※ ΛΟΓΟΣ ͞Ε ※


+ ΕΠΕΦΑΝΗ 
ΓΑΡ Η ΧΑΡΙΣ ΤΟΥ 
Θ͞Υ Η Σ͞ΡΙΟΣ ΠΑΣ^̈ 
ΑΝΟ͞ΙΣ ΠΑΙΔΕ
ΥΟΥΣΑ ΗΜΑΣ· ΙΝΑ 
ΑΡΝΗΣΑΜΕΝΟΙ 
ΤΗΝ ΑΣΕΒΕΙΑΝ 
ΚΑΙ ΤΑΣ ΚΟΣΜΙ
ΚΑΣ ΕΠΙΘΥΜΙΑΣ,
ΣΩΦΡΟΝΩΣ ΚΑΙ 
ΔΙΚΑΙΩΣ ΚΑΙ 
ΕΥΣΕΒΩΣ ΖΗ
ΣΩΜ< ΕΝ ΤΩ ΝΥΝ 
ΑΙΩΝΙ, ΠΡΟΣΔΕ
ΧΟΜΕΝΟΙ Τ^ ΜΑ
ΚΑΡΙΑΝ ΕΛΠΙ
ΔΑ ΚΑΙ ΕΠΙΦΑΝΕΙ
ΑΝ ΤΗΣ ΔΟΞΗΣ 
ΤΟΥ ΜΕΓΑΛΟΥ Θ͞Υ 
ΚΑΙ Σ͞ΡΣ ΗΜΩΝ 
Ι͞Υ Χ͞Υ· ΟΣ ΕΔΩ
ΚΕΝ ΕΑΥΤΟΝ 
ΥΠΕΡ ΗΜΩΝ, 
ΙΝΑ ΛΥΤΡΩ
ΣΗΤΑΙ ΗΜΑΣ 


ΑΠΟ ΠΑΣΗΣ ΑΝΟΜΙΑΣ· ΚΑΙ ΚΑ
ΘΑΡΙΣΗ ΕΑΥΤΩ ΛΑΟΝ ΠΕΡΙΟΥ
ΣΙΟΝ· ΖΗΛΩΤΗΝ ΚΑΛΩΝ ΕΡΓΩΝ ⁖
Πολλὴν παρὰ τῶν οἰκετῶν 
ἀπαιτήσας τὴν ἀρετήν· ς` 
γάρ ἐστι πολλὴ, τῶ τὴν διδα
σκαλίαν τοῦ θῦ καὶ σ͞ρς ἡμῶν 
κοσμεῖν ἐν πᾶσι· καὶ μη
δεμίαν διδόναι τοῖς δεσπόταις 
λαβὴν μὴ δὲ ἐν τῶ τυχόντι, 
ἐπάγει καὶ τὴν αἰτίαν δικαίαν,
δι' ἢν ὀφείλουσι τοιοῦτοι εἶ
ναι οἱ οἰκέται· ποίαν δὴ 
ταύτην· ἐπεφάνη γάρ φη
σιν ἡ χάρις τοῦ θῦ ἡ σρ͞ιος· 
οἱ θῦ διδασκάλου τυγχάνον
τες, πῶς οὐκ ἂν εἶεν εἰκότως 
τοιοῦτοι· οἵους ἄρτι διῆλθον 
ἐγώ· μυρίων ἀμαρτημάτων 
λύσιν εὐρόντες· ἴστε γὰρ 
Ὅτι μετὰ τῶν ἄλλων ς` τοῦτο 
οὐχ ὡς ἔτυχεν ἐντρέπει καὶ 
συστέλλει ψυχήν· τὸ μυρίων 
ἁμαρτημάτων οὖσαν ὑπεύ
θυνον, μὴ δίκην δοῦναι ἀλλὰ 
συγγνώμης τυχεῖν ς` μυρίων 
ἀγαθῶν· εἰ γάρ τις εἰπέ μοι τὸν 
μυρία προσκρούσαντα οἰκέτ^ 


λαβὼν μὴ κατατείνη ἱμάσ^̈· 
ἀλλ' ἐπ' ἐκείνοις μὲν συγγνώ
μην παράσχοι, ὑπὲρ δὲ τῶν 
μελλόντων αὐτὸν ἀπαιτοίη 
εὐθύνας· ς` φυλάττεσθαι αὐ
τὸν παρακελεύοιτο ὥστε 
μὴ τοῖς αὐτοῖς περιπεσεῖν· 
ς` δωρεαῖς μεγάλαις τιμήσει, 
τίνα οὐκ ἂν εἴεσθε ἐντρέψαι 
τὴν τοσαύτην χάριν ἀκούοντα· 
Ἀλλὰ μὴ νομίσης ὅτι ἡ χάρις 
μέχρι τῆς τῶν προτέρων ἁ
μαρτημά των συγχωρήσεως 
ἵσταται· οὐ γὰρ μέχρι τούτου, 
ἀλλὰ καὶ εἰς τὸ μέλλον ἡμᾶς 
ἀσφαλίζεται· καὶ γὰρ ς` τοῦτο 
χάριτος· ἐπεὶ εἰ μέλλοι ἀεὶ 
κακῶς πράττοντας μὴ κο
λάζειν, οὐκέτι τὸ πρᾶγμα 
χάρις ἐστὶν, ἀλλὰ προτροπή 
τις εἰς λύμην καὶ διαφθοράν·
Ἐπεφάνη γάρ φη ἡ χάρις 
τοῦ θῦ παιδεύουσα ἡμᾶς· ἵνα 
ἀρνησάμενοι τὴν ἀσέβειαν 
ς` τὰς κοσμικὰς ἐπιθυμίας, 
σωφρόνως καὶ δικαίως καὶ 
εὐσεβῶς ζήσωμεν ἐν τῶ νῦν 
αἰῶνι· προσδεχόμενοι τὴν 


