ΠΑΣΗΣ ΑΝΟΜΙΑΣ· 
ΚΑΙ ΚΑΘΑΡΙΣΗ ΕΑΥΤΩ ΛΑΟΝ ΠΕ
ΡΙΟΥΣΙΟΝ. ΖΗΛΩΤΗΝ ΚΑΛΩΝ ΕΡ
ΓΩΝ 
Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαιτή
σας τὴν ἀρετήν· καὶ γάρ ἐστι πολ
λὴ τῶ τὴν διδασκαλίαν τοῦ θῦ 
καὶ σ͞ρς ἡμῶν κοσμεῖν ἐν πᾶσι· καὶ 
μηδεμίαν διδόναι τοῖς δεσπόταις 
λαβὴν μηδὲ ἐν τω τυχόντι, ἐπά
γει καὶ τὴν αἰτίαν δικαίαν δι' ἢν ὀφεί
λουσι τοιοῦτοι εἶναι οἱ οἰκέται· ποίαν 
δὴ ταύτην, ἐπεφάνη γάρ φη ἡ χά
ρις τοῦ θῦ ἡ σρ͞ιος· οἱ θῦ διδασκά
λου τυγχάνοντες, πῶς οὐκ ἂν εἶεν 
εἰκότως τοιοῦτοι οἵους ἄρτι διῆλθον 
ἐγὼ· μυρίων ἀμαρτημάτων λύσιν 
εὐρόντες· ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλ
λων. καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐντρέ
πει καὶ συστέλλει ψυχὴν· τὸ μυρί
ων ἁμαρτημάτων οὖσαν ὑπεύθυ


νον, μὴ δίκην δοῦναι ἀλλὰ συγγνώμης 
τυχεῖν καὶ μυρίων ἀγαθῶν· εἰ γάρ τις 
εἰπέ μοι τὸν μυρία προσκρούσαντα 
οἰκέτην λαβὼν μὴ κατατείνη ἱμᾶ
σιν· ἀλλ' ἐπ' ἐκείνοις μὲν συγγνώμην 
παράσχοι· ὑπὲρ δὲ τῶν μελλόντων 
αὐτὸν ἀπαιτοίη εὐθύνας· καὶ φυλάτ
τεσθαι παρακελεύοιτο· ὥσ
τε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· 
καὶ δωρεαῖς μεγάλαις τιμήσει, τί
να οὐκ ἂν εἴεσθε ἐντρέψαι τὴν τοσαύ
την χάριν ἀκούοντα· ἀλλὰ μὴ 
Νομίσης ὅτι ἡ χάρις μέχρι τῆς τῶν 
προτέρων ἁμαρτημάτων συγχω
ρήσεως ἵσταται· οὐ γὰρ μέχρι τούτου, 
ἀλλὰ καὶ εἰς τὸ μέλλον ἡμᾶς ἀσφα
λίζεται· καὶ γὰρ καὶ τοῦτο χάριτος· 
ἐπεὶ εἰ μέλλοι ἀεὶ κακῶς πράττον
τας μὴ κολάζειν, οὐκέτι τὸ πρᾶγμα 
χάρις ἐστὶν, ἀλλὰ προτροπή τις 
εἰς λύμην καὶ διαφθορὰν· ἐπεφάνη 
γάρ φη ἡ χάρις τοῦ θῦ παιδεύουσα 
ἡμᾶς· ἵνα ἀρνησάμενοι τὴν ἀσέ
βειαν καὶ τὰς κοσμικὰς ἐπιθυμί
ας, σωφρόνως καὶ δικαίως καὶ εὐ
σεβῶς ζήσωμεν ἐν τῶ νῦν αἰῶνι· 
προσδεχόμενοι τὴν μακαρίαν ἐλ
πίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ 
μεγάλου θῦ καὶ σ͞ρς ἡμῶν ἰῦ χῦ· 
Ὅρα πῶς  μετὰ τῶν ἐπάθλων τίθη
σι τὴν ἀρετήν· καὶ τοῦτο χάριτος. τὸ 
ἀπαλλάξαι τῶν βιωτικὼν· τὸ 
πρὸς τὸν οὐ͞νον ἀγαγεῖν· δύο δείκνυ
σιν ἐνταῦθα ἐπιφανείας καὶ γάρ 
εἰσι δύο· ἡ μὲν προτέρα χάριτος. 
ἡ δὲ δευτέρα ἀνταποδώσεως 
καὶ τοῦ δικαίου· ἵνα ἀρνησάμενοί 
φη τὴν ἀσέβειαν καὶ τὰς κοσμι
κὰς ἐπιθυμίας· ἰδοὺ πάσης 
τῆς ἀρετῆς ἡ ὑπόθεσις· οὐκ εἶ
πεν ἵνα ἀρνησώμεθα· ἀλλ' ἵνα ἀρ
νησάμενοι· ἡ ἄρνησις, πολλὴν 
δείκνυσι τὴν διάστασιν: πολὺ τὸ μί
σος; πολλὴν τὴν ἀποστροφήν; 
μεθ' ὅσης διαθέσεως· μεθ' ὅσης 


σπουδῆς  τὰ εἴδωλα ἀπεστράφησαν. 
