ΟΜΙΛΙΑ ͞Ε
ΕΠΕΦΑΝΗ Η ΧΑΡΙΣ ΤΟΥ ΘΕΟΥ Η
Σ͞ΡΙΟΣ ΠΑΙΔΕΥΟΥΣΑ ΗΜΑΣ· Ι
ΝΑ ΑΡΝΗΣΑΜΕΝΟΙ ΤΗΝ ΑΣΕ
ΒΕΙΑΝ· ΚΑΙ ΤΑΣ ΚΟΣΜΙΚΑΣ Ε
ΠΙΘΥΜΙΑΣ. ΣΩΦΡΟΝΩΣ ΚΑΙ 
ΔΙΚΑΙΩΣ ΚΑΙ ΕΥΣΕΒΩΣ ΖΗΣΩ
ΜΕΝ ΕΝ ΤΩ ΝΥΝ ΑΙΩΝΙ· ΠΡΟΣ
ΔΕΧΟΜΕΝΟΙ ΤΗΝ ΜΑΚΑΡΙΑΝ 
ΕΛΠΙΔΑ ΚΑΙ ΕΠΙΦΑΝΕΙΑΝ 
ΤΗΣ ΔΟΞΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ 
Θ͞Υ. ΚΑΙ Σ͞ΡΣ ΗΜΩΝ Ι͞Υ Χ͞Υ· ΟΣ 
ΕΔΩΚΕΝ ΕΑΥΤΟΝ ΥΠΕΡ Η
ΜΩΝ· ΙΝΑ ΛΥΤΡΩΣΗΤΑΙ Η
ΜΑΣ ΑΠΟ ΠΑΣΗΣ ΑΜΑΡΤΙΑΣ· 
ΚΑΙ ΚΑΘΑΡΙΣΗ ΕΑΥΤΩ· ΛΑΟΝ 
ΠΕΡΙΟΥΣΙΟΝ ΖΗΛΩΤΗΝ ΚΑ
ΛΩΝ ΕΡΓΩΝ :~
Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαι
τήσας τὴν ἀρετήν· καὶ γάρ ἐστιν 
πολλὴ τὸ τὴν διδασκαλίαν 
τοῦ θῦ καὶ σ͞ρς ἡμῶν κοσμεῖν ἐν 
πᾶσι· καὶ μηδεμίαν διδό
ναι τοῖς δεσπόταις λαβὴν μὴ 
δὲ ἐν τω τυχόντι. ἐπάγει καὶ τὴν 
αἰτίαν δικαίαν. δι' ἢν ὀφείλου


σιν τοιοῦτοι εἶναι οἱ οἰκέται· ποί
αν δὴ ταύτην; ἐπεφάνη γάρ 
φησιν ἡ χάρις τοῦ θῦ ἡ σρ͞ιος· 
οἱ θῦ διδασκάλου τυγχάνοντες, 
πῶς οὐκ ἂν εἶεν. εἰκότως τοι
οῦτοι οἵους ἄρτι διῆλθον ἐγὼ
μυρίων ἀμαρτημάτων λύσιν 
εὐρόντες· ἴστε γὰρ ὅτι μετὰ τῶν 
ἄλλων. καὶ τοῦτο οὐχ ὡς ἔτυχε~ 
ἐντρέπει καὶ συστέλλει ψυχὴν
τῶν μυρίων ἁμαρτημάτων 
οὖσαν ὑπεύθυνον· μὴ δίκην 
δοῦναι ἀλλὰ συγγνώμης τυ
χεῖν καὶ μυρίων ἀγαθῶν· εἰ γάρ 
τις εἰπέ μοι· τὸν μυρία προσ
κρούσαντα οἰκέτην λαβὼν μὴ 
κατατείνη ἱμάσιν· ἀλλ' ἐκεί
νοις μὲν συγγνώμην παράσχοι· 
ὑπὲρ δὲ τῶν μελλόντων αὐτῶ 
ἀπαιτοίη εὐθύνας. καὶ φυλάτ
τεσθαι παρακελεύοιτο ὥστε 
μὴ τοῖς αὐτοῖς περιπεσεῖν· ϗ` 
δωρεαῖς μεγάλαις τιμήση τί
νὰ, οὐκ ἂν εἴεσθε ἐντρέψαι 
τὴν τοσαύτην χάριν ἀκούον
τα; ἀλλὰ μὴ νομίσης ὅτι ἡ 
χάρις μέχρι τῆς τῶν προτέ
ρων ἁμαρτημάτων συγχωρή
σεως ἵσταται, ἀλλὰ καὶ εἰς τὸ 
μέλλον ἡμᾶς ἀσφαλίζεται· ϗ` 
γὰρ καὶ τοῦτο χάριτος· ἐπεὶ εἰ 
μέλλοι ἀεὶ κακῶς πράττοντας 
μὴ κολάζειν. οὐκέτι τὸ πρᾶγμα 
χάρις ἐστὶν, ἀλλὰ προτροπὴ 
τίς εἰς λύμην καὶ διαφθοράν· 
ἐπεφάνη γάρ φησιν ἡ χάρις τοῦ 
θῦ σρ͞ιος παιδεύουσα ἡμᾶς· 
ἵνα ἀρνησάμενοι τὴν ἀσέβει
αν ς` τὰς κοσμικὰς ἐπιθυμί
ας. σωφρόνως καὶ δικαίως καὶ 