μακαρίαν ἐλπίδα καὶ ἐπι
φάνειαν τῆς δόξης τοῦ μεγάλου 
θῦ καὶ σ͞ρς ἡμῶν ἰῦ χῦ· ὅρα 
Πῶς μετ' αὐτῶν ἐπάθλων τίθη
σι τὴν ἀρετήν· καὶ τοῦτο χά
ριτος, τὸ ἀπαλλάξαι τῶν βιω
τικὼν· τὸ πρὸς τὸν οὐ͞νον 
ἀγαγεῖν· δύο δείκνυσιν ἐνταῦ
θα ἐπιφανείας· καὶ γάρ εἰσι 
δύο· ἡ μὲν προτέρα χάριτος, 
ἡ δὲ δευτέρα ἀνταποδώσεως 
ς` τοῦ δικαίου· ἵνα ἀρνησά
μενοί φησι τὴν ἀσέβειαν 
ς` τὰς κοσμικὰς ἐπιθυμίας· 
ἰδοὺ πάσης τῆς ἀρετῆς ὑπό
θεσις· οὐκ εἶπεν ἵνα φευξώ
Μεθα· ἀλλ' ἵνα ἀρνησάμενοι·
ἡ ἄρνησις, πολλὴν δείκνυσι 
τὴν διάστασιν· πολὺ τὸ μίσος. 
πολλὴν τὴν ἀποστροφήν· μεθ' 
ὅσης διαθέσεως· μεθ' ὅσης σπου
δῆς τὰ εἴδωλα ἀπεστράφησαν, 
μετὰ τοσαύτης καὶ τὴν κακίαν 
αὐτήν βούλεται καὶ τὰς κοσ
μικὰς ἐπιθυμίας φεύγειν· 
Καὶ γὰρ καὶ ταῦτα εἴδωλα· κοσ
μικὴ ἐπιθυμία, πλεονεξία· 
μᾶλλον δὲ ταύτην καὶ εἰδωλο


λατρίαν ὀνομάζει· καὶ ὅσα 
πρὸς τὸν παρόντα βίον ἡ
μῖν χρησιμεύει, κοσμικαί 
εἰσιν ἐπιθυμίαι· πάντα 
ὅσα ἂν μὴ διαβαίνη μεθ' ἡ
μῶν εἰς τὸν οὐ͞νὸν, κοσμικαί 
εἰσιν ἐπιθυμίαι· πάντα ὅσα 
ἂν τῶ παρόντι κόσμω συγ
καταλύηται, κοσμική ἐστιν 
ἐπιθυμία· μηδὲν τοίνυν 
Πρὸς ταύτας ἔχωμεν· ἦλθεν 
ὁ χ͞ς ἵνα ἀρνησώμεθα τὴν 
ἀσέβειαν· ἀσέβειαν, τὰ δόγ
ματά λέγει· καὶ κοσμικὰς 
ἐπιθυμίας, τὸν βίον τὸν 
ἐναγῆ· σωφρόνως καὶ δι
καίως καὶ εὐσεβῶς ζήσωμ< 
ἐν τῶ νῦν αἰῶνι· ὁρᾶς ὅτι 
ὅπερ ἀεὶ λέγω· σωφροσύνη 
οὐ τοῦτο μόνον ἐστι, τὸ πορ
νείας ἀπέχεσθαι, ἀλλὰ ς` 
τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς 
εἶναι; ἄρα καὶ ὁ χρημάτων 
ἐρῶν, οὐ σώφρων· ὥπερ 
Γὰρ ἐκεῖνος σωμάτων, οὕτως 
ς` οὗτος χρημάτων· μᾶλλον 
δὲ οὗτος ἀκολαστότερος, ὅσω 
οὐδὲ τοσαύτην ἔχει βίαν τὴν 


ὠθοῦσαν αὐτόν· καὶ γὰρ ἡνί
οχος ἐκεῖνος ἀκρατὴς μάλιστα 
ἂν λέγοιτο, οὐχ ὁ τὸν τραχὺν ς` 
δυσήνιον μὴ κατέχων ἵππον· 
ἀλλ' ὁ τὸν ἡρέμα ἐπιεικέστερον 
μὴ δυνάμενος ὑποτάξαι· 
Τί δέ φησιν ἡ τῶν χρημάτων 
ἐπιθυμία ἐλάττων τῆς 
τῶν σωμάτων; παντί που 
δῆλόν ἐστι, καὶ πολλαχόθεν 
τοῦτο δείκνυται· ς` πρῶτον 
μὲν, ὅτι ἀναγκαίως γέγον< 
ἡ τῶν σωμάτων ἐπιθυμία· 
τὸ δὲ ἀναγκαίως γεγονὸς, δῆ
λόν ὅτι καὶ μετὰ πολλοῦ κα
τορθοῦται τοῦ πόνου· ἐπεὶ 
ς` ἐνεσπάρη τῆ φύσει· δεύ
τερον, ὅτι χρημάτων μὲν 
οὐ πολὺς τοῖς παλαιοῖς λόγος· 
γυναικῶν δὲ πολύς σωφρο
σύνης ἕνεκεν· ς` γυναικὶ 
Μὲν συγγενομένω κατὰ νόμον, 
οὐδεὶς ἂν μέμψαιτο μέχρι 
γήρως· χρηματιζομένω 
δὲ, πάντες· καὶ τῶν ἔξωθεν 
φιλοσόφων πολλοὶ χρημάτων 
μὲν κατεφρόνησαν, γυναι
κῶν δὲ οὐκ ἔτι· οὕτω τοῦτο 


ἐκείνου τυραννικώτερον· 
ἀλλ' ἐπειδὴ πρὸς τὴν ἐκκλη
σίαν ἡμῖν ὁ λόγος, μὴ ἀπὸ τῶν 
ἔξωθεν φέρωμεν τὰ ὑποδείγ
ματα· ἀλλ' ἀπὸ τῶν γραφῶν· 
Τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγ
ματος σχεδὸν μέρει τίθησιν 
ὁ μακάριος οὗτος οὕτω λέγων· 
ἔχοντες διατροφὰς καὶ σκε
πάσματα, τούτοις ἀρκεσθη
σόμεθα· περὶ δὲ τῶν παρ
θένων, τί φησιν· ἐπιταγὴν 
κ͞υ οὐκ ἔχω· καὶ πάλιν· ἐπὶ τὸ 
αὐτὸ συνέρχεσθε· ς` πολλάκιs̈ 
ἵδοις ἂν αὐτὸν, περὶ συνουσίας 
νομοθετοῦντα τῆς νομίμου· 
ς` ταύτης μὲν ἀφίησιν ἀπό
λαυσιν τῆς ἐπιθυμίας. ς` δευ
τέρω προσιέναι γάμω· καὶ 
πολλὴν ποιεῖσθαι τοῦ πράγ
ματος τῆν ἐπιμέλειαν· καὶ 
οὐδαμοῦ ὑπὲρ τούτου κολάζει· 
τὸν δὲ χρημάτων ἐφιέμενον, 
πανταχοῦ κολάζει καὶ κατα
δικάζει· ς` περὶ μὲν χρη
Μάτων ὁ χ͞ς πανταχοῦ διετά
ξατο, ὥστε φεύγειν τὴν ἐν
τεῦθεν λύμην· περὶ δὲ 


