ΛΟΓΟΣ ͞Ε


⁘ΕΠΕΦΑΝΗ ΓΑΡ Η ΧΑΡΙΣ ΤΟΥ Θ͞Υ Η 
Σ͞ΡΙΟΣ ΠΑΣΙΝ ΑΝΟ͞ΙΣ ΠΑΙΔΕΥΟΥΣΑ Η
ΜΑΣ· ΙΝΑ ΑΡΝΗΣΑΜΕΝΟΙ ΤΗΝ ΑΣΕ
ΒΕΙΑΝ· ΚΑΙ ΤΑΣ ΚΟΣΜΙΚΑΣ ΕΠΙΘΥ
ΜΙΑΣ, ΣΩΦΡΟΝΩΣ ΚΑΙ ΔΙΚΑΙΩΣ ΚΑΙ 
ΕΥΣΕΒΩΣ ΖΗΣΩΜΕΝ ΕΝ ΤΩ ΝΥΝ ΑΙ
ΩΝΙ· ΠΡΟΣΔΕΧΟΜΕΝΟΙ ΤΗΝ ΜΑΚΑ
ΡΙΑΝ ΕΛΠΙΔΑ ΚΑΙ ΕΠΙΦΑΝΕΙΑΝ ΤΗΣ 
ΔΟΞΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ Θ͞Υ ΚΑΙ Σ͞ΡΣ Η
ΜΩΝ Ι͞Υ Χ͞Υ· ΟΣ ΕΔΩΚΕΝ ΕΑΥΤΟΝ 
ΥΠΕΡ ΗΜΩΝ. ΙΝΑ ΛΥΤΡΩΣΗΤΑΙ 
ΗΜΑΣ ΑΠΟ ΠΑ ΣΗΣ ΑΝΟΜΙΑΣ, ΚΑΙ ΚΑ    
ΘΑΡΙΣΗ ΕΑΥΤΩ ΛΑΟΝ ΠΕΡΙΟΥΣΙΟΝ· 
ΖΗΛΩ ΤΗΝ ΚΑΛΩΝ ΕΡΓΩΝ 
Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαι
τήσας τὴν ἀρετήν· καὶ γάρ ἐστι 


πολλὴ τῶ τὴν διδασκαλίαν 
τοῦ θῦ καὶ σ͞ρς ἡμῶν κοσμεῖν 
ἐν πᾶσι· καὶ μηδεμίαν διδό
ναι τοῖς δεσπόταις λαβὴν. μὴ 
δὲ ἐν τῶ τυχόντι, ἐπάγει καὶ τὴν 
αἰτίαν δικαίαν δι' ἢν ὀφείλου
σι τοιοῦτοι εἶναι οἱ οἰκέται· ποί
αν δὴ ταύτην· ἐπεφάνη γάρ φη 
ἡ χάρις τοῦ θῦ ἡ σρ͞ιος· οἱ θῦ δι
δασκάλου τυγχάνοντες. πῶς 
οὐκ ἂν εἶεν εἰκότως τοιοῦτοι· οἵ
ους ἄρτι διῆλθον ἐγὼ, μυρίων 
ἀμαρτημάτων λύσιν εὐρόντες· 
ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλλων καὶ 
τοῦτο οὐχ ὡς ἔτυχεν ἐντρέπει ς` 
συστέλλει ψυχὴν. τὸ μυρίων ἁ
μαρτημάτων οὖσαν ὑπεύθυ
νον, μὴ δίκην δοῦναι ἀλλὰ συγ
γνώμης τυχεῖν καὶ μυρίων ἀγα
θῶν· εἰ γάρ τις εἰπέ μοι τὸν μυ
ρία προσκρούσαντα οἰκέτην 
λαβὼν μὴ κατατείνη ἱμᾶσιν· 
ἀλλ' ἐπ' ἐκείνοις μὲν συγγνώμην 
παράσχοι· ὑπὲρ δὲ τῶν μελλόν
των αὐτὸν ἀπαιτοίη εὐθύνας. 