εὐσεβῶς. ζήσωμεν ἐν τῶ νῦν αἰῶ
νι· προσδεχόμενοι τὴν μακαρίαν 
ἐλπίδα· καὶ ἐπιφάνειαν τῆς 
δόξης τοῦ μεγάλου θῦ καὶ σ͞ρς ἡ
μῶν ἰῦ χῦ· ὁρᾶς πῶς μετὰ τῶν 
ἄθλων τίθησιν τὴν ἀρετήν; καὶ 
τοῦτο χάριτος ἀπαλλάξαι τῶν 
βιωτικὼν, τὸ πρὸς τὸν οὐ͞νον ἀ
γαγεῖν· δύο δείκνυσιν ἐν ταῦθα 
ἐπιφανείας· καὶ γάρ εἰσιν δύο· ἡ 
μὲν προτέρα χάριτος. ἡ δὲ δευ
τέρα ἀνταποδώσεως· καὶ τοῦ 
δικαίου· ἵνα ἀρνησάμενοι φη
σὶν τὴν ἀσέβειαν καὶ τὰς κοσμι
κὰς ἐπιθυμίας· ἰδοὺ πάσης τῆς 
ἀρετῆς ἡ ὑπόθεσις· οὐκ εἶπεν 
ἵνα ἀρνησώμεθα, ἀλλ' ἵνα ἀρ
νησάμενοι· ἡ ἄρνησις πολλὴν 
δείκνυσι τὴν διάστασιν· πολὺ 
τὸ μίσος· πολλὴν τὴν ἀποστρο
φήν· μεθ' ὅσης διαθέσεως· με
θόσης σπουδῆς· τὰ εἴδωλα ἀ
πεστράφησαν μετὰ τοσαύτης 
καὶ τὴν κακίαν αὐτήν· καὶ τὰς 
κοσμικὰς ἐπιθυμίας φησίν· ς` 
γὰρ καὶ ταῦτα εἴδωλα· κοσμι
κὴ ἐπιθυμία ἡ φιλαυτία· καὶ 
ταύτην εἰδωλολατρείαν ὀνομά
ζει· καὶ ὅσα πρὸς τὸν παρόντα 
βίον ἡμῖν χρησιμεύει· κοσμικαὶ 
εἰσὶν αἱ ἐπιθυμίαι· πάντα ὅσα 
ἂν τῶ παρόντι κόσμω συγκα
ταλύηται. μηδὲν τοίνυν 
πρὸς ταύτας ἔχωμεν· ἦλθεν ὁ 
χ͞ς. ἵνα ἀρνησώμεθα τὴν ἀσέ
βειαν· τὰ δόγματά φησὶν καὶ 
τὰς κοσμικὰς ἐπιθυμίας· τὸν 
βίον τὸν ἐναγῆ· σωφρόνως καὶ 
εὐσεβῶς ζήσωμεν ἐν τῶ νῦν αἰ
ῶνι· ὁρᾶς ὅτι ὅπερ ἀεὶ λέγω· σω


φροσύνη οὐ τοῦτο μόνον ἐστιν τὸ 
πορνείας ἀπέχεσθαι· ἀλλὰ καὶ 
τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶ
ναι· ἄρα ς` ὁ χρημάτων ἐρῶν, 
οὐ σώφρων· ὥσπερ γὰρ ἐκεῖνος 
σωμάτων, οὕτως οὗτος χρημά
των· μᾶλλον δὲ οὗτος ἀκολα
στότερος. ὅσω οὐδὲ τοσαύτην 
βίαν ἔχει ὠθοῦσαν αὐτόν· καὶ 
γὰρ ἡνίοχος ἐκεῖνος ἀκρατὴς 
μάλιστα ἂν λέγοιτο· οὐχ ὁ τὸν 
τραχὺν καὶ δυσήνιον μὴ κατέ
χων ἵππον, ἀλλὰ τὸν ἡρέμα ἐ
πιεικέστερον μὴ δυνάμενος 
ὑποτάξαι·  ὅτι δὲ φησὶν· ἡ τῶν 
χρημάτων  ἐπιθυμία ἐλάτ
των τῆς τῶν σωμάτων, παντί 
που δῆλόν ἐστιν· καὶ πολλα
χόθεν τοῦτο δείκνυται· πρῶ
τον μὲν ὅτι ἀναγκαίως γέγον͞ε 
ἡ τῶν σωμάτων ἐπιθυμία· τὸ 
δὲ ἀναγκαίως γεγονὸς. δῆλον 
ὅτι καὶ μετὰ πολλοῦ κατορ
θοῦται τοῦ πόνου· ἐπεὶ καὶ ἐ
νεσπάρη τῆ φύσει· δεύτερον δὲ 
ὅτι χρημάτων μὲν οὐ πολὺς 
τοῖς παλαιοῖς λόγος· γυναι
κῶν δὲ πολύς σωφροσύνης 
ἕνεκεν· καὶ γυναικὶ μὲν συγ
γενομένω κατὰ νόμον, οὐδεὶς 
ἂν μέμψαιτο μέχρι γήρως· χρη
ματιζομένω δὲ, πάντες· ς` 
τῶν ἔξωθεν φιλοσόφων· πολ
λοὶ χρημάτων μὲν κατεφρόνη
σαν, γυναικῶν δὲ οὐκ ἔτι· οὕ
τως τοῦτο ἐκείνου τυραννικώ
τερον· ἀλλ' ἐπειδὴ πρὸς τὴν ἐκ
κλησίαν ἡμῖν ὁ λόγος· μὴ ἀπὸ 
τῶν ἔξωθεν φέρωμεν τὰ ὑπο
δείγματα, ἀλλ' ἀπὸ τῶν γραφ͞ῶ· 


τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγματος σχε
δὸν μέρει τίθησιν ὁ μακάριος οὗ
τος οὕτω λέγων· ἔχοντες δὲ διὰ 
τροφὰς καὶ σκεπάσματα τούτοις 
ἀρκεσθησόμεθα· περὶ δὲ τῶν 
παρθένων τί φησιν· ἐπιταγὴν 
κ͞υ οὐκ ἔχω· καὶ πάλιν· ἐπὶ τὸ αὐ
τὸ συνέρχεσθε· καὶ πολλάκις 
ἵδοις ἂν αὐτὸν συνουσίας νομο
θετοῦντα τῆς νομίμου· καὶ 
ταύτης μὲν ἀφίησιν ἀπολαύ
ειν τῆς ἐπιθυμίας. καὶ δευτέρω 
προσιέναι· καὶ πολλὴν ποιεῖσθαι 
τοῦ πράγματος τῆν ἐπιμέλει
αν. καὶ οὐδαμοῦ ὑπὲρ τούτου κο
λάζει· τὸν δὲ χρημάτων ἐφιέ
μενον, πανταχοῦ καταδικάζει· 
καὶ περὶ μὲν χρημάτων ὁ χ͞ς 
πολλαχοῦ διέταξεν ὥστε φεύ
γειν τὴν ἐντεῦθεν λύμην· περὶ 
δὲ ἀποχῆς γυναικὸς, οὐχ οὔτως· 
ἄκουε γὰρ τί φησιν περί χρημά
των· ἐὰν μή τις ἀποτάξηται 
πᾶσιν αὐτοῦ τοῖς ὑπάρχουσιν· οὐ
δαμοῦ εἶπεν ἐὰν μή τις ἀποτά
ξηται γυναικὶ· οἶδεν γὰρ οἵαν 
ἐνέθηκε τὴν τυραννίδα· καὶ 
ὁ μακάριος οὗτος φησίν· τίμιος 
ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος· 
καὶ οὐδαμοῦ τὴν τῶν χρημά
των ἐπιμέλειαν καλεῖ, ἀλλὰ τὸ 
ἐναντίον· οἱ δὲ πλουτεῖν βου
λόμενοι. ἐμπίπτουσιν εἰς πει
ρασμὸν καὶ παγίδα καὶ ἐπιθυ
μίας πολλὰς ἀνοήτους καὶ 
βλαβεράς· καὶ οὐκ εἶπεν πλεο
νεκτεῖν, ἀλλὰ πλουτεῖν· ἵνα 
δὲ μάθητε καὶ ἀπὸ τῶν κοι
νῶν ἐννοιῶν. ἀναγκαίον καὶ τοῦ
τον τὸν λόγον εἰς μέσον παρα


