Λ/° ͞Ε΄ 


ΕΠΕΦΑΝΗ ΓΑΡ Η ΧΑΡΙΣ ΤΟΥ 
Θ͞Υ Η Σ͞ΡΙΟΣ ΠΑΣΙΝ ΑΝΟ͞ΙΣ ΠΑΙ
ΔΕΥΟΥΣΑ ΗΜΑΣ· ΙΝΑ ΑΡΝΗ
ΣΑΜΕΝΟΙ ΤΗΝ ΑΣΕΒΕΙΑΝ· Ϗ 
ΤΑΣ ΚΟΣΜΙΚΑΣ ΕΠΙΘΥΜΙΑΣ. 
ΣΩΦΡΟΝΩΣ ΚΑΙ ΔΙΚΑΙΩΣ 
ΚΑΙ ΕΥΣΕΒΩΣ ΖΗΣΩΜΕΝ 
ΕΝ ΤΩ ΝΥΝ ΑΙΩΝΙ· ΠΡΟΣ
ΔΕΧΟΜΕΝΟΙ ΤΗΝ ΜΑΚΑΡΙ
ΑΝ ΕΛΠΙΔΑ ΚΑΙ ΕΠΙΦΑΝΕΙ
ΑΝ ΤΗΣ ΔΟΞΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ 
Θ͞Υ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ Ι͞Υ Χ͞Υ· ΟΣ 
ΕΔΩΚΕΝ ΕΑΥΤΟΝ ΥΠΕΡ 
ΗΜΩΝ ΙΝΑ ΛΥΤΡΩΣΗΤ 


ΗΜΑΣ ΑΠΟ ΠΑΣΗΣ ΑΝΟΜΙΑΣ· 
ΚΑΙ ΚΑΘΑΡΙΣΗ ΕΑΥΤΩ ΛΑ
ΟΝ ΠΕΡΙΟΥΣΙΟΝ. ΖΗΛΩΤΗΝ 
ΚΑΛΩΝ ΕΡΓΩΝ :~
Πολλὴν παρὰ τῶν οἰκετῶν 
ἀπαιτήσας τὴν ἀρετήν· 
καὶ γάρ ἐστι πολλὴ τὸ τὴν 
διδασκαλίαν τοῦ θῦ καὶ 
σ͞ρς ἡμῶν κοσμεῖν ἐν πᾶσιν· 
καὶ μηδεμίαν διδόναι τοῖς
δεσπόταις λαβὴν. μὴ δὲ 
ἐν τω τυχόντι. ἐπάγει καὶ 
αἰτίαν δικαίαν. δι' ἢν ὀφεί
λουσι τοιοῦτοι εἶναι οἱ οἰ
κέται· ποίαν δὴ ταύτην; 
ἐπεφάνη γάρ φησιν ἡ χά
ρις τοῦ θῦ ἡ σρ͞ιος· οἱ θῦ 
διδασκάλου τυγχάνοντες, 
πῶς οὐκ ἂν εἶεν εἰκότως 
τοιοῦτοι· οἵους ἄρτι διῆλ
θον ἐγὼ. μυρίων ἀμαρτη
μάτων λύσιν εὐρόντες· 
Ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλλων.
καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐν
τρέπει καὶ συστέλλει ψυ
χὴν. τὸ μυρίων ἁμαρτη
μάτων οὖσαν ὑπεύθυνον 
μὴ δίκην δοῦναι, ἀλλὰ 
συγγνώμης τυχεῖν καὶ μυ
ρίων ἀγαθῶν· εἰ γάρ τις 
εἰπέ μοι τὸν μυρία προσ


κρούσαντα οἰκέτην λαβὼν μὴ 
κατατείνη ἱμάσιν· ἀλλ' ἐ
κείνοις μὲν συγγνώμην πα
ράσχοι· ὑπὲρ δὲ τῶν μελλόν
των αὐτὸν ἀπαιτοίη εὐθύ
νας καὶ φυλάττεσθαι παρα
κελεύοιτο· ὥστε μὴ τοῖς 
αὐτοῖς περιπεσεῖν· καὶ δω
ρεαῖς μεγάλαις τιμήσει. 
τίνα οὐκ ἂν οἵεσθε ἐντρέ
ψαι τὴν τοσαύτην χάριν. 
ἀκούοντα· ἀλλὰ μὴ νομί
σης ὅτι ἡ χάρις μέχρι τῆς 
τῶν προτέρων ἁμαρτη
μάτων συγχωρήσεως ἵστα
ται· ἀλλὰ καὶ εἰς τὸ μέλλον 
ἡμᾶς ἀσφαλίζεται· καὶ 
γὰρ καὶ τοῦτο χάριτος· 
ἐπεὶ εἰ μέλλοι ἀεὶ κακῶς 
πράττοντας μὴ κολάζειν. 
οὐκέτι τὸ πρᾶγμα χάρις 
ἐστὶν. ἀλλὰ προτροπή τις 
εἰς λύμην καὶ διαφθορὰν· 
ἐπεφάνη γάρ φησιν ἡ χά
ρις τοῦ θῦ παιδεύουσα ἡ
μᾶς· ἵνα ἀρνησάμενοι 
τὴν ἀσέβειαν καὶ τὰς κο
σμικὰς ἐπιθυμίας σω
φρόνως καὶ δικαίως καὶ 
εὐσεβῶς ζήσωμεν ἐν τῶ 
νῦν αἰῶνι· προσδεχόμε


νοι τὴν μακαρίαν ἐλπίδα 
καὶ ἐπιφάνειαν τῆς δόξης 
τοῦ μεγάλου θῦ καὶ σ͞ρς ἡμῶν 
ἰῦ χῦ· ὅρα πῶς μετὰ 
τῶν ἄθλων τίθησιν τὴν ἀ
ρετήν· καὶ τοῦτο χάριτος. 
τὸ ἀπαλλάξαι τῶν βιωτι
κὼν· τὸ πρὸς τὸν οὐ͞νον ἀ
γαγεῖν· δύο δείκνυσιν ἐν
ταῦθα ἐπιφανείας· καὶ 
γάρ εἰσι δύο· ἡ μὲν προτέ
ρα, χάριτος. ἡ δὲ δευτέρα 
ἀνταποδώσεως. καὶ τοῦ 
δικαίου· ἵνα ἀρνησάμε
νοί φησιν τὴν ἀσέβειαν ς` 
τὰς κοσμικὰς ἐπιθυμίας· 
Ἰδοὺ πάσης τῆς ἀρετῆς 
ἡ ὑπόθεσις· οὐκ εἶπεν ἵ
να ἀρνησώμεθα, ἀλλ' ἵνα 
ἀρνησάμενοι· ἡ ἄρνησις. 
πολλὴν δείκνυσι τὴν δι
άστασιν· πολὺ τὸ μίσος. 
πολλὴν τὴν ἀποστροφήν· 
μεθ' ὅσης δια θέσεως· με
θ' ὅσης σπουδῆς τὰ εἴδω
λα ἀπεστράφησαν. μετα 
τοσαύτης καὶ τὴν κακί
αν αὐτήν· καὶ τὰς κο
σμικὰς ἐπιθυμίας φησίν· 
καὶ γὰρ καὶ ταῦτα εἴδωλα· 
Κοσμικὴ ἐπιθυμία. πλεο