ς` φυλάττεσθαι αὐτὸν παρακε
λεύοιτο ὥστε μὴ τοῖς αὐτοῖς πε
ριπεσεῖν· καὶ δωρεαῖς μεγά
λαις τιμήσει, τίνα οὐκ ἂν οἴεσθε 
ἐντρέψαι τὴν τοσαύτην χάρι~ 
ἀκούοντα· ἀλλὰ μὴ νομίσης 
ὅτι ἡ χάρις μέχρι τῆς τῶν προ
τέρων ἁμαρτημάτων συγχω
ρήσεως ἵσταται· οὐ γὰρ μέχρι 


τούτου, ἀλλὰ καὶ εἰς τὸ μέλλον ἡ
μᾶς ἀσφαλίζεται· καὶ γὰρ καὶ 
τοῦτο χάριτος· ἐπεὶ εἰ μέλλοι ἀεὶ 
κακῶς πράττοντας μὴ κολά
ζειν, οὐκέτι τὸ πρᾶγμα χάρις 
ἐστὶν, ἀλλὰ προτροπή τις εἰς λύ
μην καὶ διαφθορὰν· ἐπεφά
νη γάρ φησιν ἡ χάρις τοῦ θῦ παι
δεύουσα ἡμᾶς· ἵνα ἀρνησάμε
νοι τὴν ἀσέβειαν καὶ τὰς κοσμι
κὰς ἐπιθυμίας, σωφρόνως ς` 
δικαίως καὶ εὐσεβῶς ζήσωμε~ 
ἐν τῶ νῦν αἰῶνι· προσδεχόμε
νοι τὴν μακαρίαν ἐλπίδα ς` 
ἐπιφάνειαν τῆς δόξης τοῦ με
γάλου θῦ, καὶ σ͞ρς ἡμῶν ἰῦ χῦ· 
ὅρα πῶς μετὰ τῶν ἐπάθλων τί
θησι τὴν ἀρετήν· καὶ τοῦτο χά
ριτος. τὸ ἀπαλλάξαι τῶν βιω
τικὼν· τὸ πρὸς τὸν οὐ͞νον ἀγα
γεῖν· δύο δείκνυσιν ἐνταῦθα  ἐπι
φανείας· καὶ γάρ εἰσι δύο· ἡ μὲν 
προτέρα χάριτος, ἡ δὲ δευτέρα 
ἀνταποδώσεως καὶ τοῦ δικαί
ου· ἵνα ἀρνησάμενοί φησι τὴ~ 
ἀσέβειαν καὶ τὰς κοσμικὰς 
ἐπιθυμίας· ἰδοὺ πάσης τῆς ἀ
ρετῆς ἡ ὑπόθεσις· οὐκ εἶπεν ἵνα 
ἀρνησώμεθα, ἀλλ' ἵνα ἀρνησά
μενοι· ἡ ἄρνησις, πολλὴν δεί
κνυσι τὴν διάστασιν· πολὺ τὸ 
μῖσος. πολλὴν τὴν ἀποστρο
φήν· μεθ' ὅσης διαθέσεως· με
θ' ὅσης σπουδῆς τὰ εἴδωλα 


ἀπεστράφησαν, μετὰ τοσαύ
της καὶ τὴν κακίαν αὐτήν βού
λεται καὶ τὰς κοσμικὰς ἐπιθυ
μίας φεύγειν· καὶ γὰρ καὶ ταῦτα 
εἴδωλα· κοσμικὴ ἐπιθυμία, 
πλεονεξία· μᾶλλον δὲ ταύτην 
καὶ εἰδωλολατρείαν καλεῖ· κοσμι
κὴ ἐπιθυμία, φιλαυτία· καὶ 
ταύτην εἰδωλολατρίαν ὀνομά
ζει· καὶ ὅσα πρὸς τὸν παρόντα 
βίον ἡμῖν χρησιμεύει, κοσμικαί 
εἰσιν ἐπιθυμίαι· πάντα ὅσα 
ἂν μὴ διακαίνη μεθ' ἡμῶν εἰς 
τὸν οὐ͞νον, κοσμικαί εἰσιν ἐπιθυ