γαγεῖν· χρημάτων μὲν γάρ τις 
καθάπαξ ἀποστερηθεὶς, οὐκ ἔτ' ἂν 
ἐνοχλῆται ὑπὸ τῆς ἐπιθυμίας· 
οὐδὲν γὰρ οὕτως ποιεῖ χρημά
των ἐπιθυμεῖν, ὡς τὸ χρήματα 
ἔχειν· ἐπὶ δὲ τῆς τῶν σωμάτων 
ἐπιθυμίας· οὐχ οὕτως, ἀλλὰ καὶ 
εὐνουχισθέντες πολλοὶ. τὴν ἔν
δον ἐνοχλοῦσαν πυρὰν οὐκ ἀ
πέβαλον· ἡ γὰρ ἐπιθυμία, 
ἐν ἑτέροις κεῖται ὀργάνοις· ἔν
δον ἐν τῆ φύσει ἐγκειμένη· τί
νος οὖν ἕνεκεν ἡμῖν ταῦτα εἴ
ρηται; ὅτι οἱ πλεονέκται τῶν 
πορνευόντων ἀκολαστότεροι
ὅσω ὑπὸ ἐλάττονος ἐνοχλοῦν
ται ἐπιθυμίας· μᾶλλον δὲ οὐ
δὲ ἐπιθυμία τὸ πρᾶγμά ἐστὶν, 
ἀλλὰ ῥαθυμία· ἐνταῦθα γὰρ 
οὕτως ἐστὶν ἡ ἐπιθυμία φυσική· 
ὥστε κἂν γυναικὶ τίς μὴ πλησι
άζη, ἡ φύσις τὸ αὐτῆς ποιεῖ 
καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν 
τοιοῦτον γίνεται· καὶ εὐσε
βῶς φησὶν ζήσωμεν ἐν τῶν νῦν 
αἰῶνι· ς` τίς ἡ ἐλπίς· τί τὸ ἔ
παθλον τῶν πόνων· προσδε
χόμενοι φησὶν, τὴν μακαρίαν 
ἐλπίδα καὶ ἐπιφάνειαν· ὄν
τως γὰρ οὐδὲν ἐκείνης μακα
ριώτερον· οὐδὲν ζηλωτότε
ρον· καὶ ταῦτα λόγος παραστῆ
σαι οὐ δύναται· καὶ γὰρ οὐν 
ὑπερβαίνει τὰ τότε ἀγαθά· 
προσδεχόμενοί φησὶν, τὴν μα
καρίαν ἐλπίδα καὶ ἐπιφάνει
αν τῆς δόξης τοῦ μεγάλου θῦ ϗ` 
σρ͞ς ἡμῶν ιῦ χῦ· ποῦ εἰσιν οἱ τοῦ 
π͞ρς ἐλάττονα τὸν υ͞ν λέγοντες· 
τοῦ μεγάλου φησὶν θῦ καὶ σρ͞ς· 


ὁ τοὺς ἐχθροὺς σώσας. τί οὐκ ἐρ
γάσεται τότε εὐδόκιμοῦντας λα
βών· τοῦ μεγάλου φησὶν θῦ· τὸ μέ
γας ἐπὶ θῦ ὅτ' ἂν λέγη. οὐ πρός τι 
μέγαν φησὶν, ἀλλ' ἀπολύτως μέ
γας· μεθ' ὃν οὐκ ἂν εἴη μέγας· ἐ
πεὶ πρός τι ἐστίν· εἰ δὲ πρός τι 
οὐ κατὰ σύγκρισιν· καὶ οὐ φύσει 
μέγας· νῦν δὲ ἀσυγκρίτως μέ
γας· ὅς ἔδωκεν ἑαυτὸν ὑ
πὲρ ἡμῶν φησὶν ἵνα λυτρώση
ται ἡμᾶς ἀπὸ πάσης ἀνομί
ας. καὶ καθαρίση ἑαυτῶ λαὸν 
περιούσιον· ἐξηλλαγμένον· οὐ
δὲν ἔχοντα κοινὸν πρὸς τοὺς 
λοιποὺς· ζηλωτὴν καλῶν ἔρ
γων· ὁρᾶς ὅτι καὶ τῶν πάρ' ἡ
μῶν δεῖ· οὐχ ἁπλῶς ἔργων· ἀλλὰ 
ζηλωτήν; τοῦτ' ἔστιν μετὰ προ
θυμίας πολλῆς ἐπ' αὐτὴν ἰόντα 
τὴν ἀρετὴν· μετὰ θερμότητος 
καὶ σφοδρότητος τῆς προση
κούσης· τὸ μὲν οὖν ἔνθεν βε
βαρημένους τοῖς κακοῖς καὶ 
ἀνίατα νοσοῦντας ἀπαλλάξαι. 
τῆς ἐκείνου φιλα͞νι͞ας ἦν· τὸ 
δὲ μετὰ ταῦτα. καὶ ἡμῶν καὶ 
ἐκείνου· ταῦτα λάλει καὶ πα
ρακάλει καὶ ἔλεγχε· μετὰ πά
σης ἐπιταγῆς· ὅρα πῶς τιμο
θέω προστάττει καὶ φησίν· ἔ
λεγξον ἐπιτίμησον παρακά
λεσον· ἐνταῦθα δὲ ταῦτα λά
λει καὶ παρακάλει. καὶ ἔλεγχε 
μετὰ πάσης ἐπιταγῆς· ἐπειδὴ 
τὸ ἦθος τοῦτο σκληρότερον ἦν· 
διὰ τοῦτο καὶ ἀποτόμως. καὶ με
τὰ πάσης ἐπιταγῆς ἐλέγχειν 
ἐπιτάττει· ἔστιν γὰρ τῶν ἁμαρ
τημάτων, ἃ καὶ ἐπιτάγμασιν 