μετὰ τοσαύτης καὶ τὴν κακίαν αὐ
τήν βούλεται καὶ τὰς κοσμικὰς 
ἐπιθυμίας φεύγειν· καὶ γὰρ καὶ ταῦ
τα εἴδωλα· κοσμικὴ ἐπιθυμία, 
πλεονεξία· μᾶλλον δὲ ταύτην καὶ 
εἰδωλολατρίαν καλεῖ· κοσμικὴ 
ἐπιθυμία, φιλαργυρία· καὶ ταύ
την εἰδωλολατρίαν ὀνομάζει· καὶ 
ὅσα πρὸς τὸν παρόντα βίον ἡμῖν 
χρησιμεύει, κοσμικαί εἰσιν ἐπιθυ
μίαι· πάντα ὅσα ἂν μὴ διαβαίνη 
μεθ' ἡμῶν εἰς τὸν οὐ͞νον. κοσμικαί εἰ
σιν ἐπιθυμίαι· πάντα ὅσα ἂν τῶ 
παρόντι κόσμω συγκαταλύηται, 
κοσμική ἐστιν ἐπιθυμία· μηδὲν 
τοίνυν πρὸς ταύτας ἔχωμεν· ἦλθεν 
ὁ χ͞ς, ἵνα ἀρνησώμεθα τὴν ἀσέβειαν· 
ἀσέβειαν, τὰ δόγματά λέγει· καὶ 
τὰς κοσμικὰς ἐπιθυμίας, τὸν βίον τὸν 
ἐναγῆ· σωφρόνως καὶ δικαίως 
καὶ εὐσεβῶς ζήσωμεν ἐν τῶ νῦν 
αἰῶνι· ὁρᾶς ὅτι ὅπερ ἀεὶ λέγω· σω
φροσύνη οὐ τοῦτο μόνον ἐστι. τὸ πορ
νείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν 
λοιπῶν παθῶν ἐκτὸς εἶναι; ἄρα 
καὶ ὁ χρημάτων ἐρῶν, οὐ σώφρων· 
ὥπερ γὰρ ἐκεῖνος σωμάτων, οὕ
τω καὶ οὗτος χρημάτων· μᾶλλον 
δὲ οὗτος ἀκολαστότερος, ὅσω οὐδὲ 
τοσαύτην ἔχει βίαν τὴν ὠθοῦσαν 
αὐτόν· καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀ
κρατὴς μάλιστα ἂν λέγοιτο, οὐχ ὁ 
τὸν τραχὺν καὶ δυσήνιον μὴ κατέ
χων ἵππον· ἀλλ' ὁ τὸν ἡρέμα ἐπιει
κέστερον μὴ δυνάμενος ὑποτάξαι· 
τί δέ φη ἡ τῶν χρημάτων ἐπιθυ
μία ἐλάττων τῆς τῶν σωμάτων; 
παντί που δῆλόν ἐστι καὶ πολλα
χόθεν τοῦτο δείκνυται· πρῶ
τον μὲν, ὅτι ἀναγκαίως· γέγονεν 
ἡ τῶν σωμάτων ἐπιθυμία· τὸ 
δὲ ἀναγκαίως γεγονὸς, δῆλόν ὅτι 
καὶ μετὰ πολλοῦ κατορθοῦται τοῦ 
πόνου· ἐπεὶ καὶ ἐνεσπάρει τῆ φύσει: 


δεύτερον, ὅτι χρημάτων μὲν οὐ πο
λὺς τοῖς παλαιοῖς λόγος· γυναικῶν 
δὲ πολύς, σωφροσύνης ἕνεκεν· 
καὶ γυναικὶ μὲν συγγενομένω κατὰ 
νόμον, οὐδεὶς ἂν μέμψαιτο μέχρι γή
ρως· χρηματιζομένω δὲ, πάντες· 
καὶ τῶν ἔξωθεν φιλοσόφων πολλοὶ 
χρημάτων μὲν κατεφρόνησαν· 
γυναικῶν δὲ οὐκ ἔτι· οὕτω τοῦτο ἐκεί
νου τυραννικώτερον· ἀλλ' ἐπειδὴ πρὸς 
τὴν ἐκκλησίαν ἡμῖν ὁ λόγος, μὴ 
ἀπὸ τῶν ἔξωθεν φέρωμεν τὰ ὑπο
δείγματα ἀλλ' ἀπὸ τῶν γραφῶν· 
τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγματος 
σχεδὸν μέρει τίθησιν ὁ μακάριος 
οὗτος οὕτω λέγων· ἔχοντες διατρο
φὰς καὶ σκεπάσματα, τούτοις 
ἀρκεσθησόμεθα· περὶ δὲ τῶν 
γυναίκων, μὴ ἀποστερεῖτε ἀλλή
λους εἰ μὴ τι ἂν ἐκ συμφώνου· καὶ 
πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε· καὶ 
πολλάκις ἵδοις ἂν αὐτὸν περὶ συνου
σίας νομοθετοῦντα τῆς νομίμου· 
καὶ ταύτης μὲν ἀφίησιν ἀπολαύειν 
τῆς ἐπιθυμίας καὶ δευτέρω προσι
έναι γάμω· καὶ πολλὴν ποιεῖσθαι τοῦ 
πράγματος τῆν ἐπιμέλειαν καὶ οὐ
δαμοῦ ὑπὲρ τούτου κολάζει· τὸν δὲ 
χρημάτων ἐφιέμενον, πανταχοῦ 
καταδικάζει· καὶ περὶ μὲν χρη
μάτων, ὁ χ͞ς διετάξατο πολλαχοῦ 
ὥστε φεύγειν τὴν ἐντεῦθεν λύμην· 
περὶ δὲ ἀποχῆς γυναικὸς, οὐχ οὔ
τως· ἄκουε δὲ τί φη περί χρη
μάτων· ἐὰν μή τις ἀποτάξηται 
πᾶσιν αὐτοῦ τοῖς ὑπάρχουσιν· 
οὐδαμοῦ εἶπεν ἐὰν μή τις ἀποτά
ξηται γυναικί· οἶδε γὰρ οἵαν 
ἐνέθηκε τὴν τυραννίδα· καὶ ὁ 
μακάριος οὗτός φη τιμοθέω; 
τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμί
αντος· οὐδαμοῦ τιμίαν τὴν τῶν 
χρημάτων ἐπιμέλειαν καλεῖ. 