μίαι· πάντα ὅσα ἂν τῶ παρόν
τι κόσμω συγκαταλύηται, κο
σμική ἐστιν ἐπιθυμία· μηδὲν 
τοίνυν πρὸς ταύτας ἔχωμεν· ἦλ
θεν ὁ χ͞ς, ἵνα ἀρνησώμεθα τὴν 
ἀσέβειαν, τὰ δόγμα
τα λέγει· καὶ κοσμικὰς ἐπιθυμί
ας, τὸν βίον τὸν ἐναγῆ· σωφρό
νως καὶ δικαίως καὶ εὐσεβῶς 
ζήσωμεν ἐν τῶ νῦν αἰῶνι· ὁ
ρᾶς ὅτι ὅπερ ἀεὶ λέγω· σωφροσύνη 
οὐ τοῦτο μόνον ἐστὶ τὸ πορνείας 
ἀπέχεσθαι· ἀλλὰ καὶ τὸ τῶν λοι
πῶν παθῶν ἐκτὸς εἶναι; ἄρα 
καὶ ὁ χρημάτων ἐρῶν, οὐ σώ
φρων· ὥσπερ γὰρ ἐκεῖνος σωμά
των, οὕτω καὶ οὗτος χρημάτων· 
μᾶλλον δὲ οὗτος ἀκολαστότερος, 
ὅσω οὐδὲ τοσαύτην ἔχει βίαν 
τὴν ὠθοῦσαν αὐτόν· καὶ γὰρ ἡ


νίοχος ἐκεῖνος ἀκρατὴς μάλι
στα ἂν λέγοιτο· οὐχ ὁ τὸν τραχὺν 
καὶ δυσήνιον μὴ κατέχων ἵππο~, 
ἀλλ' ὁ τὸν ἡρέμα ἐπιεικέστερον 
μὴ δυνάμενος ὑποτάξαι· 
τί δέ φησιν ἡ τῶν χρημάτων ἐ
πιθυμία· ἐλάττων· τῆς τῶν 
σωμάτων; παντί που δῆλόν 
ἐστι, καὶ πολλαχόθεν τοῦτο δεί
κνυται· καὶ πρῶτον μὲν, ὅ
τι ἀναγκαίως γέγονεν ἡ τῶν σω
μάτων ἐπιθυμία· τὸ δὲ ἀνα
γκαίως γεγονὸς, δῆλόν ὅτι καὶ 
μετὰ πολλοῦ κατορθοῦται τοῦ 
πόνου· ἐπεὶ καὶ ἐνεσπάρη τῆι 
φύσει· δεύτερον, ὅτι χρημάτω~ 
μὲν οὐ πολὺς τοῖς παλαιοῖς 
λόγος· γυναικῶν δὲ πολύς, σω
φροσύνης ἕνεκεν· καὶ γυναι
κὶ μὲν συγγενομένω κατὰ νό
μον, οὐδεὶς ἂν μέμψαιτο μέχρι 
γήρως· χρηματιζομένω δὲ, 
πάντες· καὶ τῶν ἔξωθεν φιλο
σόφων πολλοὶ χρημάτων μὲν 
κατεφρόνησαν, γυναικῶν δὲ 
οὐκ ἔτι· οὕτω τοῦτο ἐκείνου τυ
ραννικώτερον· ἀλλ' ἐπειδὴ 
πρὸς τὴν ἐκκλησίαν ἡμῖν ὁ λό
γος. μὴ ἀπὸ τῶν ἔξωθεν φέρω
μεν τὰ ὑποδείγματα, ἀλλ' ἀπὸ 
τῶν γραφῶν· τοῦτο μὲν οὖν 
καὶ ἐν ἐπιτάγματος σχεδὸν μέ
ρει τίθησιν ὁ μακάριος οὗτος, 
οὕτω λέγων· ἔχοντες διατρο


φὰς ς` σκεπάσματα, τούτοις 
ἀρκεσθησόμεθα· περὶ δὲ τῶν 
γυναικῶν, μη ἀποστερεῖτε ἀλλή
λους εἰ μή τι ἂν ἐκ συμφώνου καὶ 