ἀπείργειν χρή· οἷον τὸ μὲν χρη
μάτων καταφρονεῖν· παραι
νοῦντας δεῖ πείθειν. καὶ τὸ ἐ
πιεικὲς εἶναι καὶ ὅσα τοιαῦτα· 
τὸν δὲ μοιχὸν· τὸν πόρνον· τὸν 
πλεονέκτειν. μετ' ἐπιταγῆς 
ἀπάγειν· τὸν οἰωνιζόμενον· τὸν 
κληδονιζόμενον· τὸν ἄλλα 
τοιαῦτα πράττοντα· οὐδὲ 
ἁπλῶς ἐπιταγῆς, ἀλλὰ πά
σης ἐπιταγῆς· ὁρᾶς πῶς 
βούλεται καὶ μετὰ αὐθεντείας. 
καὶ μετὰ ἐξουσίας πολλῆς 
ταῦτα αὐτὸν ἐπιτάττειν; 
μηδείς σου περιφρονείτω. τοῦ
τ' ἔστιν καταφρονείτω· ἀλλ' ὑπο
μίμνησκε αὐτούς ἀρχαῖς καὶ ἐ
ξουσίαις ὑποτάσσεσθαι· μη
δένα βλασφημεῖν· ἀμάχους 
εἶναι· τί οὖν· μηδὲ τοὺς κα
κῶς πάσχοντας; μηδὲ ἐκεί
νοις λοιδορεῖσθαι· ἀλλὰ πρὸς 
πᾶν ἔργον ἀγαθὸν ἑτοίμους 
εἶναι· μηδένα βλασφημεῖν· 
κἂν ὅστις ἦ φησιν ὅλως μὴδ' ἔ
να λοιδορῶμεν· ἀκούσωμεν 
τῆς παραινέσεως· μηδένα 
φησὶν βλασφημεῖν· καθαρὸν 
ἡμῶν εἶναι χρὴ τὸ στόμα λοιδο
ρίας· εἴπερ γὰρ ἀληθεῖς εἰ
σιν αἱ λοιδορίαι, οὐχ ἡμῶν ταῦτα 
ἀλγεῖν· ἀλλὰ τοῦ κριτοῦ ἐξε
τάζειν· σὺ γάρ φησὶν εἰ κρίνης 
τὸν ἀδελφόν σου· εἴτε ἀληθεύ
εις εἴτε οὐκ ἀληθεύεις, σεαυτὸν 
βλάπτεις· ὁρᾶς ὅσον τὸ πῦρ; 
ἄκουε τοῦ ληστοῦ λέγοντος πρὸς 
τὸν ἕτερον ληστήν· καὶ γὰρ καὶ 
αὐτοὶ ἐν τῶ αὐτῶ κρίματι ἐ
σμέν· τὸν αὐτὸν ἀγῶνα τρέχομ͞ε· 


ὀνειδίζεις ἑτέροις, ταχέως καὶ 
αὐτὸς τοῖς αὐτοῖς περιπέση· διὰ 
τοῦτο παραινεῖ ὁ μακάριος οὕ
τως λέγων· ὁ δοκῶν ἑστάναι βλε
πέτω μὴ πέση· ἀμάχους εἶναι φη
σὶν· ἐπιεικεῖς· πᾶσαν ἐνδεικνυμένους 
πραότητα πρὸς πάντας ἀν
θρώπους· καὶ ἕλληνας καὶ ἰου
δαίους· καὶ μοχθηρούς καὶ πο
νηρούς· ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν 
μελλόντων, ὅπερ καὶ αὐτὸς ἐποίει 
ἐν τῆ πρὸς γαλάτας ἐ
πιστολὴ λέγων· ὥστε ὁ δοκῶν 
ἑστάναι. βλεπέτω μὴ πέση· ἐν 
ταῦθα δὲ οὐκ ἀπὸ τῶν μελλόν
των, ἀλλ' ἀπὸ τῶν παρελθόν
των ἐντρέπει· μηδενὶ ὀνειδί
σης φησίν· τοιοῦτος γὰρ ἦς καὶ 
σύ· ἦμεν γὰρ φησὶν καὶ ἡμεῖς 
ποτὲ ἀνόητοι· ἀπειθεῖς· πλα
νώμενοι· δουλεύοντες ἐπιθυ
μίαις. καὶ ἡδοναῖς ποικί
λαις· ἐν κακία καὶ φθόνω 
διάγοντες· στυγητοί· μισοῦντες 
ἀλλήλους· ὥστε πρὸς πάντας 
τοιούτους εἶναι δεῖ· ἡμέρως ἔ
χειν· ὁ γὰρ τοιοῦτος ὢν πρότε
ρον καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδί
ζειν ὀφείλει τούτοις· ἀλλ' εὔχε
σθαι καὶ χάριτας ἔχειν, τῶ καὶ 
αὐτῶ κακείνοις δόντι τὴν ἀ
παλλαγὴν τῶν προτέρων κα
κῶν· μηδεὶς καυχάσθω· 
πάντες γὰρ ἥμαρτον· ὅτ' ἂν 
οὖν ἐθέλης ὀνειδίσαι τινὰ κα
τορθῶν αὐτὸς καὶ τὸν πρότε
ρόν σου ἐννοῶν βιῶν ἐννοῶν καὶ τὸ τοῦ 
μέλλοντος ἄδηλον, ἀναχαίτι
ζε τὴν ὀρμήν· εἰ γὰρ καὶ ἐκ πρώ
της ἡλικίας ἐναρέτως ἔζησας, 