ἀποχῆς γυναικὸς,  οὐχ οὔτως· 
ἄκουε γὰρ τί φησι περί χρημά
των· ἐὰν μή τις ἀποτάξηται 
πᾶσιν αὐτοῦ τοῖς ὑπάρχουσιν· 
οὐδαμοῦ εἶπεν, ἐὰν μή τις 
ἀποτάξηται γυναικός· οἶδε 
γὰρ οἵαν ἐπέθηκε τυραννίδα 
Καὶ ὁ μακάριος οὗτος, φησί· 
τίμιος ὁ γάμος· καὶ ἡ κοίτη 
ἀμίαντος· καὶ οὐδαμοῦ τι
μίαν τὴν τῶν χρημάτων 
ἐπιμέλειαν καλεῖ· ἀλλὰ τὸ 
ἐναντίον· οἱ δὲ βουλόμενοι 
πλουτεῖν, ἐμπίπτουσιν εἰς 
πειρασμὸν καὶ παγίδα καὶ 
ἐπιθυμίας πολλὰς ἀνονή
τους καὶ βλαβεράς· οὐκ εἶπε 
πλεονεκτεῖν, ἀλλὰ πλουτεῖν· 
Ἵνα δὲ μάθητε καὶ ἀπὸ τῶν 
κοινῶν ἐννοιῶν, ἀναγκαίον 
ς` τοῦτον τὸν λόγον εἰς μέσον 
παραγαγεῖν· χρημάτων μ< 
γάρ τις καθάπαξ ἀποστερη
θεὶς, οὐκέτι ἂν ἐνοχλοῖτο 
ὑπὸ τῆς ἐπιθυμίας· οὐδὲν γὰρ 
οὕτως ποιεῖ χρημάτων ἐπιθυ
μίαν, ὡς τὸ χρήματα ἔχειν· 
Ἐπὶ δὲ τῆς τῶν σωμάτων ἐπι


θυμίας οὐχ οὕτως· ἀλλὰ καὶ 
εὐνουχισθέντες πολλοὶ, τ~` 
ἔνδον ἐνοχλοῦσαν πυρὰν 
οὐκ ἀπέβαλον· ἡ γὰρ ἐπιθυ
μία ἐν ἑτέροις κεῖται ὀρ
γάνοις· ἔνδον ἐν τῆ φύσει ἐγ
κειμένη· τίνος οὖν ἕνεκ< 
Ἡμῖν ταῦτα εἴρηται· ὅτι οἱ 
πλεονέκται, τῶν πορνευόν
των ἀκολαστότεροι, ὅσω 
ὑπὸ ἐλάττονος ἐνοχλοῦνται 
ἐπιθυμίας· μᾶλλον δὲ οὐδὲ 
ἐπιθυμίας· ἐνταῦθα μὲν 
γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυμία 
φυσική, ὥστε κἂν γυναικί 
τις μὴ πλησιάζη, ἡ φύσις 
τὸ αὐτὸ ποιεῖ καὶ ἐργάζεται· 
ἐκεῖ δὲ, οὐδὲν τοιοῦτον γί
νεται· καὶ εὐσεβῶς ζήσωμ< 
ἐν τῶν νῦν αἰῶνι· καὶ τίς ἡ 
ἐλπίς· τί τὸ ἆθλον τῶν πόνων· 
προσδεχόμενοί φησὶ τὴν 
μακαρίαν ἐλπίδα καὶ ἐπι
φάνειαν· ὄντως γὰρ οὐδὲν 
Ἐκείνης μακαριώτερον· οὐδὲ 
ζηλωτότερον· καὶ ταῦτα 
λόγος παραστῆσαι οὐ δύναται· 
ς` γὰρ οὐν ὑπερβαίνει τὰ 


τότε ἀγαθά· προσδεχόμενοί 
φησὶ τὴν μακαρίαν ἐλπίδα 
ς` ἐπιφάνειαν τῆς δόξης τοῦ 
μεγάλου θῦ καὶ σρ͞ς ἡμῶν· 
Ποῦ εἰσιν οἱ τοῦ π͞ρς ἐλάττονα 
τὸν ὑ͞ν λέγοντες· τοῦ μεγάλου 
φησὶ θῦ καὶ σρ͞ς· ὁ τοὺς ἐχθροὺς 
σώσας, τί οὐκ ἐργάσεται τότε, 
εὐδοκιμοῦντας λαβών· τοῦ 
μεγάλου φησὶ θῦ· τὸ μέγας 
ἐπὶ θῦ ὅταν λέγη, οὐ πρός τι 
μέγα φησίν· ἀλλ' ἀπολύτως 
μέγας· μεθ' ὃν, οὐκ ἂν εἴη μέγας, 
ἐπεί πρός τι ἐστίν· εἰ δὲ πρός 
τι, κατὰ σύγκρισιν καὶ οὐ 
φύσει μέγας· νῦν δὲ ἀσυγκρί
τως μέγας· ὅς ἔδωκεν ἑαυ
τὸν ὑπὲρ ἡμῶν φησιν, ἵνα 
λυτρώσηται ἡμᾶς ἀπὸ πά
σης ἀνομίας· ς` καθαρίση 
ἑαυτῶ λαὸν περιούσιον· ἐξη
λλαγμένον· οὐδὲν ἔχοντα 
κοινὸν πρὸς τοὺς λοιπούς· ζη
λωτὴν καλῶν ἔργων· ὁρᾶς 
Ὅτι καὶ τῶν πάρ' ἡμῶν δεῖ; 
οὐχ ἁπλῶς ἔργων· ἀλλὰ ζη
λωτήν· τοῦτ' ἔστι μετὰ προ
θυμίας πολλῆς ἐπ' αὐτὴν 