ἀλλὰ τὸ ἐναντίον· οἱ δὲ βουλό
μενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς 


πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμί
ας πολλὰς ἀνοήτους καὶ βλαβεράς· 
οὐκ εἶπεν πλεονεκτεῖν. ἀλλὰ πλου
τεῖν· ἐν ἔργοις ἀγαθοῖς· ἵνα δὲ μάθη
τε καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν, ἀ
ναγκαίον καὶ τοῦτον τὸν λόγον εἰς μέ
σον παραγαγεῖν· χρημάτων μὲν γάρ 
τις καθάπαξ ἀποστερηθεὶς, οὐκ ἔτ' ἂν 
ἐνοχλοῖτο ὑπὸ τῆς ἐπιθυμίας· οὐ
δὲν γὰρ οὕτω ποιεῖ χρημάτων ἐπιθυ
μεῖν, ὡς τὸ χρήματα ἔχειν· ἐπὶ δὲ 
τῆς τῶν σωμάτων ἐπιθυμίας, οὐχ οὕ
τως· ἀλλὰ καὶ εὐνουχισθέντες πολ
λοὶ, τὴν ἔνδον ἐνοχλοῦσαν πυρὰν οὐ
κ ἀπέβαλον· ἡ γὰρ ἐπιθυμία, ἐν ἑτέ
ροις κεῖται ὀργάνοις ἔνδον ἐν τῆ φύσει 
ἐγκειμένη· τίνος οὖν ἕνεκεν ταῦτα 
Εἴρηται; δεῖξαι ὅτι οἱ πλεονέκται 
τῶν πορνευόντων ἀκολαστότεροι; 
ὅσω ὑπὸ ἐλάττονος ἐνοχλοῦνται ἐπι
θυμίας· μᾶλλον δὲ οὐδὲ ἐπιθυμία 
τὸ πρᾶγμά ἐστιν. ἀλλὰ ῥαθυμία· ἐν
ταῦθα μὲν γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυ
μία φυσική, ὥστε καὶ ἂν γυναικί τις 
μὴ πλησιάζη, ἡ φύσις τὸ αὐτῆς ποι
εῖ καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν τοιοῦ
τον γίνεται· καὶ εὐσεβῶς φη ζήσω
μεν ἐν τῶν νῦν αἰῶνι· καὶ τίς εἴπὲ 
ἡ ἐλπίς· τί τὸ ἔπαθλον τῶν πόνω‾· 
προσδεχόμενοί φη τὴν μακαρίαν ἐλ
πίδα καὶ ἐπιφάνειαν· ὄντως γὰρ 
οὐδὲν ἐκείνης μακαριώτερον· ταῦ
τα λόγος παραστῆσαι οὐ δύναται· 
καὶ γὰρ οὐν ὑπερβαίνει τὰ τότε 
ἀγαθά· προσδεχόμενοί φη τὴν μα
καρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς 
δόξης τοῦ μεγάλου θῦ καὶ σρ͞ς ἡμῶν· 
ποῦ εἰσὶν οἱ τοῦ π͞ρς ἐλάττονα τὸν 
υἱὸν λέγοντες· τοῦ μεγάλου θῦ φη 
καὶ σρ͞ς· ὁ τοὺς ἐχθροὺς σώσας, 
τί οὐκ ἐργάσεται τότε εὐδόκιμοῦν
τας λαβών· τοῦ μεγάλου φὴ θῦ· 
τὸ μέγας ἐπὶ θῦ ὅτ ἂν λέγη, οὐ πρός 
τι μέγα φη· ἀλλ' ἀπολύτως, μέγας. 
μεθ' ὃν οὐκ ἂν εἴη μέγας· ἐπεί, πρός τι 


ἐστίν· εἰ δὲ πρός τι, κατὰ σύγκρισιν 
καὶ οὐ φύσει μέγας· νῦν δὲ ἀσυγκρί
τως μέγας· ὅς ἔδωκεν ἑαυτὸν ὑ
πὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡ
μᾶς ἀπὸ πάσης ἁμαρτίας· καὶ 
καθαρίση ἑαυτῶ λαὸν περιούσιον· 
τουτέστιν· ἐξειλεγμένον· οὐδὲν ἔχοντα 
κοινὸν πρὸς τοὺς λοιπούς· ζηλωτὴν 
καλῶν ἔργων· ὁρᾶς ὅτι καὶ τῶν 
πάρ' ἡμῶν δεῖ; οὐχ ἁπλῶς ἔργων· 
ἀλλὰ ζηλωτήν· τουτέστι, μετὰ 
προθυμίας πολλῆς ἐπ' αὐτὴν ἰόν
τα τὴν ἀρετήν· μετὰ σφοδρότητος 
τῆς προσηκούσης· τὸ μὲν οὖν ἔν
θεν βεβαρημένους τοῖς κακοῖς 
καὶ ἀνίατα νοσοῦντας ἀπαλλά
ξαι, τῆς ἐκείνου φιλα͞νίας ἦν· τὸ 
τὸ δὲ μετὰ ταῦτα, καὶ ἡμῶν καὶ ἐκείνου· 
ταῦτα λάλει καὶ παρακάλει καὶ 
ἔλεγχε· μετὰ πάσης ἐπιταγῆς· 
ταῦτα λάλει καὶ παρακάλει· ὁρᾶς 
πῶς τιμοθέω μεν προστάττει λέγων· 
ἔλεγξον ἐπιτίμησον παρακάλεσον· 
ἐν ταῦθα δὲ. ταῦτα λάλει καὶ πα
ρακάλει καὶ ἔλεγχε μετὰ πάσης
ἐπιταγῆς; ἐπειδὴ τὸ ἦθος τούτων 
σκληρότερον ἦν, δια τοῦτο καὶ ἀπο
τόμως καὶ μετὰ πάσης ἐπιταγῆς 
ἐλέγχειν ἐπιτάττει· ἔστι γὰρ τῶν 
ἁμαρτημάτων ἃ καὶ ἐπιτάγμασιν 
ἀπείργειν χρή· οἷον τὸ μὲν χρημά
των καταφρονεῖν, παραινοῦντας δεῖ 
πείθειν· καὶ τὸ ἐπιεικεῖς εἶναι, 
καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν· 
τὸν πόρνον· τὸν πλεονέκτην. 