ἀλλ' ὅμως ἔχοις ἂν ἀμαρτήματα 
πολλά· εἰ δὲ οὐκ ἔχεις ὡς νομί
ζεις· ἐννόησον ὅτι οὐ τῆς σῆς 
ἀρετῆς τοῦτο γέγονεν, ἀλλὰ 
τῆς τοῦ θῦ χάριτος· εἰ γὰρ μὴ 
τοὺς προγόνους ἐκάλεσεν τοὺς 
σοὺς, ς` αὐτὸς ἂν ἦς ἀπειθῆς· 
καὶ ὅρα πῶς πᾶσαν κακίαν δι
εξῆλθεν· οὐχὶ μυρία διὰ προ
φητῶν· διὰ πάντων ὁ θ͞ς ὠκο
νόμει; μὴ οὐκ ἠκούσαμεν; ἦ
μεν γάρ ποτέ φησὶν καὶ ἡμεῖς 
πλανώμενοι· ὅτε δὲ ἡ χρη
στότης καὶ ἡ φιλανθρωπία
ἐπεφάνη τοῦ σ͞ρς ἡμῶν θῦ· πῶς, 
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύ
νη, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεος 
ἔσωσεν ἡμᾶς διὰ λουτροῦ πα
λιγγενεσίας. καὶ ἀνακαινώ
σεως π͞νς ἁγίου· βαβαὶ πῶς ἧ
μεν ἐν τῆ κακία βεβαπτισ
μένοι ὡς μὴ δύνασθαι καθαρ
θῆναι, ἀλλὰ ἀναγεννήσεως 
δεηθῆναι· τοῦτο γάρ ἐστιν 
παλιγγενεσίας· καθάπερ ἐ
πὶ οἰκίας σαθρῶς διακειμέ
νης, οὐδεὶς ὑποστήριγμα τίθη
σιν· οὐδὲ συῤῥάπτει ταῖς πα
λαιαὶς οἰκοδομαὶς· ἀλλὰ μέ
χρις τῶν θεμελίων αὐτὴν κα
ταλύσας· οὗτως ἄνωθεν ἀνί
στησιν καὶ ἀνακαινίζει, οὕτω 
καὶ αὐτὸς ἐποίησεν· οὐκ ἐπε
σκεύασεν ἡμᾶς, ἀλλ' ἄνωθεν 
κατεσκεύασεν· τοῦτο γάρ ἐ
στιν ἀνακαινώσεως π͞νς ἁγίου· 
ἄνωθεν ἐποίησε καινούς· 
πῶς, διὰ τοῦ π͞νς· καὶ πάλιν ϗ`
ἑτέρωθεν δείκνυσιν εἰπών· οὗ 
ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως· δδιὰ 


ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· πολλοῦ δεῖ ἡ
μῖν π͞νς· ἵνα δικαιωθέντες φη
σὶν τῆ ἐκείνου χάριτι, οὐκ ὀφει
λῆ· κληρονόμοι γενηθῶμεν τῆ 
ἐκείνου χάριτι κατ ἐλπίδα 
ζωῆς αἰωνίου· ἅμα καὶ προτρέ
πει εἰς ταπεινοφροσύνην· ἔστιν 
καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόντ͞ω· 
εἰ γὰρ οὕτως ἀπεγνωσμένους, ὡς 
ἂνωθεν γεννηθῆναι· ὡς χάρι
τι σωθῆναι· ὡς μηδὲν ἔχειν ἀ
γαθὸν ἔσωσεν, πολλῶ μᾶλλον ἐν τῶ 
μέλλοντι τοῦτο ἐργάσεται· οὐδὲν 
γὰρ τῆς ἀνθρωπίνης θηριω
δίας χεῖρον ἦν· πρὸ τῆς τοῦ χῦ 
παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ καὶ 
πολέμιοι πάντες διέκειντο 
πρὸς ἀλλήλους· τοὺς παίδας ἔ
σφαζον τοὺς ἑαυτῶν πρ͞ες μρ͞ες 
παισὶν ἐπεμαίνοντο· οὐδὲν ἦν 
ἑστηκός· οὐ φυσικὸς οὖ γραπτὸς 
νόμος. ἀλλὰ ἀνατέτραπτο ἅπαν
τα· μοιχεῖαι διηνεκεῖς· φόνοι· 
καὶ ἔτι φόνων χαλεπώτερον, 
κλοπαί· φησὶν δέ τις περὶ τῶν 
ἔξωθεν ὅτι καὶ ἀρετῆς τὸ πρᾶ
γμα ἐδόκει εἶναι· καὶ εἰκότως· 
ὅπου γε καὶ θ͞ν τοιοῦτον ἔσεβ͞ο· 
χρησμοὶ συνεχεῖς τὸν δεῖνα ἀ
ναιρεῖσθαι καὶ τὸν δεῖνα· εἴ
πω τί τῶν κατ' ἐκεῖνον τὸν χρό
νον· ἀνδρόγεώς τις τοῦ μίνωος 
υἱὸς. ἐλθὼν εἰς ἀθήνας. καὶ πά
λιν νικήσας. δίκην ἐδίδου 
καὶ ἀνηρέθη· πῶς οὖν; ὁ ἀπόλ
λων κακῶ τὸ κακὸν ἰώμενος· 
ἐκέλευσεν δὶς ἑπτὰ παῖδας 
ἀπάγεσθαι ὑπὲρ τούτου· τί ταύ
της τῆς τυραννίδος ὠμότε
ρον· ϗ` τοῦτο ἐγίνετο· καὶ ἄ͞νος τὴν 


τὴν μανίαν τοῦ δαίμονος λῦσαι ἀ
πελθὼν, ἔσφαξε τοὺς ἄνδ˘· 
ὁρᾶς ὅτι εἰκότως ἀπάτη ἴσχυ
εν; ἐπειδὴ δὲ διανέστησα‾ 
καὶ ἤμυναν ἑαυτοῖς οὐκέτι· εἰ 
μὲν δικαίως τὸ πρᾶγμα ἐγί
νετο οὐκ ἐχρῆν κωλυθῆναι· εἰ 
δὲ ἀδίκως ὥσπερ οὖν καὶ ἀδί
κως, οὐδὲ παρὰ τὴν ἀρχὴν ἐ
πιταγῆναι· πύκτας προσε
κύνουν καὶ παλαιστάς· πόλε
μοι συνεχεῖς καὶ ἐπάλληλοι κα
τὰ πόλιν· κατὰ κώμην· κατὰ 
οἰκίαν ἠρίστευον· καὶ παρ αὐ
τοῖς τίς ὁ θαυμαστὸς αὐτῶν φι
λόσοφος ἐνομοθέτησεν· μὴ 
δούλω ἐξεῖναι· μήτε παιδερα
στεῖν· μήτε ξηραλοιφεῖν· ὡς ἀρε
τῆς τοῦ πράγματος ὄντος καὶ 
πολλὴν ἔχοντος τιμήν, ἐπ' οἰκή
ματος ἐστήκεισαν φανερῶς· 
καὶ εἰ πάντα τίς ἐπέλθοι τὰ 
κατ' αὐτοὺς. εὑρήσει φανερῶς 
ὅτι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύ
βριζον. καὶ οὐδεὶς ὁ κωλύων 
ἦν· ἀλλὰ τὰ δράματα αὐτοῖς 
πάντα· οὐ τούτων γέμει; μοι
χείας· ἀσελγείας· διὰ φθο
ράς· παννυχίδες γίνονται 
μιαραὶ. καὶ γυναῖκας ἐκάλου‾ 
ἐπὶ τὴν θέαν· ὣ τῆς μιαρᾶς
ἐν νυκτὶ· ἐν θεάτρω· παν
νυχὶς ἦν· καὶ παρθένος ἐκά
θητο μετὰξὺ νέων μεμηνότων· 
καὶ μεθύοντος ὄχλου τὸ σκό
τος ἦν ἡ πανήγυρις καὶ τὰ μυ
σαρὰ ἔργα τὰ ὑπ' αὐτῶν τελού
μενα· διὰ τοῦτό φησὶν ἦμέν 
ποτὲ καὶ ἡμεῖς· ἀνόητοι· ἀ
πειθεῖς· πλανώμενοι· δουλεύ