πάλιν ἐπι το αὐτὸ συνέρχεστε· ς` 
πολλάκις ἴδοις ἂν αὐτὸν περὶ συ
νουσίας νομοθετοῦντα τῆς νομί
μου· καὶ ταύτης μὲν ἀφίησιν ἀπο
λαύειν τῆς ἐπιθυμίας· καὶ δευτέ
ρω προσιέναι γάμω. καὶ πολλὴν 
ποιεῖσθαι τοῦ πράγματος τῆν ἐπι
μέλειαν καὶ οὐδαμοῦ ὑπὲρ τοῦτο 
κολάζει, τὸν δὲ χρημάτων ἐφιέμε
νον πανταχοῦ κολάζει καὶ κατα
δικάζει· καὶ περὶ μὲν χρημάτω~, 
ὁ χ͞ς πολλαχοῦ διετάξατο ὥστε φεύ
γειν τὴν ἐντεῦθεν λύμην· περὶ δὲ 
ἀποχῆς γυναικὸς οὐχ οὔτως· ἄ
κουε δὲ καὶ τί φησι περί χρημά
των· ἐὰν μή τις ἀποτάξηται 
πᾶσιν αὐτοῦ τοῖς ὑπάρχουσιν· 
οὐδαμοῦ εἶπεν ἐὰν μή τις ἀπο
τάξηται γυναικί· οἶδε γὰρ οἵαν 
ἐνέθηκε τὴν τυραννίδα· καὶ 
ὁ μακάριος οὗτός φησι τιμοθέω· 
τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμί
αντος· οὐδαμοῦ τιμίαν τὴν τῶ~ 
χρημάτων ἐπιμέλειαν καλεῖ, ἀλ
λὰ τὸ ἐναντίον· οἱ δὲ βουλόμενοι 
πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρα
σμὸν καὶ παγίδα καὶ ἐπιθυμίας 
πολλὰς ἀνοήτους καὶ βλαβεράς· 
οὐκ εἶπεν πλεονεκτεῖν, ἀλλὰ πλου
τεῖν· ἐν ἔργοις ἀγαθοῖς· ἵνα δὲ μά


θητε καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν~, 
ἀναγκαίον καὶ τοῦτον τὸν λόγον 
εἰς μέσον παραγαγεῖν· χρημάτω~ 
μὲν γάρ τις καθάπαξ ἀποστε
ρηθεὶς, οὐκ ἔτ' ἂν ἐνοχλοῖτο ὑπὸ 
τῆς ἐπιθυμίας· οὐδὲν γὰρ οὕτω 
ποιεῖ χρημάτων ἐπιθυμεῖν, 
ὡς τὸ χρήματα ἔχειν· ἐπὶ δὲ τῆς 
τῶν σωμάτων ἐπιθυμίας, οὐ
χ οὕτως· ἀλλὰ καὶ εὐνουχισθέν
τες πολλοὶ, τὴν ἔνδον ἐνοχλοῦ
σαν πυρὰν οὐκ ἀπέβαλον· ἡ 
γὰρ ἐπιθυμία ἐν ἑτέροις κεῖται 
ὀργάνοις, ἔνδον ἐν τῆ φύσει ἐγκει
μένη· τίνος οὖν ἕνεκεν ἡμῖν 
ταῦτα εἴρηται; ὅτι οἱ πλεο
νέκται τῶν πορνευόντων ἀκο
λαστότεροι, ὅσω ὑπὸ ἐλάττονος 
ἐνοχλοῦνται ἐπιθυμίας· μᾶλλο~ 
δὲ οὐδὲ ἐπιθυμία τὸ πρᾶγμά ἐστι~
ἀλλὰ ῥαθυμία·  ἐνταῦθα μὲν γὰρ 
οὕτως ἐστὶν ἡ ἐπιθυμία φυσική. 