ἰόντα τὴν ἀρετήν· μετὰ θερ
μότητος καὶ σφοδρότητος 
τῆς προσηκούσης· τὸ μὲν οὖν 
βεβαρημένους τοῖς κακοῖς 
ς` ἀνίατα νοσοῦντας ἀπαλ
λάξαι, τῆς ἐκείνου φιλα͞νίας 
ἦν· τὰ δὲ μετὰ ταῦτα, ς` ἡ͞μ 
ς` ἐκείνου· ταῦτα λάλει καὶ 
παρακάλει· καὶ ἔλεγχε μετὰ 
πάσης ἐπιταγῆς· ταῦτα λάλει
Καὶ παρακάλει· ὁρᾶς, πῶς 
τιμοθέω προστάττει καὶ φή^̈ 
ἔλεγξον ἐπιτίμησον παρα
κάλεσον, ἐνταῦθα δὲ ταῦτα 
λάλει καὶ παρακάλει καὶ ἔλεγχε 
μετὰ πάσης ἐπιταγῆς; ἐπει
δὴ τὸ ἦθος τούτων σκληρό
τερον ἦν, δια τοῦτο καὶ ἀπο
τόμως καὶ μετὰ πάσης ἐπι
ταγῆς ἐλέγχειν ἐπιτάττει· 
ἔστι γὰρ τῶν ἁμαρτημάτων 
ἃ καὶ ἐπιτάγμασιν ἀπείργειν 
χρή· οἷον, τὸ μὲν χρημάτων 
Καταφρονεῖν, παραινοῦντα
ἔδει πείθειν· καὶ τὸ ἐπιεικεῖς 
εἶναι· καὶ ὅσα τοιαῦτα· τὸν 
δὲ μοιχὸν· τὸν πόρνον· τὸν 
πλεονέκτην, μετὰ πάσης 


ἐπιταγῆς ἀπάγειν· τὸν οἰωνι
ζόμενον· τὸν κληδονιζό
μενον· τὸν ἄλλα τοιαῦτα πρά
ττοντα, οὐδὲ ἁπλῶς ἐπιταγ͞s· 
Ὁρᾶς πῶς βούλεται καὶ μετὰ 
αὐθεντίας καὶ μετὰ ἐξουσίας 
πολλῆς ταῦτα αὐτὸν ἐπιτάτ
τειν; μηδείς σου περιφρο
νείτω· τουτέστι καταφρονείτω· 
ἀλλ' ὑπομίμνησκε αὐτούς· 
ἀρχαῖς ἐξουσίαις ὑποτάσ
εσθαι· μηδένα βλασφημεῖν
ἀμάχους εἶναι· τί οὖν· μὴ δὲ
τοὺς κακῶς πράττοντας; 
μὴ δὲ ἐκείνους λοιδορεῖσθαι· 
ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν 
Ἑτοίμους εἶναι· μηδένα βλασ
φημεῖν· κἂν ὅστις ἦ φησιν, 
ὅλως μηδένα ἀκούσωμ< 
Τῆς παραινέσεως· μηδένα 
βλασφημεῖν· καθαρὸν ἡμ͞^̈ εἶναι 
δεῖ τὸ στόμα λοιδορίας· εἴτε γὰρ 
φησιν ἀληθεῖς εἰσιν αἱ λοιδο 
ρίαι, οὐχ ἡμῶν ταῦτα λέγειν·  
ἀλλὰ τοῦ κριτοῦ ἐξετάζειν· 
σὺ γάρ φησι τί κρίνεις τὸν ἀ
δελφόν σου, εἴτε οὐκ ἀληθεῖς· 
ὁρᾶς ὅσον τὸ πῦρ; ἄκουε τοῦ 


ληιστοῦ λέγοντος πρὸς τὸν ἕτερον 
ληστήν· καὶ γὰρ καὶ αὐτοὶ 
ἐν τῶ αὐτῶ κρίματι ἐσμέν· 
τὸν αὐτὸν ἀγῶνα τρέχομεν· 
ἂν ὀνειδίσης ἑτέροις, ταχέως 
ς` αὐτὸς τοῖς αὐτοῖς περιπέση· 
Δια τοῦτο παραινεῖ ὁ μακάριος 
οὗτος λέγων· ὁ δοκῶν ἑστάναι, 
βλεπέτω μὴ πέση ἀμάχους 
εἶναι φησίν· ἐπιεικεῖς· πᾶ
σαν ἐπιδεικνυμένους πραό
τητα πρὸς πάντας ἀν͞ους· 
ς` ἕλληνας καὶ ἰουδαίους· ς`
πονηρούς καὶ μοχθηρούς· 
ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν μελ
λόντων· ὅπερ ς` αὐτὸς ἐποίει 
ἐν τῆ πρὸς γαλάτας ἐπιστολῆ 
λέγων· ὥστε ὁ δοκῶν ἑστάναι, 
βλεπέτω μὴ πέση· ἐνταῦθα 
Δὲ οὐκ ἀπὸ τῶν μελλόντων. 
ἀλλ' ἀπὸ τῶν παρελθόντων 
ἐντρέπει· μηδενὶ ὀνειδίσης 
φησί· τοιοῦτος γὰρ ἦς καὶ σύ· 
ἦμεν γάρ φησι ποτὲ ς` ἡμεῖς 
ἀνόητοι· ἀπειθεῖς· πλανώ
μενοι· δουλεύοντες ἐπιθυ
μίαις καὶ ἡδοναῖς ποικίλαις· 
ἐν κακία ς` καὶ φθόνω διάγοντες· 


στυγητοί· μισοῦντες ἀλλήλους· 
ὥστε πρὸς πάντας τοιούτους 
εἶναι δεῖ· ἡμέρως ἔχειν· ὁ γὰρ 
τοιοῦτος ὢν πρότερον, καὶ 
ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν 
ὀφείλει τούτοις· ἀλλ' εὔχεσθαι· 
ς` χάριτας ἔχειν τῶ καὶ αὐτῶ 
κακείνοις δόντι τὴν ἀπαλλαγ^` 
τῶν προτέρων κακῶν· μη
δεὶς καυχάσθω· πάντες γὰρ ἥ
μαρτον·


Ἠθj̈` ͞Ε:


Ἠθj̈` ͞Ε: ὅτι οὐ δεῖ ὀνειδίζειν ἢ κατακρίνειν τὸν ἐν ἁμαρτίαις ἀφο
ρῶν τα πρὸς τὰ ἡμέτερα καὶ τὰ μέλλοντα ἡμῖν ἄδηλα· ἀλλ' οὐ δὲ ἀπογινώσκειν 
ἀν τοῦ ἄχρι 
τέλους⁖