μετ' ἐπιταγῆς ἀπάγειν· τὸν οἰωνι
ζόμενον· τὸν κληδονιζόμενον· 
τὸν ἄλλα τοιαῦτα πράττοντα· 
καὶ οὐδὲ ἁπλῶς ἐπιταγῆς· ἀλλὰ 
μετὰ πάσης ἐπιταγῆς· ὁρᾶς πῶς 
βούλεται καὶ μετὰ αὐθεντίας καὶ 
μετὰ ἐξουσίας πολλῆς ταῦτα αὐ
τὸν ἐπιτάττειν; μηδείς σου πε
ριφρονείτω· τουτέστι, καταφρονεί
τω· ἀλλ' ὑπομίμνησκε αὐτούς, 


ἀρχαῖς· καὶ ἐξουσίαις ὑποτάσεσθαι· 
πειθαρχεῖν· πρὸς πᾶν ἔργον ἀγα
θὸν ἐτοίμους εἶναι· μηδένα βλασφη
μεῖν· ἀμάχους εἶναι· τί οὖν μηδὲ 
τοὺς κακῶς πράττοντας; μηδὲ 
ἐκείνοις λοιδορουμένους· πρὸς πᾶν 
ἔργον ἀγαθὸν ἑτοίμους εἶναι· μηδένα 
βλασφημεῖν· κἂν ὅστις ἦ φη, μηδέ
να λοιδορῶμεν· ἀκούσωμεν τῆς 
παραινέσεως· μηδένα φὴ βλασφη
μεῖν· καθαρὸν ἡμῖν εἶναι δεῖ τὸ στόμα 
ἀπὸ λοιδορίας· εἴτε γὰρ ἀληθεῖς εἰσὶν 
αἱ λοιδορίαι, οὐχ' ἡμῶν ταῦτα λέγειν, 
ἀλλὰ τοῦ κριτοῦ ἐξετάζειν· σὺ γάρ φη 
τί κρίνεις τὸν ἀδελφόν σου· εἴτε οὐ
κ ἀληθεῖς, ὅρα ὅσον τὸ πῦρ· ἄκουε 
τοῦ ληιστοῦ λέγοντος πρὸς τὸν ἕτερον 
ληστήν· καὶ γὰρ καὶ αὐτοὶ ἐν τῶ αὐτῶ 
κρίματι ἐσμέν· τὸν αὐτὸν ἀγῶνα τρέ
χομεν· ἐὰν ὀνειδίσης ἑτέρους, ταχέ
ως καὶ αὐτὸς τοῖς αὐτοῖς περιπεσῆ· 
διατοῦτο παραινεῖ ὁ μακάριος οὗτος 
λέγων· ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ 
πέση· ἀμάχους εἶναι φη· ἐπιεικεῖς· 
πᾶσαν ἐνδεικνυμένους πραότητα 
πρὸς πάντας ἀν͞ους· καὶ ἕλληνας, 
καὶ ἰουδαίους· καὶ μοχθηρούς· καὶ 
πονηρούς· ἐκεῖ μὲν οὖν ἀπὸ τῶν 
μελλόντων φοβεῖ λέγων, ὁ δοκῶν ἑ
στάναι βλεπέτω μὴ πέση· ἐνταῦθα 
δὲ οὐκ ἀπὸ τῶν μελλόντων ἀλλ' ἀπὸ 
τῶν παρελθόντων ἐντρέπει· τὸ 
αὐτὸ ποιῶν δι' ὧν ἐπάγει· ἦμεν γάρ 
ποτὲ καὶ ἡμεῖς ἀνόητοι· ὅπερ ἐν 
τῆ πρὸς γαλάτας ποιεῖ γράφων· 
ὅτι καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι, ὑπὸ 
τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλω
μένοι· οὐκ οὖν μηδενὶ ὀνειδίσης· τοι
οῦτος γάρ ἦς καὶ σύ· ἦμεν γάρ φη 
ποτέ καὶ ἡμεῖς ἀνόητοι· ἀπειθεῖς· 
πλανώμενοι· δουλεύοντες ἐπιθυ
μίαις καὶ ἡδοναῖς ποικίλαις· ἐν κα
κία καὶ φθόνω διάγοντες· στυγητοί· 
μισοῦντες ἀλλήλους· ὥστε πρὸς 
πάντας τοιούτους εἶναι δεῖ· ἡμέ


ρως ἔχειν· ὁ γὰρ τοιοῦτος ὢν πρότε
ρον καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφεί
λει τούτοις· ἀλλ' εὔχεσθαι καὶ χάριτας 
ἔχειν τῶ καὶ αὐτῶ κακείνοις δόντι 
τὴν ἀπαλλαγὴν τῶν προτέρων κα
κῶν· μηδεὶς καυχάσθω· πάντες γὰρ 
ἥμαρτον· ὅτ' ἂν οὖν ἐθέλης ὀνειδίσαι 
τινα κατορθῶν αὐτὸς, καὶ τὸν πρό
τερόν σου ἐννοῶν βίον καὶ τὸ τοῦ μέλ
λοντος ἄδηλον, ἀναχαίτιζε τὴν ὁρ
μήν· εἰ γὰρ καὶ ἐκ πρώτης ἡλικίας 
ἐναρέτως ἔζησας, ἀλλ' ὅμως ἔχοις 
ἂν ἀμαρτήματα πολλά· εἰ δὲ οὐκ ἔ
χεις ὡς νομίζεις, ἐννόησον ὅτι οὐ τῆς 
σῆς ἀρετῆς τοῦτο γέγονεν. ἀλλὰ τῆς 
τοῦ θῦ χάριτος· εἰ γὰρ μὴ τοὺς προγό
νους ἐκάλεσεν τοὺς σοὺς, καὶ αὐτὸς 
ἂν ἦς ἀπειθής· ὅρα πῶς πᾶσαν 
κακίαν διεξήλθομεν· οὐχὶ μυρία 
διὰ προφητῶν, διὰ πάντων ὁ θ͞ς 
ὠκονόμει; ἠκούσαμεν· ἦμεν γάρ 
ποτέ φη καὶ ἡμεῖς πλανώμενοι· 
ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλα͞νία 