ὅτι καὶ γυναικί τις μὴ πλησι
άζη, ἡ φύσις τὸ αὐτῆς ποιεῖ καὶ 
ἐργάζεται· ἐκεῖ δὲ, οὐδὲν τοιοῦ
τον γίνεται· καὶ εὐσεβῶς φησι ζή
σωμεν ἐν τῶν νῦν αἰῶνι· καὶ τίς 
εἰπὲ ἡ ἐλπίς· τί τὸ ἔπαθλον τῶν 
πόνων· προσδεχόμενοί φησι τὴ~ 
μακαρίαν ἐλπίδα καὶ ἐπιφά
νειαν· ὄντως γὰρ οὐδὲν ἐκείνης 
μακαριώτερον· οὐδὲν ζηλωτό
τερον· ταῦτα λόγος παραστῆσαι 
οὐ δύναται· καὶ γὰρ οὐν ὑπερ


βαίνει τὰ τότε ἀγαθά· προσδε
χόμενοί φησι τὴν μακαρίαν 
ἐλπίδα καὶ ἐπιφάνειαν τῆς 
δόξης τοῦ μεγάλου θῦ καὶ σρ͞ς ἡ
μῶν· ποῦ εἰσιν οἱ τοῦ π͞ρς ἐλάτ
τονα τὸν υἱὸν λέγοντες· τοῦ μεγά
λου θῦ καὶ σρ͞ς· ὁ τοὺς ἐχθροὺς 
σώσας, τί οὐκ ἐργάσεται τότε 
εὐδόκιμοῦντας λαβών· τοῦ 
μεγάλου φησὶ θῦ· τὸ μέγας ἐπὶ 
θῦ ὅτ' ἂν λέγη. οὐ πρός τι μέγα φη, 
ἀλλ' ἀπολύτως· μέγας, μεθ' ὃν οὐ
κ ἂν εἴη μέγας· ἐπεί, πρός τι ἐστίν· 
εἰ δὲ πρός τι, κατὰ σύγκρισιν ς` 
οὐ φύσει μέγας· νῦν δὲ ἀσυγκρί
τως μέγας· ὅς ἔδωκεν ἑαυτὸν 
ὑπὲρ ἡμῶν· ἵνα λυτρώσηται 
ἡμᾶς ἀπὸ πάσης ἀνομίας, ς` 
καθαρίση ἑαυτῶ λαὸν περιού
σιον· τουτέστιν, ἐξηλλαγμένον· 
οὐδὲν ἔχοντα κοινὸν, πρὸς τοὺς 
λοιπούς· ζηλωτὴν καλῶν 
ἔργων· ὁρᾶς ὅτι καὶ τῶν πάρ' ἡ
μῶν δεῖ; οὐχ ἁπλῶς ἔργων, ἀλλὰ 
ζηλωτήν· τουτέστι, μετὰ προ
θυμίας πολλῆς ἐπ' αὐτὴν ἰόντα 
τὴν ἀρετήν· μετὰ θερμότητος 
ς` σφοδρότητος τῆς προσηκού
σης· τὸ μὲν οὖν ἔνθεν βεβαρη
μένους τοῖς κακοῖς καὶ ἀνίατα 
νοσοῦντας ἀπαλλάξαι, τῆς 
ἐκείνου φιλαν͞ιας ἦν· τὸ δὲ με
τὰ ταῦτα, καὶ ἡμῶν καὶ ἐκεί
νου· ταῦτα λάλει καὶ παρακά


λει, καὶ ἔλεγχε· μετὰ πάσης ἐπιτα
γῆς· ταῦτα λάλει καὶ παρακά
λει· ὁρᾶς πῶς τιμοθέω μεν 
προστάττει λέγων· ἔλεγξον· ἐπιτί
μησον παρακάλεσον· ἐν ταῦ
θα δὲ. ταῦτα λάλει καὶ παρα
κάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπι
ταγῆς; ἐπειδὴ τὸ ἦθος τούτω~ 
σκληρότερον ἦν, δια τοῦτο καὶ ἀ
ποτόμως καὶ μετὰ πάσης ἐ
πιταγῆς ἐλέγχειν ἐπιτάττει· ἔστι 