νεξία· καὶ ταύτην εἰδωλο
λατρείαν ὁνομάζει. καὶ ὅ
σα πρὸς τὸν παρόντα βίον 
ἡμῖν χρησιμεύει. κοσμι
καί εἰσιν ἐπιθυμίαι· πάν
τα ὅσα ἂν τῶ παρόντι κό
σμω συγκαταλύηται. κοσμι
κή ἐστιν ἐπιθυμία· μηδὲν 
τοίνυν πρὸς ταύτας ἔχω
μεν· ἦλθεν ὁ χ͞ς ἵνα ἀρνη
σώμεθα τὴν ἀσέβειαν· τὰ 
δόγματά φησιν· καὶ τὰς 
κοσμικὰς ἐπιθυμίας· τὸν 
βίον τὸν ἐναγῆ· σωφρό
νως καὶ δικαίως καὶ εὐσε
βῶς· ζήσωμεν ἐν τῶ νῦν αἰ
ῶνι· ὁρᾶς ὅτι ὅπερ ἀεὶ 
λέγω· σωφροσύνη οὐ τοῦτο 
μόνον ἐστι τὸ πορνείας 
ἀπέχεσθαι· ἀλλὰ καὶ τὸ τῶν 
λοιπῶν παθῶν ἐκτὸς 
εἶναι; ἄρα καὶ ὁ χρημά
των ἐρῶν, οὐ σώφρων· 
ὥπερ γὰρ ἐκεῖνος σω
μάτων. οὕτως οὗτος χρη
μάτων· μᾶλλον δὲ οὗτος 
ἀκολαστότερος. ὅσω οὐ
δὲ τοσαύτην ἔχει βίαν ὠ
θοῦσαν αὐτόν· καὶ γὰρ 
ἡνίοχος ἐκεῖνος ἀκρα
τὴς μάλιστα ἂν λέγοιτο· 


οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνι
ον μὴ κατέχων ἵππον· ἀλλ' ὁ 
τὸν ἡρέμα ἐπιεικέστερον 
μὴ δυνάμενος ὑποτάξαι· 
ὅτι δέ φησιν ἡ τῶν χρημά
των ἐπιθυμία· ἐλάττων 
τῆς τῶν σωμάτων, παντί 
που δῆλόν ἐστιν· καὶ πολ
λαχόθεν τοῦτο δείκνυται· 
πρῶτον μὲν ὅτι ἀναγκαίως 
γέγονεν ἡ τῶν σωμάτων 
ἐπιθυμία· τὸ δὲ ἀναγκαί
ως γεγονὸς. δῆλον ὅτι καὶ 
μετὰ πολλοῦ κατορθοῦται 
τοῦ πόνου· ἐπεὶ ἐνεσπάρη 
τῆ φύσει· δεύτερον δὲ, ὅ
τι χρημάτων μὲν, οὐ πολὺς 
τοῖς παλαιοῖς λόγος· γυ
ναικῶν δὲ πολύς. σωφρο
σύνης ἕνεκεν· καὶ γυναι
κὶ μὲν συγγενομένω κατὰ 
νόμον, οὐδεὶς ἂν μέμψαι
το μέχρι γήρως· χρημα
τιζομένω δὲ, πάντες· 
καὶ τῶν ἔξωθεν φιλοσό
φων πολλοὶ χρημάτων 
μὲν κατεφρόνησαν, γυ
ναικῶν δὲ οὐκ ἔτι· οὕτω 
τοῦτο ἐκείνου τυραννι
κώτερον· ἀλλ' ἐπειδὴ 
πρὸς τὴν ἐκκλησίαν ἡμῖ‾ 


ὁ λόγος. μὴ ἀπὸ τῶν ἔξωθεν 
φέρωμεν τὰ ὑποδείγματα 
ἀλλὰ ἀπὸ τῶν γραφῶν· 
τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτά
γματος σχεδὸν μέρει τίθη
σιν ὁ μακάριος οὗτος, οὕ
τω λέγων· ἔχοντες δια
τροφὰς καὶ σκεπάσματα 
τούτοις ἀρκεσθησόμεθα· 
περὶ δὲ τῶν παρθένων τί 
φησιν· ἐπιταγὴν κ͞υ οὐ
κ ἔχω· καὶ πάλιν·  ἐπὶ τὸ 
αὐτὸ συνέρχεσθε· καὶ πολ
λάκις ἵδοις ἂν αὐτὸν 
περὶ συνουσίας νομοθε
τοῦντα τῆς νομίμου· καὶ 
ταύτης μὲν ἀφίησιν ἀ
πολαύειν τῆς ἐπιθυμίας· 
καὶ δευτέρω προσιέναι· γάμω·  
καὶ πολλὴν ποιεῖσθαι· 
τοῦ πράγματος τῆν ἐπι
μέλειαν. καὶ οὐδαμοῦ 
ὑπὲρ τούτου κολάζει· 
τὸν δὲ χρημάτων ἐφιέ
μενον, πανταχοῦ κατα
δικάζει· καὶ περὶ μὲν 
χρημάτων ὁ χ͞ς πολλα
χοῦ διετάξατο ὥστε φεύ
γειν τὴν ἐντεῦθεν λύμην· 
περὶ δὲ ἀποχῆς γυναι
κὸς. οὐχ οὔτως· ἄκουε 