ἐπεφάνη τοῦ σ͞ρς ἡμῶν θῦ· πῶς, 
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνη· ἀλ
λὰ κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσωσεν 
ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας 
καὶ ἀνακαινώσεως π͞νς ἁγίου· 
βαβαὶ πῶς ἧμεν ἐν τῆ κακία βε
βαπτισμένοι, ὡς μὴ δύνασθαι κα
θαρθῆναι ἀλλ' ἀναγεννήσεως δεη
θῆναι· τοῦτο γάρ ἐστι τὸ διὰ παλιγ
γενεσίας· καθάπερ οὖν ἐπὶ οἰκί
ας σαθρῶς διακειμένης οὐδεὶς 
ὑποστήριγμα τίθησιν οὐδὲ συρρά
πτει ταῖς παλαιαῖς οἰκοδομαῖς· 
ἀλλὰ μέχρι τῶν θεμελίων αὐτὴν 
καταλύσας οὗτως ἄνωθεν ἀνί
στησι καὶ ἀνακαινίζει, οὕτω καὶ 
αὐτὸς ἐποίησεν· οὐκ ἐπεσκεύα
σεν ἡμᾶς. ἀλλ' ἄνωθεν κατεσκεύ
ασε· τοῦτο γάρ ἐστι ἀνακαινώ
σεως π͞νς ἁγίου· ἀντὶ τοῦ ἄνω
θεν ἐποίησε καινούς· πῶς· δι
ὰ τοῦ π͞νς· καὶ πάλιν ἑτέρως τοῦτο 


δεικνὺς ἐπάγει· οὗ ἐξέχεεν ἐφ' ἡμᾶς 
πλουσίως· διὰ ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· 
οὕτω πολλοῦ δεῖ ἡμῖν τοῦ ἐλέους· 
ἵνα δικαιωθέντές τῆ ἐκείνου χάριτι· 
πάλιν χάριτι οὐκ ὀφειλῆ· κληρονό
μοι γενώμεθα κατ' ἐλπίδα ζωῆς 
αἰωνίου· ἅμα καὶ προτροπὴ εἰς 
ταπεινοφροσύνην ἐστι, καὶ ἐλπὶς ὑπὲρ 
τῶν μελλόντων· εἰ γὰρ οὕτως ἀπε
γνωσμένους ὡς ἂνωθεν γεννηθῆναι· 
ὡς χάριτι σωθῆναι τῶ μηδὲν ἔχειν 
ἀγαθὸν ἔσωσε, πολλῶ μᾶλλον ἐν τῶ 
μέλλοντι τοῦτο ἐργάσεται· οὐδὲν τῆς 
ἀν͞ινης θηριωδίας χεῖρον ἦν πρὸ τῆς 
τοῦ χῦ παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ 
καὶ πολέμιοι πάντες διέκειντο πρὸς 
ἀλλήλους· τοὺς παῖδας ἔσφαζον τοὺς 
ἑαυτῶν, πρ͞ες· μρ͞ες παισὶν ἐπεμαί
νοντο· οὐδὲν ἦν ἑστηκὸς οὐ φυσικὸς. 
οὐ γραπτὸς νόμος· ἀλλ' ἀνατέτραπτο 
ἅπαντα· μοιχείαι διηνεκεῖς· φόνοι. 
καὶ ἔτι φόνων χαλεπώτερον· κλο
παί· φησὶ δέ τις τῶν ἔξωθεν, ὅτι 
καὶ ἀρετῆς τὸ πρᾶγμα ἐδόκει εἶναι· 
καὶ εἰκότως· ὅπου γε καὶ θ͞ν τοιοῦτον 
ἔσεβον· χρησμοὶ συνεχεῖς, τὸν δεῖνα 
ἀναιρεῖσθαι καὶ τὸν δεῖνα κελεύοντες· 
Εἴπω τι τῶν κατ' ἐκεῖνον τὸν χρόνον· 
ἀνδρόγεώς τις τοῦ μίνωος υἱός. Ἐλ
θὼν εἰς ἀθῆνας καὶ πάλην νική
σας, δίκην ἐδίδου καὶ ἀνηρέθη· ὁ 
οὖν ἀπόλλων κακῶ τὸ κακὸν ἰώμε
νος, ἐκέλευσε δὶς ἑπτὰ παῖδας 
ἀπάγεσθαι ὑπὲρ τούτου· τί ταύτης 
τῆς τυραννίδος ὠμότερον· καὶ τοῦ
το ἐγίνετο· καὶ ἄ͞νος τοῦ δαίμονος 
τὴν μανίαν λῦσαι ἀπελθὼν, ἔσφα
ξε τοὺς παῖδας ἐκείνους ὅτι πα
ρ' αὐτοῖς ἡ ἀπάτη ἴσχυεν· ἐπειδὴ δὲ 
διανέστησαν καὶ ἤμυναν ἑαυτοῖς, 
οὐκέτι· εἰ μὲν δικαίως τὸ πρᾶγμα 
ἐγίνετο, οὐκ ἐχρῆν κωλυθῆναι· εἰ δὲ 
ἀδίκως ὥσπερ οὖν καὶ ἀδίκως, οὐ
δὲ παρὰ τὴν ἀρχὴν ἐπιταγῆναι· 
πύκτας προσεκύνουν καὶ παλαιστάς· 


πόλεμοι συνεχεῖς καὶ ἐπάλληλοι κα
τὰ κώμην· κατὰ πόλιν· κατὰ οἰ
κίαν ἠρίστευον· ἄκουε δὲ παρ' αὐτοῖς 
καὶ τί ὁ θαυμαστὸς αὐτῶν φιλόσοφος 
ἐνομοθέτησε· δούλω μὴ ἐξέτω φὴ 
παιδεραστεῖν. μηδὲ ξηραλοιφεῖν 
ὡς ἀρετῆς τοῦ πράγματος ὄντος, 
καὶ πολλὴν ἔχοντος τιμήν· διατοῦ
το καὶ ἐπ' οἰκήματος εἱστήκεισαν φα
νερῶς· καὶ εἰ πάντά τις ἐπέλθοι 
τὰ κατ' αὐτοῦς, εὑρήσει σαφῶς ὅτι 
καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύβριζον· 
καὶ οὐδεὶς ὁ κωλύων ἦν· καὶ τὰ δρά
ματα αὐτοῖς πάντα, τούτων γέμει· 
μοιχείας· ἀσελγείας· διαφθοράς: 
παννυχίδες ἐγίνοντο μιαραί· καὶ γυ
ναῖκες ἐκαλοῦντο ἐπὶ τὴν θέαν· 
ὣ τῆς μιαρίας· ἐν νυκτὶ· ἐν θεάτρω 
παννυχὶς ἦν· καὶ παρθένος ἐκά
θητο μεταξὺ νέων μεμηνότων 
καὶ μεθύοντος ὄχλου· τὸ σκότος 
ἦν ἡ πανήγυρις, καὶ τὰ μυσαρὰ 
ἔργα τὰ ὑπ' αὐτῶν τελούμενα· 
διατοῦτό φη· ἦμέν ποτε καὶ ἡμεῖς 
ἀνόητοι· ἀπειθεῖς· πλανώμενοι 
ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις· 
ὁ δεῖνα τῆς μητρυιᾶς ἠράσθη φή· 
καὶ ἡ δεῖνα τοῦ προγόνου. καὶ ἀπήγ
ξατο· τοὺς γὰρ τῶν παίδων ἔρω
τας οὕσπερ αὐτοῖς παιδικὰ κα
λεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι· πῶς 
οὐδὲ αἰσχύνονται οὐδὲ ἐγκαλύπτον
ται· ἀλλὰ τί βούλει· μητρογαμίας 
ἰδεῖν; ἔστι καὶ τοῦτο παρ' αὐτοῖς· καὶ 
τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶ
γμα ἐγίνετο· καὶ οὐκ ἐκώλυεν ὁ θ͞ς 
ὁ παρ' αὐτοῖς, ἀλλὰ περιεώρα τὴν 
φύσιν ὑβριζομένην· καὶ ταῦτα 
τῶν ἐπισήμων οὖσαν· εἰ δὲ οὕς εἰ
κὸς εἰ καὶ μὴ δι' ἔτερόν τι, διά γ' οὖν 
τὴν παρὰ τῶν πολλῶν δόξαν ἀν
τέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω 
πρηνεῖς κατὰ τῆς κακίας ἐφέ
ροντο, τί εἰκὸς τοὺς πολλοὺς καὶ 
λανθανόντως βιοῦντας διαπράτ


τεσθαι· τί ποικιλώτερον ταύτης 
τῆς ἡδονῆς· ἠράσθη ἡ δεῖνα τοῦ δεῖ
νος· ἐπανελθόντα τὸν ἄνδρα, ἔ
σφαξε διὰ τοῦ μοιχοῦ· τάχα ἴστε τὸ 
διήγημα οἱ πολλοί· τὸν μοιχὸν ἀνεῖ
λεν ὁ παῖς τοῦ φονευθέντος·  κακεί
νην ἐπέθυσε· μετὰ ταῦτα ἐμάνη 
καὶ αὐτὸς, καὶ ἐρινύσιν ἠλαύνετο· 
εἶτα αὐτὸς οὗτος ὁ μανεὶς ἀπελθὼν, 
ἔσφαξεν ἕτερον καὶ τὴν ἐκείνου γυ
ναῖκα λαμβάνει· τί τούτων χεῖρον 
τῶν συμφορῶν· τούτου χάριν ταῦτα 
λέγω ἀπὸ τῶν ἔξωθεν, ἴνα τοὺς ἕλ
ληνας πείσω πόσα κατεῖχε τὴν 
οἰκουμένην κακά· ἀλλ' εἰ βούλεσθε, 
καὶ ἀπὸ τῶν ἡμετέρων δεικνύομεν· 
ἔθυσάν φη τοὺς υἱοὺς αὐτῶν καὶ τὰς 
θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· 
πάλιν οἱ τὰ σόδομα οἰκοῦντες δι' οὐ
δὲν ἔτερον ἀπώλοντο, ἢ ὄτι παισὶν 
ἐπεμαίνοντο· ἀλλὰ πάλιν ἐν προ
οιμίοις τῆς τοῦ χῦ παρουσίας· οὐχὶ 
ἡ τοῦ βασιλέως θυγάτηρ ἐν μέσοις 
ὠρχεῖτο τοῖς συμποσίοις ἐν ἀ͞νοις 
μεθύουσιν; οὐχὶ φόνον ἤτει καὶ ὀρχή
σεως τιμὴν, τὴν κεφαλὴν τοῦ προ
φήτου; τίς λαλήσει τὰς δυναστείας 
τοῦ κῦ· στυγητοί φη· μισοῦντες ἀλλή
λους· ἀνάγκη γὰρ πάντως ὅτ ἂν πά
σας τῆ ψυχῆ ἐπαφῶμεν τὰς ἡδονὰς, 
πολὺ τὸ μίσος γίνεσθαι· διατί, ὅτι 
μετὰ ἀρετῆς ἡ ἀγάπη· ὅτι οὐδεὶς οὐ
δένα πλεονεκτεῖ· ὅρα καὶ ὁ παῦ
λος τί φη· μὴ πλανᾶσθε· οὔτε πόρ
νοι· οὔτε εἰδωλολάτραι· οὔτε μοιχοί· 
οὔτε μαλακοί· οὔτε ἀρσενοκοῖται· 
οὐ λοίδοροι· οὐ μέθυσοι, βασιλείαν θῦ 
οὐ κληρονομήσουσι· καὶ ταῦτα τί
νες ἦτε· ὁρᾶς πῶς πᾶν κακίας 
εἶδος ἐπεπόλαζε· καὶ πολλή τις 
ἦν ἡ ἀχλύς καὶ τὸ δίκαιον διεφθεί
ρετο; εἰ γὰρ οἱ προφητείας ἀπολαύ
οντες· καὶ τοσαῦτα ὁρῶντες γενό
μενα κακὰ καὶ ἐν τοῖς πολεμίοις 