οντες ἐπιθυμίαις, καὶ ἡδοναῖς 
ποικίλαις· ὁ δεῖνα τῆς μητρυιᾶς 
ἠράσθη φησίν· καὶ ἡ δεῖνα τοῦ προ
γόνου καὶ ἀπήγξατο· τοὺς γὰρ τῶ‾ 
παίδων ἔρωτας; ἅπερ αὐτοῖς 
παιδία καλεῖν ἔθος ἐστὶν οὐδὲ εἰ
πεῖν ἔνι· πῶς οὐδὲ αἰσχύνονται. 
οὐδὲ ἐγκαλύπτονται· ἀλλὰ τί 
βούλει· μητρογαμίας ἰδεῖν; ἔ
στι καὶ τοῦτο παρ αὐτοῖς· καὶ 
τὸ δὴ δεινὸν οὐχ' ὑπὸ ἀγνοίας τὸ 
πράγμα ἐγίνετο· καὶ οὐκ ἐκώλυ
εν ὁ θ͞ς ὁ παρ αὐτοῖς· ἀλλὰ περὶ 
ἑώρα τὴν φύσιν ὑβριζομένην· 
καὶ ταῦτα τῶν ἐπισήμων οὖσα‾· 
εἰ δὲ οὕς εἰκὸς εἰ καὶ μὴ δι' ἔτερόν 
τι· διὰ γὰρ τὴν παρὰ τῶν πολ
λῶν δόξαν ἀντέχεσθαι τῆς ἀρε
τῆς· οὕτως οὗτοι πρινεῖς κατὰ 
τῆς κακίας ἐφέροντο, τί εἰκὸς 
τοὺς πολλοὺς καὶ λανθανόντως 
βιοῦντας διαπράττεσθαι· τί 
ποικιλώτερον ταύτης τῆς ἡ
δονῆς· ἠράσθη ἡ δεῖνα τοῦ 
δεῖνος· ἐπανελθόντα τὸν ἄν
δρα ἔσφαξεν διὰ τοῦ μοιχοῦ· 
τάχα ἴστε τὸ διήγημα οἱ πολ
λοὶ· τὸν μοιχὸν ἀνεῖλεν ὁ παῖς 
τοῦ φονευθέντος, κακείνην ἐπέ
θυσεν· μετὰ ταῦτα ἐμάνη καὶ 
αὐτὸς, καὶ ταῖς ἐρηνύσιν ἠλαύ
νετο· εἶτα αὐτὸς οὗτος ὁ μανεῖς. 
ἀπελθὼν ἔσφαξεν ἕτερον καὶ 
τὴν ἐκείνου γυναῖκα λαμβά
νει· τί τούτων τῶν συμφορῶν χα
λεπώτερον· τούτου χάριν ταῦ
τα λέγω ἀπὸ τῶν ἔξωθεν, ἴνα 
τοὺς ἕλληνας πείσω πόσα κα
τεῖχε τὴν οἰκουμένην κακά· 
ἀλλ' εἰ βούλεσθε καὶ ἀπὸ τῶν ἡ


μετέρων δεικνύωμεν· ἔθυσαν 
φησὶν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς 
θυγατέρας αὐτῶν τοῖς δαιμο
νίοις· πάλιν οἱ τὰ σόδομα οἰ
κοῦντες δι' οὐδὲν ἕτερον ἀπώ
λοντο, ἢ ὄτι παισὶν ἐπεμαίνον
το· ἀλλὰ πάλιν ἐν προοιμίοις 
τῆς τοῦ χῦ παρουσίας· οὐχὶ ἡ τοῦ 
βασιλέως θυγάτηρ ἐν μέσοις 
ὀρχεῖτο συμποσίοις. ἐν ἀ͞νοις με
θύουσιν; οὐχὶ φόνον ἤτει. καὶ ὀρ
χήσεως τιμὴν τὴν κεφαλὴν 
τοῦ προφήτου; τίς λαλήσει 
τὰς δυνάμεις τοῦ κῦ· στυγητοὶ 
φησὶν· μισοῦντες ἀλλήλους· ἀ
νάγκη γὰρ πάντως ὅταν πά
σας τῆ ψυχῆ ἐπἀφῶμεν τὰς ἡ
δονὰς, πολὺ τὸ μίσος γίνεσθαι· 
διατί; ὅτι μετὰ ἀρετῆς ἡ ἀγά
πη· τότε οὐδεὶς οὐδένα πλε
ονεκτῆ· ὅρα καὶ παῦλος τί φη
σίν· μὴ πλανᾶσθε οὔτε πόρ
νοι· οὔτε εἰδωλολάτραι· οὔτε 
μοιχοὶ οὔτε μαλακοί· οὔτε ἀρσε
νοκοῖται· οὔτε λοίδοροι οὔτε 
μέθυσοι βασιλείαν θῦ κληρο
νομήσουσιν· καὶ ταῦτα τινὲς 
ἦτε· ὁρᾶς πῶς πᾶν κακίας 
εἶδος ἐπεπόλαζεν· καὶ πολλὴ 
τίς ἦν ἡ ἀχλύς; τὸ δίκαιον διε
φθείρετο· εἰ γὰρ οἱ προφητείας 
ἀπολαύοντες· καὶ τοσαῦτα ὁ
ρῶντες γινόμενα κακὰ· καὶ ἐν 
τοῖς πολεμίοις καὶ ἐν ἑαυτοῖς. 
ὅμως οὐκ ἠνείχοντο· ἀλλὰ μυ
ρία κακὰ εἰργάζοντο· τί ἂν οἱ 
ἄλλοι· ἀλλὰ τινες παρ αὐτῶν 
πάλιν παρθένους σεμνὰς ἐκέ
λευον παλαίειν ἐπόψεσιν ἀν͞ων· 
πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο· ὅτι 