γὰρ τί φησιν περί χρημά
των· ἐὰν μή τις ἀποτά
ξηται πᾶσιν αὐτοῦ τοῖς 
ὑπάρχουσιν· οὐδαμοῦ εἶ
πεν ἐὰν μή τις ἀποτάξη
ται γυναικί· οἶδε γὰρ οἵαν 
ἐνέθηκε τὴν τυραννίδα· 
καὶ ὁ μακάριος οὗτός φη· 
τίμιος ὁ γάμος ἐν πάσιν. 
καὶ ἡ κοίτη ἀμίαντος· 
οὐδαμοῦ τιμίαν τὴν τῶν χρη
μάτων ἐπιμέλειαν καλεῖ. 
ἀλλὰ τὸ ἐναντίον· οἱ δὲ 
πλουτεῖν πλουτεῖν, ἐμ
πίπτουσιν εἰς πειρασμὸν 
καὶ παγίδα καὶ ἐπιθυ
μίας πολλὰς ἀνοήτους 
καὶ βλαβεράς· καὶ οὐ
Κ εἶπεν πλεονεκτεῖν. ἀλ
λὰ πλουτεῖν· ἵνα δὲ μά
θητε καὶ ἀπὸ τῶν κοι
νῶν ἐννοιῶν. ἀναγκαίον 
καὶ τοῦτον τὸν λόγον εἰς 
μέσον παραγαγεῖν· χρη
μάτων μὲν γάρ τις κα
θάπαξ ἀποστερηθεὶς, 
οὐκ ἔτ' ἂν  ἐνοχληται ὑ
πὸ τῆς ἐπιθυμίας· οὐ
δὲν γὰρ οὕτως ποιεῖ χρη
μάτων ἐπιθυμεῖν, ὡς τὸ 
χρήματα ἔχειν· ἐπὶ δὲ 


τῆς τῶν σωμάτων ἐπιθυ
μίας οὐχ οὕτως. ἀλλὰ καὶ 
εὐνουχισθέντες πολλοὶ. Τὴν 
ἔνδον ἐνοχλοῦσαν πυρὰν 
οὐκ ἀπέβαλον· ἡ γὰρ ἐπι
θυμία ἐν ἑτέροις κεῖται 
ὀργάνοις· ἔνδον ἐν τῆ φύσει 
ἐγκειμένη· τίνος οὖν 
Ἔνεκεν ἡμῖν ταῦτα εἴρηται; 
ὅτι οἱ πλεονέκται τῶν 
πορνευόντων ἀκολαστότε
ροι. ὅσω ὑπὸ ἐλάττονος 
ἐνοχλοῦνται ἐπιθυμίας· 
μᾶλλον δὲ οὐδὲ ἐπιθυμία 
τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ῥα
θυμία· ἐνταῦθα μὲν 
γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυ
μία φυσικὴ· ὥστε κἂν γυ
ναικί τις μὴ πλησιάζη, 
ἡ φύσις τὸ αὐτῆς ποιεῖ 
καὶ ἐργάζεται· ἐκεῖ δὲ 
οὐδὲν τοιοῦτον γίνεται· ς` 
εὐσεβῶς φησι ζήσωμεν 
ἐν τῶν νῦν αἰῶνι· καὶ τίς 
ἡ ἐλπίς· τί τὸ ἔπαθλον 
τῶν πόνων· προσδεχό
μενοί φησιν τὴν μακαρί
αν ἐλπίδα καὶ ἐπιφά
νειαν· ὄντως γὰρ οὐδὲν 
ἐκείνης μακαριώτερον· 
οὐδὲν ζηλωτότερον· ς` 


ταῦτα λόγος παραστῆσαι 
οὐ δύναται· καὶ γὰρ οὐν 
ὑπερβαίνει τὰ τότε ἀγα
θά· προσδεχόμενοί φη
σιν τὴν μακαρίαν ἐλπί
δα καὶ ἐπιφάνειαν τῆς 
δόξης τοῦ μεγάλου θῦ καὶ 
σρ͞ς ἡμῶν· ποῦ εἰσιν οἱ 
τοῦ π͞ρς ἐλάττονα τὸν 
ὑ͞ν λέγοντες· τοῦ μεγάλου 
φησὶ θῦ καὶ σρ͞ς ἡμῶν· 
ὁ τοὺς ἐχθροὺς σώσας. τί 
οὐκ ἂν ἐργάσηται τότε 
εὐδόκιμοῦντα λαβών· τοῦ 
μεγάλου φησι θῦ· τὸ μέγα 
ἐπὶ θῦ ὅταν λέγη. οὐ πρός τι 
μέγα φησὶν. ἀλλ ἀπολύτως 
μέγας· μεθ' ὃν οὐκ ἂν εἴη 
μέγας· ἐπεί οὐ πρός τι ἐστίν· 
εἰ δὲ πρός τι κατὰ σύγκρι
σιν καὶ οὐ φύσει μέγας. νῦν 
δὲ ἀσυγκρίτως μέγας· 
ὅς ἔδωκεν ἑαυτὸν ὑπὲρ 
ἡμῶν φησὶν· ἵνα λυτρώση
ται ἡμᾶς ἀπὸ πάσης 
ἀνομίας. καὶ καθαρίση 
ἑαυτῶ λαὸν περιούσιον· 
ἐξηλλαγμένον· οὐδὲν 
κοινὸν ἔχοντα πρὸς τοὺς 
λοιπούς· ζηλωτὴν καλῶν 
ἔργων· ὁρᾶς ὅτι καὶ 


τῶν πάρ ἡμῶν δεῖ; οὐχ ἁ
πλῶς ἔργων· ἀλλὰ ζηλω
τήν· τοῦτ ἔστι. μετὰ προθυ
μίας πολλῆς ἐπ' αὐτὴν ἰόν
τα τὴν ἀρετήν· μετὰ θερ
μότητος· καὶ σφοδρότητος 
τῆς προσηκούσης· τὸ μὲν 
οὖν ἔνθεν βεβαρημένους 
τοῖς κακοῖς καὶ ἀνίατα 
νοσοῦντας ἀπαλλάξαι, 
τῆς ἐκείνου φιλ͞ανίας ἦν· 
τὸ δὲ μετὰ ταῦτα. καὶ ἡ
μῶν καὶ ἐκείνου· ταῦτα 
λάλει καὶ παρακάλει καὶ 
ἔλεγχε· μετὰ πάσης ἐπι
ταγῆς· ταῦτα λάλει καὶ 
παρακάλει· ὅρα πῶς τι
μοθέω προστάττει ς` φη· 
ἔλεγξον· ἐπιτίμησον πα
ρακάλεσον· ἐνταῦθα δὲ 
ταῦτα λάλει καὶ παρα
κάλει καὶ ἔλεγχε μετὰ πά
σης ἐπιταγῆς· ἐπειδὴ 
τὸ ἦθος τούτων σκληρότε
ρον ἦν· δια τοῦτο καὶ ἀπο
τόμως. καὶ μετὰ πάσης 
ἐπιταγῆς ἐλέγχειν ἐπιτάτ
τει· ἔστι γὰρ τῶν ἁμαρτη
μάτων. ἃ καὶ ἐπιτάγμασιν 
ἀπείργειν χρή· οἶον· τὸ 
μὲν χρημάτων καταφρο