καὶ ἐν ἑαυτοῖς, ὅμως οὐκ ἠνείχοντο 


ἀλλὰ μυρία κακὰ εἰργάζοντο, τί 
δὴ οἱ ἄλλοι· ἀλλά τινες πάλιν παρ' αὐ
τοῖς, παρθένους γυμνὰς ἐκέλευον 
παλαίειν ἐπ' ὄψεσιν ἀν͞ων· ἀλλὰ ὑμῖν 
ἀγαθὰ γένοιτο, ὅτι οὐδὲ τὸ ῥῆμα ἀκού
ειν φέρετε οὗ τὸ πρᾶγμα οἰ φιλόσο
φοι οὐκ ἠσχύνοντο· ἕτερος δέ τις φι
λόσοφος· ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς 
πολέμους αὐτὰς ἐξάγει· καὶ κοινὰς 
εἶναι κελεύει, ὡς μαστροπός τις καὶ 
προαγωγός· ἐν κακία καὶ φθόνω δι
άγοντές φη· εἰ γὰρ οἱ φιλοσοφοῦντες 
παρ' αὐτοῖς τοιαῦτα ἐνομοθέτουν, 
τί ἂν εἵποιμεν περὶ τῶν μὴ φιλοσο
φησάντων· εἰ οἱ τὸ γένειον ἔχοντες 
βαθὺ καὶ τὸν τρίβωνα ἀναβεβλη
μένοι τοιαῦτα λέγουσι, τί ἂν εἴποι
μεν περὶ ἐτέρων· οὐ διατοῦτο γέγονεν 
ἡ γυνὴ ἄπαγε, ὥστε κοινῆ πᾶσι 
προκεῖσθαι. ὦ πάντα ἀνατρέπον
τες· οἱ τοῖς μὲν ἄρσεσιν ὡς θηλείαις 
μιγνύμενοι, τὰς δὲ θηλείας ὡς ἄν
δρας εἰς πόλεμον ἐξάγοντες· τοῦτο 
γὰρ ἔργον τοῦ διαβόλου πάντα συγ
χέειν καὶ ἀνατρέπειν· καὶ τὰ ἐξ ἀρ
χῆς τεθέντα ὅρια διασαλεύειν καὶ 
μεταίρειν ἂ ὁ θ͞ς ἔθετο τῆ φύσει· 
τὴ μὲν γὰρ γυναικὶ τὸ οἰκουρεῖν μόνον 
ἔδωκεν ὁ θ͞ς. τῶ δὲ ἀνδρὶ, τὰ δημό
σια πράττειν· σὺ δὲ τὴν κεφαλὴν 
εἰς τοὺς πόδας κατάγεις. καὶ τοὺς πό
δας εἰς τὴν κεφαλὴν ἀνάγεις· γυναῖ
κας ὁπλίζεις καὶ οὐκ αἰσχύνη· τί δὲ 
ταῦτα λέγω· εἰσάγουσί τινα παρ' αὐτοῖς 
γυναῖκα καὶ παῖδας ἀνελοῦσαν, 
καὶ οὐκ αἰσχύνονται οὐδὲ ἐντρέπον
ται, τοιαῦτα μυσαρὰ διηγήματα 
εἰς τὰς τῶν ἀν͞ων ἀκοὰς ἐμβάλλον
τες· ὅτε δὲ ἡ χρηστότης φὴ καὶ ἡ 
φιλ͞ανία ἐπεφάνη τοῦ σ͞ρς ἡμῶν 
θῦ· οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνη 
ὦν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ 
τὸν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ 
λουτροῦ παλιγγενεσίας καὶ ἀνακαι
νώσεως π͞νς ἁγίου· οὗ ἐξέχεεν ἐφ' ἡ


μᾶς διὰ ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· ἵνα δι
καιωθέντες τῆ ἐκείνου χάριτι, κλη
ρονόμοι γενώμεθα κατ' ἐλπίδα 
ζωῆς αἰωνίου· τί ἐστι κατ' ἐλπίδα· 
ἀντί τοῦ καθὼς ἠλπίσαμεν, οὕτως 
άπολαύομεν· ἢ ὅτι ἤδη κληρονόμοι 
ἐστέ· πιστὸς ὁ λόγος· ἐπειδὴ περὶ 
μελλόντων διελέχθη καὶ οὔπω πα
ρόντων, ἐπήγαγε τὸ ἀξιόπιστον· ἀληθῆ 
ταῦτά ἐστι φή· καὶ δῆλον ἐκ τῶν 
φθασάντων· ὁ γὰρ τοσαύτης ἡμᾶς 
ἀνομίας ἀπαλλάξας καὶ τοσούτων 
κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόν
των ἡμῖν μεταδώσει πάντων ἐπιμεί
νασι τῆ χάριτι· ἀπὸ γὰρ τῆς αὐτῆς 
κηδεμονίας, ἅπαντα γίνεται· 
Εὔχαριστῶμεν οὖν τῶ θῶ. καὶ μηδὲν 
τοὶς ἄλλοις ὀνειδίζωμεν· μηδὲ ἐγκα
λῶμεν· ἀλλὰ παρακαλῶμεν μᾶλλον; 
εὐχώμεθα ὑπὲρ αὕτῶν· συμβουλεύω
μεν· νουθετῶμεν· διδάσκωμεν· πα
ραινῶμεν. κἂν ὑβρίζωσι κἂν λα
κτίζωσι· τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦν
τες· ἀλλ' οἱ πρὸς τὴν ὑγείαν ἐκείνων 
σπεύδωντες, πάντα φέρουσι· πάν
τα πράττουσι, κἂν μηδὲν ἀνύωσιν: 
ἵνα μὴ ἑαυτοῖς ἐγκαλῶσιν, ὥσπερ ἡ
μεληκόσιν· ἢ οὐκ ἴστε ὅτι πολλάκις 
ἰατροῦ ἀπογνόντος τοῦ κάμνοντος. 