ὅταν οὖν ἐθέλης 
Ὀνειδίσαί τινα κατορθῶν 
αὐτὸς, τὸν πρότερόν σου ἐν
νοῶν βίον· καὶ τὸ τοῦ μέλ
λοντος ἄδηλον, ἀναχαίτιζε 
τὴν ὀρμήν· εἰ γὰρ ς` ἐκ πρώτs 
ἡλικίας ἐναρέτως ἔζησας, 
ἀλλ' ὅμως ἔχοις ἂν ἁμαρτή
ματα πολλά· εἰ δὲ οὐκ ἔχεις   
ὡς νομίζεις, ἐννόησον ὅτι 
οὐ τῆς σῆς ἀρετῆς τοῦτο γέγον< 
ἀλλὰ τῆς τοῦ θῦ χάριτος· εἰ γὰρ 
μὴ τοὺς προγόνους ἐκάλεσε 
τοὺς σοὺς, ς` αὐτὸς ἂν ἦς ἀπειθs΄· 
Ὅρα πῶς πᾶσαν κακίαν διε
ξῆλθεν οὐχὶ μυρία διὰ προ
φητῶν· διὰ πάντων ὁ θ͞ς ὠκο
νόμει; ἠκούσαμεν· ἦμεν γάρ 


ποτε φησὶ καὶ ἡμεῖς πλανώ
μενοι· ὅτε δὲ ἡ χρηστότης 
ς` ἡ φιλα͞νία· ἐπεφάνη τοῦ 
σ͞ρς ἡμῶν θῦ· πῶς; οὐκ ἐξ ἔρ
γων τῶν ἐν δικαιοσύνη· ἀλλὰ 
κατὰ τὸν αὐτοῦ ἔλεον ἔσω
σεν ἡμᾶς διὰ λουτροῦ παλιγ
γενεσίας· καὶ ἀνακαινώσε
ως π͞νς ἁγίου· βαβαὶ πῶς 
Ἧμεν ἐν τῆ κακία βεβαπτισ
μένοι ὡς μὴ δύνασθαι καθαρ
θῆναι· ἀλλ' ἀναγεννήσεως 
δεηθῆναι· τοῦτο γάρ ἐστι παλι
γγενεσίας· καθάπερ ἐπὶ 
οἰκίας σαθρῶς διακειμένs, 
οὐδεὶς ὑποστήριγμα τίθησιν· 
οὐδὲ συρράπτει ταῖς παλαιαῖς 
οἰκοδομαῖς· ἀλλὰ μέχρι τῶν 
θεμελίων αὐτὴν καταλύσας, 
οὕτως ἄνωθεν ἵστησι ς` ἀνα
καινίζει, οὕτω καὶ αὐτὸς 
ἐποίησεν· οὐκ ἐπεσκεύασ< 
ἡμᾶς· ἀλλ' ἄνωθεν κατεσκεύα
σε· τοῦτο γάρ ἐστιν ἀνακαινώ
σεως π͞νς ἁγίου· ἄνωθεν ἐποί
ησε καινούς· πῶς; διὰ τοῦ π͞νς· 
Καὶ πάλιν ἑτέρωθεν δεί
κνυσιν εἰπών. οὗ ἐξέχεεν 


ἐφ' ἡμᾶς πλουσίως· διὰ ἰῦ χῦ 
τοῦ σ͞ρς ἡμῶν· πολλοῦ ἔδει 
ἡμῖν π͞νς· ἵνα δικαιωθέντες 
φησὶ τῆ ἐκείνου χάριτι· οὐκ 
ὀφειλῆ, κληρονόμοι γενηθῶ
μεν κατ' ἐλπίδα ζωῆς αἰωνίου· 
Ἅμα καὶ προτροπὴ εἰς ταπει
νοφροσύνην ἐστί· καὶ ἐλπὶς 
ὑπὲρ τῶν μελλόντων· εἰ γὰρ 
οὕτως ἀπεγνωσμένους ὡς 
ἂνωθεν γεννηθῆναι. ὡς χά
ριτι σωθῆναι· ὡς μηδὲν ἔχειν 
ἀγαθὸν ἔσωσε, πολλῶ μᾶλλον 
ἐν τῶ μέλλοντι τοῦτο ἐργάσε
ται· οὐδὲν γὰρ τῆς ἀν͞ινης θη
ριωδίας χεῖρον ἦν πρὸ τῆς 
τοῦ χῦ παρουσίας· ὥσπερ γὰρ 
Ἐχθροὶ καὶ πολέμιοι, πάντες 
διέκειντο πρὸς ἀλλήλους· τοὺς 
παῖδας ἔσφαζον τοὺς ἑαυτῶν 
πρ͞ες· μρ͞ες παισὶν ἐπεμαί
νοντο· οὐδὲν ἦν ἑστηκὸς· οὐ φυσικὸς 
οὐ γραπτὸς νόμος· ἀλλὰ ἀνατέ
τραπτο ἅπαντα· μοιχεῖαι 
διηνεκεῖς· φόνοι· ς` ἔτι φόνων 
χαλεπώτερον· κλοπαί· φη
σὶ δέ τις τῶν ἔξωθεν, ὅτι καὶ 
ἀρετὴ τὸ πρᾶγμα ἐδόκει εἶναι· 


ς` εἰκότως· ὅπου γε ς` Θεὸν 
τοιοῦτον ἔσεβον· χρησμοὶ 
συνεχεῖς· τὸν δεῖνα ἀναιρεῖ
σθαι καὶ τὸν δεῖνα κελεύοντες· 
Εἴπω τι τῶν κατ' ἐκεῖνον τὸν 
χρόνον· ἀνδρόγεώς τις τοῦ μί
νωος υἱὸς ἐλθὼν εἰς ἀθήνας ς` 
πάλην νικήσας, δίκην ἐδίδου· 
ς` ἀνηρέθη· ὁ οὖν ἀπόλλων κακῶ 
τὸ κακὸν ἰώμενος, ἐκέλευσε 
δὶς ἑπτὰ παῖδας ἀπάγεσθαι 
ὑπὲρ τούτου· τί ταύτης τῆς τυρα
ννίδος ὠμότερον· ς` τοῦτο ἐγέ
νετο· καὶ ἄ͞νος τοῦ δαίμονος τὴν 
μανίαν λῦσαι ἀπελθὼν, ἔσφαξε 
τοὺς ἄνδρας· ὁρᾶς ὅτι ἡ παρ' 
Αὐτοῖς ἀπάτη ἴσχυεν; ἐπειδὴ δὲ 
διανέστησαν καὶ ἤμυναν ἑαυτοῖς, 
οὐκέτι· εἰ μὲν δικαίως τὸ 
πρᾶγμα ἐγίνετο, οὐκ ἐχρῆν 
κωλυθῆναι· εἰ δὲ ἀδίκως ὥσ
περ οὖν καὶ ἀδίκως, οὐδὲ 
παρὰ τὴν ἀρχὴν ἐπιταγῆναι· 
πύκτας προσεκύνουν καὶ 
παλαιστάς· πόλεμοι συνεχεῖς 
καὶ ἐπάλληλοι· κατὰ κώμην· 
κατὰ πόλιν· κατὰ οἰκίαν ἠ
ρίστευον· καὶ παρ' αὐτοῖς τί 