νεῖν, παραινοῦντας δεῖ 
πείθειν· καὶ τὸ ἐπιεικεῖς 
εἶναι, καὶ ὅσα τοιαῦτα· 
τὸν δὲ μοιχὸν, τὸν πόρνον· 
τὸν πλεονέκτην, μετ ἐ
πιταγῆς ἀπάγειν· τὸν οἰ
ωνιζόμενον· τὸν ἄλλα τοι
αῦτα πράττοντα· οὐδὲ 
ἁπλῶς ἐπιταγῆς, ἀλλὰ 
μετὰ πάσης ἐπιταγῆς· 
Ὁρᾶς πῶς βούλεται καὶ με
τὰ αὐθεντίας. καὶ με
τὰ ἐξουσίας πολλῆς ταῦ
τα αὐτὸν ἐπιτάττειν; 
μηδείς σου περιφρονείτω· 
τοῦτ ἐστιν καταφρονείτω· 
ἀλλ' ὑπομίμνησκε αὐτούς· 
ἀρχαῖς ἐξουσίαις ὑποτάσ
σεσθαι·  πειθαρχεῖν· πρὸς 
πᾶν ἔργον ἀγαθὸν ἐτοί
μους εἶναι· μηδένα βλα
σφημεῖν· ἀμάχους εἶναι· 
τί οὖν μηδὲ τοὺς κακῶς 
πράττοντας; μὴ δὲ ἐ
κείνοις λοιδορεῖσθαι· ἀλ
λὰ πρὸς πᾶν ἔργον ἀγα
θὸν ἑτοίμους εἶναι; μη
δένα βλασφημεῖν· κἀν ὅσ
τις ἦ φησὶν, ὅλως μηδέ
να λοιδορῶμεν· ἀκού
σωμεν τῆς παραινέσεως· 


μηδένα φησιν βλασφημεῖν· 
καθαρὸν εἶναι χρῆ τὸ στόμα 
λοιδορίας· εἴπερ γὰρ ἀλη
θεῖς εἰσιν αἱ λοιδορίαι· οὐ
χ ἡμῶν ταύτας λέγειν. ἀλ
λὰ τοῦ κριτοῦ ἐξετάζειν· 
σὺ γάρ τί κρίνεις φησὶν τὸν 
ἀδελφόν σου εἴτε οὐκ ἀλη
θεύεις εἴτε ἀληθεύεις.
σεαυτὸν βλάπτεις· ὁρᾶς 
ὅσον τὸ πῦρ; ἄκουε τοῦ 
ληστοῦ λέγοντος πρὸς τὸν 
ἕτερον ληστήν· καὶ γὰρ ς` 
αὐτοὶ ἐν τῶ αὐτῶ κρίματι 
ἐσμέν· τὸν αὐτὸν ἀγῶνα 
τρέχομεν· ὀνειδίζεις 
ἑτέροις, ταχέως καὶ αὐτὸς 
τοῖς αὐτοῖς περιπεσῆ. 
δια τοῦτο παραινεῖ ὁ μα
κάριος οὗτος λέγων· ὁ δοκῶν 
ἑστάναι βλεπέτω μὴ πέση. 
ἀμάχους εἶναι φησιν ἐπι
εικεῖς· πᾶσαν ἐνδεικνυ
μένους πραότητα. πρὸς 
πάντας ἀν͞ους· καὶ ἕλ
ληνας καὶ ἰουδαίους· καὶ 
μοχθηρούς καὶ πονηρούς· 
ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν μελ
λόντων· ὅπερ καὶ αὐτὸς 
ἐποίει ἐν τῆ πρὸς γαλάτας 
ἐπιστολὴ λέγων· ὥστε ὁ δο


κῶν ἑστάναι· βλεπέτω μὴ 
πέση· ἐνταῦθα οὐκ ἀ
πὸ τῶν μελλόντων, ἀλλ' ἀ
πὸ τῶν παρελθόντων ἐν
τρέπει· μηδενὶ ὀνειδίσης 
φησὶν· τοιοῦτος γὰρ ἦς 
καὶ σύ· ἦμεν γάρ φησιν 
ποτὲ καὶ ἡμεῖς ἀνόητοι· 
ἀπειθεῖς· πλανώμενοι· 
δουλεύοντες ἐπιθυμίαις 
καὶ ἡδοναῖς ποικίλαις. 
ἐν κακία καὶ φθόνω διά
γοντες· στυγητοί· μισοῦν
τες ἀλλήλους· ὥστε πρὸς 
πάντας τοιούτους εἶναι δεῖ· 
ἡμέρως ἔχειν· ὁ  γὰρ τοιοῦ
τος ὢν πρότερον καὶ ἀ
παλλαγεὶς, οὐκ ὀνειδίζειν 
ὀφείλει τούτοις. ἀλλ' εὔχε
σθαι καὶ χάριτας ἔχειν· 
τῶ ἐαὐτῶ κακείνοις δόν
τι τὴν ἀπαλλαγὴν τῶν 
προτέρων κακῶν· 
Μηδεὶς καυχάσθω· πάντες 
γὰρ ἥμαρτον· ὅταν οὖν ἐ
θέλης ὀνειδίσαι τινὰ 
κατορθῶν αὐτὸς καὶ τὸν 
πρότερόν σου βίον ἐννοῶν. 
καὶ τὸ τοῦ μέλλοντος ἄδη
λον. ἀναχαίτιζε τὴν ὀρ
μήν· εἰ γὰρ καὶ ἐκ πρώ