οὐδὲ τὸ ῥῆμα ἀκούειν φέρεται· οὗ τὸ 
πρᾶγμα οἰ φιλόσοφοι οὐκ ἠσχύνον
το· ἕτερος δέ τις φιλόσοφος ὁ κο
ρυφαῖος αὐτῶν καὶ εἰς πολέμοις 
αὐτὰς ἐξάγει· καὶ κοινὰς εἶναι 
κελεύει ὡς μάστροπός τις ὢν καὶ 
πρὸ ἀγωγεύς· ἐν κακία καὶ φθό
νω διάγοντες φησίν· εἰ γὰρ οἱ φι
λοσοφοῦντες παρ αὐτοῖς τοι
αῦτα ἐνομοθέτουν, τί ἂν εἴποιμ͞ε 
περὶ τῶν μὴ φιλοσοφησάντ͞ω· 
εἰ οἱ τὸ γένειον ἔχοντες βαθὺ· καὶ 
τὸν τρίβονα ἀναβεβλημένοι 
τοιαῦτα λέγουσιν, τί ἂν εἴποιμ͞ε 
περὶ τῶν ἐτέρων· οὐ διὰ τοῦτο 
γέγονεν ἡ γυνὴ ἄ͞νε ὥστε κοινῆ πᾶ
σιν προκεῖσθαι· ὦ πάντα ἀνατρέ
ποντες ὑμεῖς οἱ τοῖς μὲν ἄρσε
σιν ὡς θηλείαις μιγνύμενοι· 
τὰς δὲ θηλείας ὡς ἄνδρας εἰς 
πόλεμον ἐξάγοντες· τοῦτο γὰρ 
ἔργον τοῦ διαβόλου, πάντα συγ
χεῖν καὶ ἀνατρέπειν· καὶ τὰ ἐξαρ
χῆς τεθέντα ὅρια διασαλεύειν· 
καὶ μετέρειν τὰ ὅρια, ἂ ὁ θ͞ς ἔθετο 
τῆ φύσει· τὴ μὲν γὰρ γυναικὶ ἔδω
κεν τὸ οἰκουρεῖν ὁ θ͞ς. τὸ δε ἀνδρὶ 
τὰ δημόσια πράττειν· σὺ δὲ τὴν 
κεφαλὴν εἰς τοὺς πόδας κατά
γεις, καὶ τοὺς πόδας εἰς τὴν κεφα
λὴν ἀνάγεις· γυναῖκας ὁπλίζεις 
καὶ οὐκ αἰσχύνη; τί δὲ ταῦτα λέ
γω· εἰσάγουσί τινα παραυτοῖς 
γυναῖκας· καὶ παῖδας ἀνελού
σας· καὶ οὐκ αἰσχύνονται τοιαῦτα 
μυσαρὰ διηγήματα εἰς τὰς τῶν 
ἀν͞ων ἀκοὰς ἐμβάλλοντες· ὅτε 
Δὲ ἡ χρηστότης φησὶν καὶ ἡ φιλαν
θρωπία ἐπεφάνη τοῦ σ͞ρς ἡμῶν θῦ· 
οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνη 


ὦν ἐποιήσαμεν ἡμεῖς· ἀλλὰ κα
τὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς 
διὰ λουτροῦ παλιγγενεσίας καὶ 
ἀνακαινώσεως π͞νς ἁγίου. οὗ ἐξέ
χεεν ἐφ ἡμᾶς πλουσίως· διὰ ἰῦ χῦ 
τοῦ σ͞ρς ἡμῶν· ἵνα δικαιωθέντες 
τῆ ἐκείνου χάριτι. κληρονόμοι γε
νηθῶμεν, κατελπίδα ζωῆς αἰω
νίου· τί ἐστι κατελπίδα· τοῦτ' ἔ
στιν καθῶς ἠλπίσαμεν οὕτως ἀ
πολαύσωμεν· ἢ ὅτι ἤδη κληρονό
μοι ἐστέ· πιστὸς ὁ λόγος· ἐπειδὴ γΧ` 
περὶ μελλόντων διελέχθη καὶ αὐ
τῶν παρόντων, ἐπήγαγεν τὸ ἀξιό
πιστον· ἀληθὴ ταῦτά ἐστιν φησὶν· 
καὶ δῆλον ἐκ τῶν φθασάντων· 
ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας 
ἀπαλλάξας· καὶ τοσούτων κα
κῶν, εὔδηλον ὅτι καὶ τῶν μελλό‾
των ἡμῖν μεταδώσει πᾶσιν ἐπι
μείνασιν τῆ χάριτι· ἀπὸ γὰρ τῆς 
αὐτῆς κηδεμονίας ἅπαντα γί
νεται· εὐχαριστῶμεν οὖν τῶ θῶ. 
καὶ μηδὲν τοὶς ἄλλοις ὀνειδί
ζωμεν μηδὲ ἐγκαλῶμεν, ἀλλὰ 
παρακαλῶμεν· μᾶλλον εὐχώ
μεθα ὑπὲρ αὕτῶν· συμβουλεύω
μεν· παραινῶμεν· κἂν ὑβρίζω
σιν κἂν λακτίζωσι· τοιοῦτοι γάρ 
εἰσιν οἱ νοσοῦντες· ἀλλ' οἱ πρὸς τὴν 
ὑγείαν τὴν ἐκείνων σπεύδωντες. 
πάντα φέρουσι πάντα πράτ
τουσι. κἂν μηδὲν ἀνύωσιν. ἵνα 
μὴ ἑαυτοῖς ἐγκαλῶσιν ὥς παρη
μεληκόσιν· ἢ οὐκ ἴστε ὅτι πολλά
κις ἰατροῦ ἀπογνόντος τοῦ κά
μνοντο. ἕτερος φησὶν τῶν προ
σηκόντων πρὸς αὐτόν· θεραπεί
αν πάλιν προσάγαγε καὶ μηδὲν 
ἐλλίπης ἵνα μηδὲν μέμφωμαι· 