ὁ θαυμαστὸς αὐτῶν φιλόσοφος 
ἐνομοθέτησεν· δούλω μὴ ἐξεῖ
ναι μήτε παιδεραστεῖν. μήτε 
ξηραλοιφεῖν, ὡς ἀρετῆς τοῦ 
πράγματος ὄντος, ς` πολλὴν 
ἔχοντος τιμήν· ἐπ' οἰκήματος 
εἱστήκεισαν φανερῶς· ς` 
Εἰ πάντα τις ἐπέλθοι τὰ κατ' 
αὐτοῦς, εὑρήσει φανερῶς 
ὅτι ς` εἰς τὴν φύσιν αὐτὴν 
ἐνύβριζον· καὶ οὐδεὶς ὁ κω
λύων ἦν· ἀλλὰ τὰ δράματα 
αὐτοῖς πάντα, τούτων γέμει· 
μοιχείας· ἀσελγείας, διαφθο
ράς· παννυχίδες ἐγίνοντο 
μιαραί· καὶ γυναῖκες ἐκα
λοῦντο ἐπὶ τὴν θέαν· ὣ τῆς 
μιαρίας· ἐν νυκτὶ· ἐν θεάτρω 
παννυχὶς ἦν· καὶ παρθένος 
ἐκάθητο μεταξὺ νέων μεμη
νότων καὶ μεθύοντος ὄχλου· 
τὸ σκότος ἦν ἡ πανήγυρις· ς` 
τὰ μυσαρὰ ἔργα τὰ ὑπ' αὐτῶν 
τελούμενα· διὰ τοῦτό φησὶν 
Ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι· 
ἀπειθεῖς· πλανώμενοι· δου
λεύοντες ἐπιθυμίαις καὶ ἡ 
δοναῖς ποικίλαις· ὁ δεῖνα 


τῆς μητρυιᾶς ἠράσθη φησί· 
καὶ ἡ δεῖνα τοῦ προγόνου, ς` 
ἀπήγξατο· τοὺς γὰρ τῶν 
παίδων ἔρωτας οὕσπερ αὐτοῖς 
παιδικὰ καλεῖν ἔθος ἐστὶν, 
οὐδὲ εἰπεῖν ἔνι· πῶς οὐδὲ αἰ
σχύνονται οὐδὲ ἐγκαλύπτονται· 
Ἀλλὰ τί βούλει· μητρογαμίας 
ἰδεῖν; ἔστι καὶ τοῦτο παρ' αὐτοῖς· 
ς` τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ 
πράγμα ἐγίνετο· καὶ οὐκ ἐκώ
λυεν ὁ Θεός ὁ παρ' αὐτοῖς, ἀλλὰ 
περιεώρα τὴν φύσιν ὑβρι
ζομένην· καὶ ταῦτα τῶν 
ἐπισήμων οὖσαν· εἰδὲ οὕς 
εἰκὸς εἰ καὶ μὴ δι' ἔτερόν τι. 
διὰ γοὖν τὴν τῶν πολλῶν δό
ξαν ἀντέχεσθαι τῆς ἀρετῆς· 
οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ 
τῆς κακίας ἐφέροντο, τί εἰκὸς 
τοὺς πολλοὺς καὶ λανθανόντως 
βιοῦντας διαπράττεσθαι· τί 
ποικιλώτερον ταύτης τῆς ἡ
δονῆς· ἠράσθη ἡ δεῖνα 
Τοῦ δεῖνος· ἐπανελθόντα τὸν 
ἄνδρα, ἔσφαξε διὰ τοῦ μοιχοῦ·  
τάχα ἴστε τὸ διήγημα οἱ πολ
λοί· τὸν μοιχὸν ἀνεῖλεν ὁ 


παῖς τοῦ φονευθέντος· κακείν^ 
ἐπέθυσε· μετὰ ταῦτα ἐμάνη 
ς` αὐτὸς, καὶ ἐρινύσιν ἠλαύ
νετο· εἶτα αὐτὸς οὗτος ὁ μανεὶς 
ἀπελθὼν ἔσφαξεν ἕτερον. ς` 
τὴν ἐκείνου γυναῖκα λαμβάνει· 
Τί τούτων χεῖρον τῶν συμφορῶν· 
τούτου χάριν ταῦτα λέγω ἀπὸ 
τῶν ἔξωθεν, ἴνα τοὺς ἕλ
ληνας πείσω πόσα κατεῖχε 
τὴν οἰκουμένην κακά· ἀλλ' 
εἰ βούλεσθε, καὶ ἀπὸ τῶν ἡ
μετέρων δεικνύομεν· ἔθυσάν 
φησι τοὺς υἱοὺς αὐτῶν καὶ 
τὰς θυγατέρας αὐτῶν τοῖς 
δαιμονίοις· πάλιν οἱ τὰ σό
δομα οἰκοῦντες δι' οὐδὲν ἔτερον 
ἀπώλοντο, ἢ ὄτι παισὶν ἐπε
μαίνοντο· ἀλλὰ πάλιν ἐν 
Προοιμίοις τῆς τοῦ χῦ παρου
σίας· οὐχὶ ἡ τοῦ βασιλέως θυ
γάτηρ ἐν μέσοις ὠρχεῖτο συμ
ποσίοις ἐν ἀ͞νοις μεθύουσιν; 
οὐχὶ φόνον ἤτει καὶ ὀρχήσεως 
τιμὴν τὴν κεφαλὴν τοῦ προ
φήτου; τίς λαλήσει τὰς δυνα
στείας τοῦ κῦ· στυγητοί φησι· 
μισοῦντες ἀλλήλους· ἀνάγκη 