της ἡλικίας ἐναρέτως ἔζη
σας, ἀλλ' ὅμως ἔχοις ἂν ἀ
μαρτήματα πολλά· εἰ δὲ 
οὐκ ἔχεις ὡς νομίζεις, ἐν
νόησον. ὅτι οὐ τῆς σῆς ἀρε
τῆς τοῦτο γέγονεν, ἀλλὰ 
τῆς τοῦ θῦ χάριτος· εἰ γὰρ 
μὴ τοὺς προγόνους ἐκά
λεσεν τοὺς σοὺς, καὶ αὐτὸς 
ἂν ἦς ἀπειθής· ὅρα 
πῶς πᾶσαν κακίαν διεξῆλ
θον· οὐχὶ μυρία δια προφη
τῶν· δια πάντων ὁ θ͞ς ὠ
κονόμει; μὴ οὐκ ἠκούσα
μεν· ἦμεν γάρ ποτέ φη 
καὶ ἡμεῖς πλανώμενοι· 
ὅτε δὲ ἡ χρηστότης καὶ 
ἡ φιλα͞νία· ἐπεφάνη τοῦ 
σ͞ρς ἡμῶν θῦ· πῶς· 
οὐκ ἐξ ἔργων τῶν ἐν δικαι
οσύνη ὦν ἐποιήσαμεν ἡ
μεῖς, ἀλλὰ κατὰ τὸ ἐαυτοῦ 
ἔλεος ἔσωσεν ἡμᾶς· δι
ὰ λουτροῦ παλιγγενεσίας· 
καὶ ἀνακαινίσεως διὰ 
π͞νς ἁγίου· βαβαὶ πῶς 
ἧμεν ἐν τῆ κακία βεβα
πτισμένοι, ὡς μὴ δύνα
σθαι καθαρθῆναι, ἀλλ' ἀ
ναγεννήσεως δεηθῆναι· 
τοῦτο γάρ ἐστιν παλιγγενε


σίας· καθάπερ ἐπὶ οἰκί
ας σαθρῶς διακειμένης· 
οὐδεὶς ὑποστήριγμα τίθη
σιν· οὐδὲ συῤῥάπτει ταῖς 
παλαιαῖς οἰκοδομαῖς· ἀλ
λὰ μέχρι τῶν θεμελίων 
αὐτὴν καταλύσας. οὗτως 
ἄνωθεν ἀνίστησι καὶ ἀ
νακαινίζει. οὕτω καὶ αὐτὸς 
ἐποίησεν· οὐκ ἐπεσκεύα
σεν ἡμᾶς, ἀλλ' ἄνωθεν κα
τεσκεύασεν; τοῦτο γάρ ἐστι 
ἀνακαινίσεως π͞νς ἁγίου· 
ἄνωθεν ἐποίησεν καινούς 
πῶς· διὰ τοῦ π͞νς· καὶ 
πάλιν καὶ ἑτέρωθεν δεί
κνυσιν εἰπών· οὗ ἐξέχεεν 
ἐφ' ἡμᾶς πλουσίως. διὰ 
ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· πολ
λοῦ ἔδει ἡμῖν π͞νς· ἵνα 
δικαιωθέντες φησὶν τῆ 
ἐκείνου χάριτι· οὐκ ὀφει
λῆ· κληρονόμοι γενώμε
θα κατ' ἐλπίδα ζωῆς 
αἰωνίου· ἅμα καὶ προ
τρέπει εἰς ταπεινοφροσύ
νην, ἔστιν καὶ ἐλπὶς ὑ
πὲρ τῶν μελλόντων· εἰ 
γὰρ οὕτως ἀπεγνωσμέ
νους ὡς ἂνωθεν γεννη
θῆναι. ὡς χάριτι σω


θῆναι· ὡς μηδὲν ἔχειν ἀγα
θὸν ἔσωσεν, πολλῶ μᾶλλον 
ἐν τῶ μέλλοντι τοῦτο ἐργά
σεται· οὐδὲν γὰρ τῆς ἀν͞ινης 
θηριωδίας χεῖρον ἦν πρὸ 
τῆς τοῦ χῦ παρουσίας· 
ὥσπερ γὰρ ἐχθροὶ καὶ πο
λέμιοι, πάντες διέκειντο 
πρὸς ἀλλήλους· τοὺς παῖ
δας ἔσφαζον τοὺς ἑαυτῶν 
πρ͞ες· μρ͞ες παισὶν ἐπεμαί
νοντο· οὐδὲν ἦν ἑστηκός· 
οὐ φυσικὸς οὐ γραπτὸς νό
μος· ἀλλ' ἀνετέτραπτο ἅπαν
τα· μοιχεῖαι διηνεκεῖς· 
φόνοι καὶ εἴ τι φόνων χα
λεπώτερον· κλοπαί· φη 
δέ τις τῶν ἔξωθεν· ὅτι ς` 
ἀρετὴ τὸ πρᾶγμα ἐδόκει 
εἶναι· καὶ εἰκότως· ὅπου 
γε καὶ θ͞ν τοιοῦτον ἔσεβον· 
χρησμοὶ συνεχεῖς. τὸν 
δεῖνα ἀναιρεῖσθαι καὶ τὸν 
δεῖνα· εἴπω τι τῶν κατ' ἐ
κεῖνον τὸν χρόνον; ἀν 
δρόγεώς τις τοῦ μίνωος υ͞ς. 
ἐλθὼν εἰς ἀθήνας. καὶ 
πάλην νικήσας, δίκην 
ἐδίδου καὶ ἀνηρέθη. 
ὁ οὖν ἀπόλλων κακῶ τὸ 
κακὸν ἰώμενος. ἐκέλευ