ἵνα μὴ κατηγορεῖν ἔχω ἐαυτοῦ· οὐ
χορᾶτε πόσην οἱ προσήκοντες 
περὶ τοὺς ἐπιτηδείους ποιοῦνται 
τὴν πρόνοιαν. πόσα ὑπὲρ τούτου 
πράττουσιν· καὶ ἰατροὺς παρα
καλοῦντες· καὶ χρήματα ἀνα
λίσκοντες. καὶ προσεδρεύον
τες διὰ παντὸς· κἂν τούτοις μι
μούμεθα· καίτοι γε οὐχ' ὑπὲρ τῶ‾ 
ἴσων ἡ φροντίς· νῦν δὲ τὸ μὲν 
σῶμα κάμνοντες τοῦ παιδὸς, 
οὐκ ἂν παραιτήσαιτό τις· καὶ 
μακρὰν ἀποδημίαν στείλασθ3· 
ὥστε λῦσαι τὴν νόσον· τῆς δὲ ψυ
χῆς κακῶς ἐχούσης· οὐδεὶς οὐδέ
να ποιεῖται λόγον· ἀλλὰ πάντες 
ἀναπεπτώκαμεν· πάντες ῥα
θυμῶμεν· πάντες ὀλιγωροῦμ͞ε· 
καὶ παῖδας καὶ γυναίκας καὶ ἡ
μᾶς αὐτοὺς περὶ ὁρῶντες ἀναλί
σκομένους ὑπὸ τῆς νόσου ταύ
της τῆς χαλεπῆς, ἀλλ' ὕστερον 
λαμβάνομεν τὴν αἴσθησιν· ἐν
νοήσατε ὠς αἰσχρὸν καὶ σφόδρα 
καταγέλαστον. ὕστερον λέγειν οὐ 
προσεδοκήσαμεν· οὐκ ἠλπί
ζομεν τοῦτο ἔσεσθαι· οὐκ αἰσχρ͞ὸ 
δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυ
νον· εἰ γὰρ ἐν τῶ παρόντι βίω 
τῶν ἀνοήτων ἐστὶν τὸ τὰ μέλ
λοντα μὴ παρορᾶν· πολλῶ μᾶλ
λον κατὰ τὸν μέλλοντα. ὅτε καὶ 
ἀκούωμεν νῦν πολλῶν παραι
νούντων· πολλῶν συμβουλευόν
των καὶ λεγόντων τὰ πρακτέα 
καὶ τὰ μὴ πρακτέα· ἀντεχώ
μεθα τοίνυν τῆς φροντίδος ἐκεί
νης· φροντίζωμεν τῆς σ͞ρίας 
τῆς ἡμετέρας· τὸν θ͞ν ἐπὶ πᾶσιν 
παρακαλῶμεν, ὥστε χεῖρα ὁρέ


ξαι· μέχρι τίνος ῥάθυμοι ἐσμὲν· 
μέχρι τίνος ἀμελεῖς· μέχρι τίνος 
καταφρονῶμεν ἑαυτῶν καὶ τῶν 
ὁμοδούλων ἡμῶν· αὐτὸς πλου
σίως ἐξέχεεν ἐφ ἡμᾶς τὴν τοῦ 
π͞νς χάριν· ἐννοήσωμεν τοίνυ‾ 
ὅσην χάριν περὶ ἡμᾶς ἐπεδεί
ξατο καὶ τοσαύτην σπουδὴν ἐ
πιδειξώμεθα· μᾶλλον δὲ τοσαύ
την μὲν οὐ δυνατὸν· κἂν γοῦν ἐ
λάττονα· ἀν γὰρ μετὰ τὴν χάριν 
ταύτην ὦμεν ἀναίσθητοι, μείζ͞ω 
ἡμῖν ἔσται ἡ κόλασις· εἰ μὴ ἦλ
θον γάρ φησὶν καὶ ἐλάλησα 
αὐτοῖς ἁμαρτίαν οὐκ εἶχον· νῦν 
δὲ πρόφασιν οὐκ ἔχωσιν· ἀλλὰ 
μὴ γένοιτο ταῦτα περὶ ὑμῶν 
εἰπεῖν· ἀλλὰ γένοιτο πάντας 
ἡμᾶς ἀξιωθῆναι τῶν ἐπηγγελ
μένων ἀγαθῶν τοῖς ἀγαπῶσιν 
αὐτόν· ἐν χῶ ἰῦ τῶ κῶ ἡμῶν· με
θοῦ τῶ π͞ρι ἅμα τῶ ἁγίω π͞νι· δό
ξα κράτος τιμὴ· νῦν καὶ ἀεὶ καὶ 
εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμˆ :~
ΟΜΙΛΙΑ ͞ς
ΠΙΣΤΟΣ Ο ΛΟΓΟΣ· ΚΑΙ ΠΕΡΙ ΤΟΥΤΩΝ ΒΟΥ
ΛΩΜΑΙ ΣΕ ΔΙΑΒΕΒΑΙΟΥΣΘΑΙ· ΙΝΑ 
ΦΡΟΝΤΙΖΩΣΙΝ ΚΑΛΩΝ ΕΡΓΩΝ ΠΡΟΪ
ΣΤΑΣΘΑΙ ΟΙ ΠΕΠΙΣΤΕΥΚΟΤΕΣ Θ͞Ω·
ΤΑΥΤΑ ΕΣΤΙΝ ΚΑΛΑ ΚΑΙ ΟΦΕΛΙΜΑ 
ΤΟΙΣ ΑΝΟ͞ΙΣ· ΜΩΡΑΣ ΔΕ ΖΗΤΗΣΕΙΣ· 
ΚΑΙ ΓΕΝΕΑΛΟΓΙΑΣ· ΚΑΙ ΕΡΕΙΣ ΚΑΙ
ΜΑΧΑΣ ΝΟΜΙΚΑΣ ΠΕΡΙΪΣΤΑΣΟ· ΕΙ
ΣΙΝ ΓΑΡ ΑΝΩΦΕΛΕΙΣ ΚΑΙ ΜΑΤΑΙΟΙ·
ΑΙΡΕΤΙΚΟΝ ΑΝ͞ΟΝ· ΜΕΤΑ ΜΙΑΝ ΚΑΙ ΔΕΥ
ΤΕΡΑΝ ΝΟΥΘΕΣΙΑΝ ΠΑΡΑΙΤΟΥ· ΕΙΔΩΣ 
ΟΤΙ ΕΞΕΣΤΡΑΠΤΑΙ Ο ΤΟΙΟΥΤΟΣ· ΚΑΙ 
ΑΜΑΡΤΑΝΕΙ ΩΝ ΑΥΤΟΚΑΤΑΚΡΙΤΟΣ :~
ΕΙΠΩΝ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΘΥ ΦΙΛ͞ΑΝ͞ΙΑΣ·