γὰρ πάντως ὅταν πάσας τῆ 
ψυχῆ ἐπἀφῶμεν τὰς ἡδονὰς, 
πολὺ τὸ μίσος γίνεσθαι· δι
ατί· ὅτι μετὰ ἀρετῆς ἡ ἀγάπη· 
ὅτι τότε οὐδεὶς οὐδένα πλεο
νεκτεῖ· ὅρα καὶ ὁ παῦλος 
Τί φησι· μὴ πλανᾶσθε· οὔτε 
πόρνοι· οὔτε εἰδωλολάτραι· 
οὔτε μοιχοὶ. οὔτε μαλακοί· 
οὔτε ἀρσενοκοῖται· οὐ πλεο
νέκται· οὐ λοίδοροι· οὐ μέθυσοι, 
βασιλείαν θῦ οὐ κληρονομή
σουσι· καὶ ταῦτα τίνες ἦτε. 
ὁρᾶς πῶς πᾶν κακίας εἶδος 
ἐπεπόλαζε, καὶ πολλή τις 
ἦν ἡ ἀχλύς καὶ τὸ δίκαιον διε
φθείρετο; εἰ γὰρ οἱ προφη
τείας ἀπολαύοντες· καὶ το
σαῦτα ὁρῶντες γενόμενα
κακὰ· καὶ ἐν τοῖς πολεμίοις 
ς` ἐν ἑαυτοῖς· ὅμως οὐκ ἠνεί
χοντο ἀλλὰ μυρία κακὰ εἰρ
γάζοντο, τί δὴ οἱ ἄλλοι· 
Ἀλλά τινες πάλιν παρ' αὐτοῖς,
 παρθένους γυμνὰς ἐκέλευον 
παλαίειν ἐπ' ὄψεσιν ἀν͞ων· 
πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, 
ὅτι οὐδὲ τὸ ῥῆμα ἀκούειν φέ


ρετε, οὗ τὸ πρᾶγμα οἰ φιλό
σοφοι οὐκ ἠσχύνοντο· ἕτερος δέ 
τις φιλόσοφος· ὁ κορυφαῖος 
αὐτῶν, καὶ εἰς πολέμοις αὐτὰς 
ἐξάγει· καὶ κοινὰς εἶναι κε
λεύει, ὡς μαστροπός τις ὢν 
καὶ προαγωγός· ἐν κακία ς`
φθόνω διάγοντές φησιν· εἰ 
Γὰρ οἱ φιλοσοφοῦντες παρ' 
αὐτοῖς τοιαῦτα ἐνομοθέτουν, 
τί ἂν εἴποιμεν περὶ τῶν μὴ 
φιλοσοφησάντων· εἰ οἱ τὸ
γένειον ἔχοντες βαθὺ καὶ τὸν 
τρίβωνα ἀναβεβλημένοι 
τοιαῦτα λέγουσι, τί ἂν εἴποι
μεν περὶ ἐτέρων· οὐ διὰ 
Τοῦτο γέγονεν ἡ γυνὴ ἄπαγε 
ὥστε κοινῆ πᾶσι προκεῖσθαι· 
ὦ πάντα ἀνατρέποντες ὑμεῖς 
οἱ τοῖς μὲν ἄρσεσιν ὡς θηλείαις 
μιγνύμενοι· τὰς δὲ θηλείας 
ὡς ἄνδρας εἰς πόλεμον ἐξά
γοντες· τοῦτο γὰρ ἔργον τοῦ 
διαβόλου, πάντα συγχέειν 
ς` ἀνατρέπειν. καὶ τὰ ἐξ ἀρχ͞s 
τεθέντα ὅρια διασαλεύειν· 
ς` μεταίρειν ἃ ὁ θ͞ς ἔθετο τῆ 
φύσει· τὴ μὲν γὰρ γυναικὶ, 


τὸ οἰκουρεῖν  ἔδωκ< 
ὁ θ͞ς· τῶ δὲ ἀνδρὶ τὰ δημό
σια πράττειν· σὺ δὲ τὴν κε
φαλὴν εἰς τοὺς πόδας κατάγεις, 
ς` τοὺς πόδας εἰς τὴν κεφαλ^` 
ἀνάγεις· γυναῖκας ὁπλίζεις 
καὶ οὐκ αἰσχύνη; τί δὲ ταῦτα 
Λέγω· εἰσάγουσί τινα παρ' αὐτοῖς 
γυναῖκα καὶ παῖδας ἀνελοῦ
σαν, καὶ οὐκ αἰσχύνονται 
οὐδὲ ἐντρέπονται· τοιαῦτα 
μυσαρὰ διηγήματα εἰς τὰς 
τῶν ἀν͞ων ἀκοὰς ἐμβάλ
λοντες· ὅτε δὲ ἡ χρηστότs 
φησὶ καὶ ἡ φιλ͞ανία ἐπε
φάνη τοῦ σ͞ρς ἡμῶν θῦ· οὐκ 
ἐξ ἔργων τῶν ἐν δικαιοσύνη 
ὦν ἐποιήσαμεν ἡμεῖς. ἀλλὰ 
κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσω
σεν ἡμᾶς διὰ λουτροῦ παλιγ
γενεσίας καὶ ἀνακαινώσεως 
π͞νς ἁγίου· οὗ ἐξέχεεν ἐφ' ἡ
μᾶς πλουσίως διὰ ἰῦ χῦ τοῦ 
σ͞ρς ἡμῶν· ἵνα δικαιωθέντες 
τῆ ἐκείνου χάριτι, κληρονό
μοι γενώμεθα κατ' ἐλπίδα 
ζωῆς αἰωνίου· τί ἐστι κατ' 
Ἐλπίδα· ἀντὶ τοῦ καθὼς ἠλπί