σε δὶς ἑπτὰ παῖδας ἀπά
γεσθαι ὑπὲρ τούτου· τί ταύ
της τῆς τυραννίδος ὠμό
τερον· καὶ τοῦτο ἐγίνετο. 
καὶ ἄ͞νος τοῦ 
δαίμονος λῦσαι ἀπελθὼν 
ἔσφαξεν τοὺς ἄνδρας· 
ὁρᾶς ὅτι εἰκότως ἀπά
τη ἴσχυεν; ἐπειδὴ δὲ δια
νέστησαν καὶ ἤμυναν ἑαυ
τοῖς, οὐκ ἔτι· εἰ μὲν δικαί
ως τὸ πρᾶγμα ἐγίνετο, οὐκ ἐ
χρῆν κωλυθῆναι· εἰ δὲ ἀ
δίκως ὥσπερ οὖν καὶ ἀ
δίκως, οὐδὲ παρὰ τὴν 
ἀρχὴν ἐπιταγῆναι· πύ
κτας προσεκύνουν καὶ 
παλαιστάς· πόλεμοι συ
νεχεῖς καὶ ἐπάλληλοι· κα
τὰ πόλιν· κατὰ κώμην· 
κατὰ οἰκίαν ἠρίστευον· 
καὶ παρ αὐτοῖς ὁ θαυ
μαστὸς αὐτῶν φιλόσοφος 
ἐνομοθέτησε· μήτε δού
λω ἐξεῖναι· μήτε παι
δεραστεῖν. μήτε ξηραλοι
φεῖν· ὡς ἀρετῆς τοῦ πρά
γματος ὄντος· καὶ πολ
λὴν ἔχοντος τιμήν· ἐπ οἰ
κήματος ἐστήκεσαν φα
νερῶς· καὶ εἰ πάντα 


τις ἐπέλθοι τὰ κατ' αὐτοὺς, εὑ
ρήσει φανερῶς ὅτι καὶ εἰς 
τὴν φύσιν αὐτὴν ἐνύβρι
ζον, καὶ οὐδεὶς ὁ κωλύων ἦν· 
ἀλλὰ τὰ δράματα αὐτοῖς 
πάντα· οὐ τούτων γέμει· 
μοιχείας· ἀσελγείας· δι
αφθορᾶς; παννυχίδες 
ἐγίνοντο μιαραί· καὶ γυναῖ
κας ἐκαλοῦντο ἐπὶ τὴν θέ
αν· ὣ τῆς μιαρίας· ἐν 
νυκτὶ ἐν θεάτρω παννυ
χὶς ἦν· καὶ παρθένος 
ἐκάθητο μεταξὺ νέων με
μηνότων· καὶ μεθύοντος 
ὄχλου. τὸ σκότος ἦν ἡ 
πανήγυρις καὶ τὰ μυσα
ρὰ ἔργα τὰ ὑπ αὐτῶν τε
λούμενα· δια τοῦτό φησι‾· 
ἦμέν ποτε καὶ ἡμεῖς ἀνό
ητοι· ἀπειθεῖς· πλανώ
μενοι· δουλεύοντες ἐπι
θυμίαις καὶ ἡδοναῖς ποι
κίλαις· ὁ δεῖνα τῆς μη
τρυιᾶς ἠράσθη φησίν. καὶ 
ἡ δεῖνα τοῦ προγόνου, καὶ 
ἀπήγξατο· τοὺς γὰρ τῶν 
παίδων ἔρωτας ἅπερ 
αὐτοῖς παιδιὰ καλεῖν ἔ
θος ἐστὶν. οὐδὲ εἰπεῖν ἔ
νι· πῶς οὐδὲ αἰσχύνονται 


οὐδὲ ἐγκαλύπτονται· ἀλλὰ τί 
βούλει· μητρογαμίας ἰδεῖν; 
Ἔστιν καὶ τοῦτο παρ αὐτοῖς· 
καὶ τὸ δὴ δεινὸν· οὐχ ὑπὸ ἀ
γνοίας τὸ πράγμα ἐγίνετο· 
καὶ οὐκ ἐκώλυεν ὁ θ͞ς ὁ πα
ρ αὐτοῖς, ἀλλὰ περιεώρα 
τὴν φύσιν ὑβριζομένην. 
καὶ ταῦτα τῶν ἐπισήμων 
οὖσαν· εἰ δὲ οὕς εἰκὸς· εἰ 
καὶ μηδὲ ἔτερόν τι. διὰ γοὖν 
τὴν παρὰ τῶν πολλῶν 
δόξαν ἀντέχεσθαι τῆς ἀρε
τῆς· οὗτως οὗτοι πρηνεῖς 
κατὰ τῆς κακίας ἐφέ
ροντο. τί εἰκὸς τοὺς πολ
λοὺς καὶ λανθανόντως βι
οῦντας διαπράττεσθαι· 
τί ποικιλώτερον ταύτης 
τῆς ἡδονῆς· ἠράσθη 
ἡ δεῖνα τοῦ δεῖνος· ἐπα
νελθόντα τὸν ἄνδρα ἔ
σφαξε διὰ τοῦ μοιχοῦ· 
τάχα ἴστε τὸ διήγημα οἱ 
πολλοί· τὸν μοιχὸν. ἀνεῖ
λεν ὁ παῖς τοῦ φονευθέν
τος· κακείνην ἐπέθυσε· 
μετὰ ταῦτα ἐμάνη καὶ αὐ
τὸς καὶ ταῖς ἐρινύσιν 
ἠλαύνετο· εἶτα αὐτὸς οὗ
τος ὁ μανεὶς, ἀπελθὼν 


ἔσφαξεν ἕτερον· καὶ τὴν 
ἐκείνου γυναῖκα λαμβά
νει· τί τούτων τῶν συμφο
ρῶν χαλεπώτερον· τούτου 
χάριν ταῦτα λέγω ἀπὸ τῶν 
ἔξωθεν. ἴνα τοὺς ἕλλη
νας πείσω πόσα κατεῖ
χεν τὴν οἰκουμένην κακά· 
ἀλλ' εἰ βούλεσθε καὶ ἀπὸ τῶν 
ἡμετέρων δεικνύομεν· ἔ
θυσάν φησιν τοὺς υἱοὺς 
αὐτῶν καὶ τὰς θυγατέρας 
αὐτῶν τοῖς δαιμονίοις· 
πάλιν οἱ τὰ σόδομα οἰκοῦν
τες δι οὐδὲν ἔτερον ἀπώ
λοντο, ἢ ὄτι παισὶν ἐπε
μαίνοντο· ἀλλὰ πάλιν ἐν 
προοιμίοις τῆς τοῦ χῦ πα
ρουσίας· οὐχὶ ἡ τοῦ βασι
λέως θυγάτηρ ἐν μέσοις 
ὠρχεῖτο συμποσίοις ἐν 
ἀ͞νοις μεθύουσιν; οὐχὶ 
φόνον ἤτει. καὶ ὀρχήσε
ως τιμὴν τὴν κεφαλὴν 
τοῦ προφήτου; τίς λα
λήσει τὰς δυναστείας 
τοῦ κῦ· στυγητοί φησι· 
μισοῦντες ἀλλήλους· ἀ
νάγκη γὰρ πάντως ὅταν 
πάσας τῆ ψυχῆ ἐπαφῶ
μεν τὰς ἡδονὰς, πολὺ 