ἕτερός τις φὴ τῶν προσηκόντων 
πρὸς αὐτόν· θεραπείαν πάλιν πρό
σαγε καὶ μηδὲν ἐλλίπης, ἵνα μηδὲν 
ἑμαυτῶ ἐγκαλῶ· ἵνα μὴ μέμφωμαι· 
ἵνα μὴ κατηγορεῖν ἔχω ἐμαυτοῦ· 
οὐχ ὁρᾶτε πόσην προσήκοντες 
περὶ τοὺς ἐπιτηδείους ποιοῦνται 
τὴν πρόνοιαν; πόσα ὑπὲρ τούτου 
πράττουσι· καὶ ἰατροὺς παρακα
λοῦντες· καὶ χρήματα ἀναλίσκον
τες καὶ προσεδρεύοντες διὰ παν
τός; κἂν τούτοις μιμώμεθα· 
καίτοι γε οὐχ ὑπὲρ τῶν ἴσων ἡ 
φροντίς· νῦν δὲ τὸ μὲν σῶμα κά
μνοντος τοῦ παιδὸς, οὐκ ἂν πα
ραιτήσαιτό τις καὶ μακρὰν ἀπο


δημίαν στείλασθαι ὥστε λῦσαι τὴν 
νόσον· τῆς δὲ ψυχῆς κακῶς ἐχού
σης, οὐδεὶς οὐδένα ποιεῖται λόγον· 
ἀλλὰ πάντες ἀναπεπτώκαμεν· 
πάντες ῥαθυμοῦμεν· πάντες 
ὀλιγωροῦμεν· καὶ παῖδας καὶ γυ
ναίκας καὶ ἡμᾶς αὐτοὺς περιορῶν
τες ἀναλίσκομένους ὑπὸ τῆς νό
σου ταύτης τῆς χαλεπῆς. ἀλλ' ὕστε
ρον λαμβάνομεν τὴν αἴσθησιν· ἐν
Νοήσατε πῶς αἰσχρὸν καὶ σφόδρα 
καταγέλαστον ὕστερον λέγειν, οὐ προ
σεδοκῶμεν· οὐκ ἠλπίσαμεν τοῦ
το ἔσεσθαι· οὐκ αἰσχρὸν δὲ μόνον, 
ἀλλὰ καὶ ἐπικίνδυνον· εἰ γὰρ ἐν τῶι 
παρόντι βίω τῶν ἀνοήτων ἐστὶ, τὸ 
τὰ μέλλοντα μὴ προορᾶν, πολλῶ 
μᾶλλον κατὰ τὸν μέλλοντα· καὶ 
ἀκούομεν νῦν πολλῶν συμβουλευόν
των καὶ λεγόντων τὰ πρακτέα ς` 
τὰ μὴ πρακτέα· ἀντεχώμεθα 
τοίνυν τῆς ἐλπίδος ἐκείνης· φρον
τίζωμεν τῆς σ͞ρίας τῆς ἡμετέρας· 
τὸν θ͞ν ἐπὶ πᾶσι παρακαλῶμεν 
ὥστε χεῖρα ὀρέξαι· μέχρι τίνος ῥά
θυμοι· μέχρι τίνος ἀμελεῖς· μέχρι τί
νος καταφρονοῦμεν ἑαυτῶν καὶ 
τῶν ὁμοδούλων ἡμῶν· αὐτὸς πλου
σίως ἐξέχεεν ἐφ' ἡμᾶς τὴν τοῦ π͞νς 
χάριν· ἐννοήσωμεν τοίνυν ὅσην 
χάριν περὶ ἡμᾶς ἐπεδείξατο, καὶ 
τοσαύτην καὶ ἡμεῖς σπουδὴν ἐ
πιδειξώμεθα· μᾶλλον δὲ τοσαύτην 
μὲν οὐ δυνατόν· κἂν γ' οὖν ἐλάττονα· 
ἂν γὰρ καὶ μετὰ τὴν χάριν ταύτην ὦ
μεν ἀναίσθητοι, μείζων ἡμῖν ἔσται ἡ 
κόλασις· εἰ μὴ ἦλθον γάρ φη καὶ ἐ
λάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· 
νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς 
ἁμαρτίας αὐτῶν· ἀλλὰ μὴ γένοι
το ταῦτα περὶ ἡμῶν εἰπεῖν· ἀλλὰ 
γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι 
τῶν ἐπηγγελμένων ἀγαθῶν, τοῖς ἠ
γαπηκόσιν αὐτόν ἐν χῶ ἰῦ τῶ κῶ ἡμῶν· 
ὧ ἡ δόξα εἰς τοὺς αἰώνας· ἀμήν :~