σαμεν, οὕτως άπολαύσομ<· ἢ 
ὅτι ἤδη κληρονόμοι ἐστέ· πι
στὸς ὁ λόγος· ἐπειδὴ γὰρ περὶ 
Μελλόντων διενέχθη καὶ οὔπω 
παρόντων, ἐπήγαγε τὸ ἀξιό
πιστον· ἀληθῆ ταῦτά ἐστι φηί· 
ς` δῆλον ἐκ τῶν φθασάντων· 
ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας 
ἀπαλλάξας καὶ τοσούτων κακ~,
εὔδηλον ὅτι καὶ τῶν μελλόν
των ἡμῖν μεταδώσει πάντων, 
ἐπιμείνασι τῆ χάριτι· ἀπὸ 
γὰρ τῆς αὐτῆς κηδεμονίας 
ἅπαντα γίνεται· εὐχαρι
Στῶμεν οὖν τῶ θῶ· καὶ μὴδὲν 
τοὶς ἄλλοις ὀνειδίζωμεν· μη
δὲν ἐγκαλῶμεν· ἀλλὰ παρα
καλῶμεν μᾶλλον· εὐχώμεθα 
ὑπὲρ αὕτῶν· συμβουλεύωμ< 
νουθετῶμεν· διδάσκωμεν· 
παραινῶμεν· κἂν ὑβρίζωσι 
κἂν λακτίζωσι· τοιοῦτοι γάρ 
εἰσιν οἱ νοσοῦντες· ἀλλ' οἱ πρὸς 
τὴν ὑγείαν ἐκείνων σπεύδον
τες, πάντα φέρουσι πάντα 
πράττουσι· κἂν μηδὲν ἀνύωσ^̈, 
ἵνα μὴ ἑαυτοῖς ἐγκαλῶσιν 
ὥσπερ ἡμεληκόσιν· ἢ οὐκ 


ἴστε ὅτι πολλάκις ἰατροῦ 
ἀπογνόντος τοῦ κάμνον
τος, ἕτερός τις φησὶ τῶν 
προσηκόντων πρὸς αὐτόν· 
θεραπείαν πάλιν πρόσαγε 
ς` μηδὲν ἐλλίπης. ἵνα μη 
δὲν ἑμαυτῶ ἐγκαλῶ· ἵνα μΗ` 
μέμφωμαι· ἵνα μὴ κατηγο 
ρεῖν ἔχω ἐμαυτοῦ· οὐχ 
Ὁρᾶτε πόσην οἱ προσήκοντες 
περὶ τοὺς ἐπιτηδείους ποι
οῦνται τὴν πρόνοιαν; πόσα 
ὑπὲρ τούτου πράττουσι· καὶ 
ἰατροὺς παρακαλοῦντες· 
ς` χρήματα ἀναλίσκοντες 
ς` προσεδρεύοντες διαπαν
τός; κἂν τούτοις μιμώμεθα·
καίτοι γε οὐχ ὑπὲρ τῶν ἴσων 
ἡ φροντίς· νῦν δὲ τὸ μὲν 
Σῶμα κάμνοντος τοῦ παιδὸς, 
οὐκ ἂν παραιτήσαιτό τις ς`
μακρὰν ἀποδημίαν στείλα
σθαι ὥστε λῦσαι τὴν νόσον· 
τῆς δὲ ψυχῆς κακῶς ἐχούσs, 
οὐδεὶς οὐδένα ποιεῖται λόγον· 
ἀλλὰ πάντες ἀναπεπτώκα
μεν· πάντες ῥαθυμοῦμεν· 
πάντες ὀλιγωροῦμεν· καὶ 


παῖδας καὶ γυναίκας καὶ ἡμᾶς 
αὐτοὺς περιορῶντες ἀναλί
σκομένους ὑπὸ τῆς νόσου ταύ
της τῆς χαλεπῆς, ἀλλ' ὕστερον 
λαμβανομεν τὴν αἴσθησιν· 
Ἐννοήσατε ὠς αἰσχρὸν ς` σφό
δρα καταγέλαστον. ὕστερον λέ
γειν, οὐ προσεδοκῶμεν· οὐκ 
ἠλπίσαμεν τοῦτο ἔσεσθαι· 
οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ ς` 
ἐπικίνδυνον· εἰ γὰρ ἐν τῶ 
παρόντι βίω τῶν ἀνοήτων 
ἐστὶ. τὸ τὰ μέλλοντα μὴ προ
ορᾶν, πολλῶ μᾶλλον κατὰ 
τὸν μέλλοντα· ὅτε ς` ἀκού
ομεν νῦν πολλῶν συμβου
λευόντων καὶ λεγόντων τὰ 
πρακτέα καὶ τὰ μὴ πρακτέα· 
ἀντεχώμεθα τοίνυν τῆς ἐλ
πίδος ἐκείνης· φροντίζωμ< 
τῆς σ͞ρίας τῆς ἡμετέρας· τὸν 
θ͞ν ἐπὶ πᾶσι παρακαλῶμ<, 
ὥστε χεῖρα ὀρέξαι· μέχρι 
Τίνος ῥάθυμοι· μέχρι τίνος 
ἀμελεῖς· μέχρι τίνος κατα
φρονοῦμεν ἑαυτῶν καὶ τῶν            
ὁμοδούλων ἡμῶν· αὐτὸς 
πλουσίως ἐξέχεεν ἐφ' ἡμᾶς 


τὴν τοῦ π͞νς χάριν· ἐν
Νοήσωμεν τοίνυν ὅσην χά
ριν περὶ ἡμᾶς ἐπεδείξατο, 
ς` τοσαύτην καὶ ἡμεῖς σπου
δὴν ἐπιδειξώμεθα· μᾶλλον 
δὲ τοσαύτην μὲν οὐ δυνατόν· 
κἂν γοῦν ἐλάττονα· ἀν γὰρ 
ς` μετὰ τὴν χάριν ταύτην 
ὦμεν ἀναίσθητοι, μείζων 
ἡμῖν ἔσται ἡ κόλασις· εἰ μὴ 
ἦλθον γάρ φησι ς` ἐλάλησα 
αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· 
νῦν δὲ πρόφασιν οὐκ ἔχουσ^̈· 
Ἀλλὰ μὴ γένοιτο ταῦτα περὶ 
ἡμῶν εἰπεῖν· ἀλλὰ γένοι
το πάντας ἡμᾶς ἀξιωθῆναι 
τῶν ἐπηγγελμένων ἀγα
θῶν τοῖς ἠγαπηκόσιν αὐτόν, 
ἐν χῶ ἰῦ τῶ κῶ 
ἡμῶν ὧ ἡ 
δόξα εἰς 
τοὺς αἰ
ώνας· 
ἀ
μ ή
ν ⁖ 
†