τὸ μίσος γίνεσθαι· διατί· 
ὅτι μετὰ ἀρετῆς ἡ ἀγάπη· 
τότε οὐδεὶς οὐδένα πλεο
νεκτεῖ· ὅρα καὶ ὁ παῦ
λος τί φησι· μὴ πλανᾶσθε· 
οὔτε πόρνοι· οὔτε εἰδωλο
λάτραι· οὔτε μοιχοὶ· οὔτε 
μαλακοί· οὔτε ἀρσενοκοῖ
ται· οὔτε λοίδοροι· οὔτε 
μέθυσοι· βασιλείαν θῦ 
οὐ κληρονομήσουσιν· καὶ 
ταῦτα τινὲς ἦτε· ὁρᾶς 
πῶς πᾶν κακίας εἶδος 
ἐπεπόλαζεν καὶ πολλή 
τις ἦν ἡ ἀχλύς; τὸ δίκαι
ον διεφθείρετο· εἰ γὰρ οἱ 
προφητείας ἀπολαύον
τες· καὶ τοσαῦτα ὁρῶν
τες γενόμενα κακὰ· ς` 
ἐν τοῖς πολεμίοις καὶ 
ἐν ἑαυτοῖς. ὅμως οὐκ ἠ
νείχοντο ἀλλὰ μυρία δεινὰ 
εἰργάζοντο, τί ἂν οἱ ἄλλοι· 
ἀλλὰ τινὲς παρ' αὐτοῖς πά
λιν. παρθένους γυμνὰς 
ἐκέλευον παλαίειν ἐπ ὄ
ψεσιν ἀν͞ων· πολλὰ ὑμῖν 
ἀγαθὰ γένοιτο. ὅτι οὐδὲ 
τὸ ῥῆμα ἀκούειν φέρετε, 
οὗ τὸ πρᾶγμα οἰ φιλόσο
φοι οὐκ ἠσχύνοντο· ἕτερος 


δέ τις φιλόσοφος ὁ κορυφαῖ
ος αὐτῶν. καὶ εἰς πολέμους 
αὐτὰς ἐξάγει· καὶ κοινὰς 
εἶναι κελεύει· ὡς μαστρο
πός τις ὢν καὶ προαγωγεύς· 
ἐν κακία καὶ φθόνω διά
γοντές φησιν· εἰ γὰρ οἱ 
φιλοσοφοῦντες παρ αὐ
τοῖς τοιαῦτα ἐνομοθέ
τουν, τί ἂν εἵποιμεν πε
ρὶ τῶν μὴ φιλοσοφησάν
των· εἰ οἱ τῶν γένειον ἔ
χοντες βαθὺ· καὶ τὸν τρί
βωνα ἀναβεβλημένοι τοι
αῦτα λέγουσι, τί ἂν εἴποι
μεν περὶ ἐτέρων· οὐ δι
α τοῦτο γέγονεν ἡ γυνὴ ἄ͞νε· 
ὥστε κοινῆ πᾶσι προκεῖ
σθαι ὦ πάντα ἀνατρέ
ποντες ὑμεῖς· οἱ τοῖς 
μὲν ἄρρεσιν. ὡς θηλείαις 
μιγνύμενοι· τὰς δὲ θη
λείας ὡς ἄνδρας εἰς πό
λεμον ἐξάγοντες· τοῦτο 
γὰρ ἔργον τοῦ διαβόλου· 
πάντα συγχέειν καὶ ἀνα
τρέπειν· καὶ τὰ ἐξ ἀρχῆς 
τεθέντα ὅρια διασαλεύ
ειν· καὶ μεταίρειν τὰ ὅρι
α ἂ ὁ θ͞ς ἔθετο τῆ φύσει· 
τὴ μὲν γὰρ γυναικὶ. ἔδω


κεν τὸ οἰκουρεῖν ὁ θ͞ς· τῶ 
δὲ ἀνδρὶ τὰ δημόσια πράτ
τειν· σὺ δὲ τὴν κεφαλὴν 
εἰς τοὺς πόδας κατάγεις· 
καὶ τοὺς πόδας εἰς τὴν κε
φαλὴν ἀνάγεις· γυναῖκας 
ὁπλίζεις καὶ οὐκ αἰσχύνη; 
τί δὲ ταῦτα λέγω· εἰσάγουσίν 
τινας παρ αὐτοῖς γυναῖ
κας καὶ παῖδας ἀνελοῦ
σας· καὶ οὐκ αἰσχύνονται 
τοιαῦτα μυσαρὰ διηγήμα
τα εἰς τὰς τῶν ἀν͞ων ἀκο
ὰς ἐμβάλλοντες· ὅτε 
δὲ ἡ χρηστότης φησὶν ς` 
ἡ φιλ͞ανία ἐπεφάνη τοῦ 
σ͞ρς ἡμῶν θῦ· οὐκ ἐξ ἔρ
γων τῶν ἐν δικαιοσύνη 
ὦν ἐποιήσαμεν ἡμεῖς. 
ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔ
λεος ἔσωσεν ἡμᾶς διὰ 
λουτροῦ παλιγγενεσίας 
καὶ ἀνακαινώσεως π͞νς 
ἁγίου· οὗ ἐξέχεεν ἐφ' ἡμᾶς 
πλουσίως διὰ ἰῦ χῦ τοῦ 
σ͞ρς ἡμῶν· ἵνα δικαιω
θέντες τῆ ἐκείνου χά
ριτι, κληρονόμοι γενώ
μεθα κατ ἐλπίδα ζω
ῆς αἰωνίου· τί ἐστιν κα
τ ἐλπίδα· τοῦτ ἐστίν κα


θὼς ἠλπίσαμεν, οὕτως 
άπολαύσομεν· ἢ ὅτι ἤδη 
κληρονόμοι ἐστέ· πιστὸς 
ὁ λόγος· ἐπειδὴ γὰρ περὶ 
μελλόντων διενέχθη· καὶ 
οὐ τῶν παρόντων, ἐπήγα
γεν τὸ ἀξιόπιστον· ἀλη
θῆ ταῦτά ἐστι φησιν· καὶ 
δῆλον ἐκ τῶν φθασάντων· 
ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνο
μίας ἀπαλλάξας. καὶ το
σούτων κακῶν, εὔδηλον 
ὅτι καὶ τῶν μελλόντων ἡ
μῖν μεταδώσει πᾶσιν ἐπι
μείνασιν τῆ χάριτι· ἀπὸ 
γὰρ τῆς αὐτῆς κηδεμονί
ας ἅπαντα γίνεται· 
Εὔχαριστῶμεν οὖν τῶ θῶ. 
καὶ μηδὲν τοὶς ἄλλοις ὀνει
δίζωμεν· ἀλλὰ παρακα
λῶμεν· μᾶλλον δὲ εὐχώ
μεθα ὑπὲρ αὕτῶν· συμ
βουλεύωμεν· παραινῶ
μεν· κἀν ὑβρίζωσιν κἀν 
λακτίζωσιν· τοιοῦτοι 
γάρ εἰσιν οἱ νοσοῦντες· 
ἀλλ οἱ πρὸς τὴν ὑγείαν 
τὴν ἐκείνων σπεύδον
τες. πάντα φέρουσιν 
πάντα πράττουσιν κἀν 
μηδὲν ἀνύωσιν. ἵνα μὴ 


ἑαυτοῖς ἐγκαλῶσιν ὡς πα
ρημεληκόσιν· ἢ οὐκ ἴστε 
ὅτι πολλάκις ἰατροῦ ἀ
πογνόντος τοῦ κάμνοντος 
ἔτερός τις φησι τῶν προ
σηκόντων πρὸς αὐτόν· 
θεραπείαν πάλιν προσά
γαγε καὶ μηδὲν ἐλλίπης· 
ἵνα μηδὲν ἑαυτῶ ἐγκαλῶ· 
ἵνα μηδὲν μέμφωμαι· ἵ
να μὴ κατηγορεῖν ἔχω ἐ
αυτοῦ· οὐχ ὁρᾶτε πόσην 
οἱ προσήκοντες περὶ τοὺς 
ἐπιτηδείους ποιοῦνται τὴν 
πρόνοιαν; πόσα ὑπὲρ 
τούτου πράττουσιν· καὶ 
ἰατροὺς παρακαλοῦντες
καὶ χρήματα ἀναλίσκον
τες. καὶ προσεδρεύον
τες δια παντός; κἀν τού
τοις μιμώμεθα· καίτοι 
γε οὐχ ὑπὲρ τῶν ἴσων 
ἡ φροντίς· νῦν δὲ· τὸ 
μὲν σῶμα κάμνοντος 
τοῦ παιδὸς, οὐκ ἂν πα
ραιτήσαιτό τις καὶ μα
κρὰν ἀποδημίαν στείλα
σθαι ὥστε λῦσαι τὴν νό
σον· τῆς δὲ ψυχῆς κα
κῶς ἐχούσης, οὐδεὶς οὐ
δένα ποιεῖται λόγον· 


ἀλλὰ πάντες ἀναπεπτώκα
μεν· πάντες ῥαθυμοῦμεν· 
πάντες ὀλιγωροῦμεν· ς` 
παῖδας καὶ γυναίκας· 
καὶ ἡμᾶς αὐτοὺς περιο
ρῶντες ἀναλίσκομένους 
ὑπὸ τῆς νόσου ταύτης 
τῆς χαλεπῆς. ἀλλ' ὕστερον 
λαμβάνομεν τὴν αἴσθη
σιν· ἐννοήσατε ὠς 
αἰσχρὸν καὶ σφόδρα κατα
γέλαστον ὕστερον λέγειν· 
οὐ προσεδοκήσαμεν· οὐ
κ ἠλπίζομεν τοῦτο ἔσεσ
θαι· οὐκ αἰσχρὸν δὲ μό
νον, ἀλλὰ καὶ ἐπικίνδυνο‾· 
Εἰ γὰρ ἐν τῶ παρόντι βίω 
τῶν ἀνοήτων ἐστὶν· τὸ 
τὰ μέλλοντα μὴ προο
ρᾶν· πολλῶ μᾶλλον κα
τὰ τὸν μέλλοντα· ὅτε 
καὶ ἀκούομεν νῦν πολλῶ‾ 
συμβουλευόντων καὶ λε
γόντων τὰ πρακτέα ς` 
τὰ μὴ πρακτέα· ἀν
τεχώμεθα τοίνυν τῆς 
φροντίδος ἐκείνης· 
φροντίζωμεν τῆς σ͞ρίας 
τῆς ἡμετέρας· τὸν θ͞ν 
ἐπὶ πᾶσι παρακαλῶμεν. 
ὥστε χεῖρα ὀρέξαι· μέ


χρι τίνος ῥάθυμοι· μέχρι 
τίνος ἀμελεῖς· μέχρι τί
νος καταφρονῶμεν ἑαυ
τῶν καὶ τῶν ὁμοδούλων ἡ
μῶν· αὐτὸς πλουσίως 
ἐξέχεεν ἐφ' ἡμᾶς τὴν τοῦ 
π͞νς χάριν· ἐννοήσω
Μεν τοίνυν ὅσην χάριν πε
ρὶ ἡμᾶς ἐπεδείξατο, καὶ 
τοσαύτην σπουδὴν ἐπιδει
ξώμεθα· μᾶλλον δὲ τοσαύ
την μὲν οὐ δυνατόν, κἀν 
γ οὖν ἐλάττονα· ἀν γαρ 
καὶ μετὰ τὴν χάριν ταύ
την ὦμεν ἀναίσθητοι, 
μείζων ἡμῖν ἔσται ἡ κόλα
σις· εἰ μὴ ἦλθον γάρ φη 
καὶ ἐλάλησα αὐτοῖς, 
ἁμαρτίαν οὐκ εἶχον· 
νῦν δὲ πρόφασιν οὐκ ἔ
χουσιν· ἀλλὰ μὴ γένοι
το ταῦτα περὶ ἡμῶν εἰ
πεῖν· ἀλλὰ γένοιτο πάν
τας ἡμᾶς ἀξιωθῆναι 
τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς 
ἀγαπῶσιν αὐτόν· ἐν χῶ 
ἰῦ τῶ κῶ ἡμῶν. μεθ οὖ 
τῶ π͞ρι ἄμα τῶ ἀγίω π͞νι 
δόξα κράτος τιμὴ. νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ
⁜νας τῶν αἰῶνων, ἀμήν⁜