γὰρ τῶν ἁμαρτημάτων, ἃ καὶ 
ἐπιτάγμασιν ἀπείργειν χρή· 
οἷον τὸ μὲν χρημάτων κατα
φρονεῖν, παραινοῦντας δεῖ πεί
θειν· καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ 
ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν· 
τὸν πόρνον· τὸν πλεονέκτην, 
μετ' ἐπιταγῆς ἀπάγειν· τὸν οἰωνι
ζόμενον· τὸν κληδονιζόμενο~, 
τὸν ἄλλα τοιαῦτα πράττοντα· 
καὶ οὐδὲ ἁπλῶς ἐπιταγῆς, ἀλ
λὰ μετὰ πάσης ἐπιταγῆς· ὁρᾶς 
πῶς βούλεται καὶ μετὰ αὐθεντεί
ας καὶ μετὰ ἐξουσίας πολλῆς ταῦ
τα αὐτὸν ἐπιτάττειν; μηδείς 
σου περιφρονείτω· τουτέστι, κα
ταφρονείτω· ἀλλ' ὑπομίμνησκε 
αὐτούς, ἀρχαῖς· ἐξουσίαις ὑπο
τάσεσθαι· πειθαρχεῖν· πρὸς 
πᾶν ἔργον ἀγαθὸν ἐτοίμους εἶναι· 
μηδένα βλασφημεῖν· ἀμάχους 
εἶναι· τί οὖν μηδὲ τοὺς κακῶς 
πράττοντας; μηδὲ ἐκείνοις λοι


δορουμένους· πρὸς πᾶν ἔργον 
ἀγαθὸν ἑτοίμους εἶναι· μηδένα 
βλασφημεῖν· κἀν ὅστις ἦ φησι~, 
ὅλως μηδένα λοιδορῶμεν· ἀ
κούσωμεν τῆς παραινέσεως· 
μηδένα φησὶ βλασφημεῖν· κα
θαρὸν ἡμῖν εἶναι δεῖ τὸ στόμα, ἀ
πὸ λοιδορίας· εἴτε γὰρ ἀληθεῖς 
εἰσιν αἱ λοιδορίαι. οὐχ ἡμῶν ταῦτα 
λέγειν, ἀλλὰ τοῦ κριτοῦ ἐξετάζειν· 
σὺ γάρ φησι τί κρίνεις τὸν ἀδελ
φόν σου· εἴτε οὐκ ἀληθεῖς, ὅρα ὅ
σον τὸ πῦρ· ἄκουε τοῦ ληστοῦ 
λέγοντος πρὸς τὸν ἕτερον ληστήν· 
καὶ γὰρ καὶ αὐτοὶ ἐν τῶ αὐτῶ κρί
ματι ἐσμέν· τὸν αὐτὸν ἀγῶνα 
τρέχομεν· ἐὰν ὀνειδίσης ἑτέρους, 
ταχέως καὶ αὐτὸς τοῖς αὐτοῖς 
περιπέσηι· δια τοῦτο παραινεῖ 
ὁ μακάριος οὗτος λέγων· ὁ δοκῶν 
ἑστάναι, βλεπέτω μὴ πέση· ἀμά
χους εἶναί φησιν· ἐπιεικεῖς, πᾶ
σαν ἐνδεικνυμένους πραότητα 
πρὸς πάντας ἀν͞ους· καὶ ἕλλη
νας, καὶ ἰουδαίους· καὶ μοχθη
ρούς, καὶ πονηρούς· ἐκεῖ μὲν οὖν 
ἀπὸ τῶν μελλόντων φοβεῖ λέγω~· 
ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέ
ση· ἐν ταῦθα δὲ, οὐκ ἀπὸ τῶν 
μελλόντων ἀλλ' ἀπὸ τῶν παρελ
θόντων ἐντρέπει· τὸ αὐτὸ ποι
ῶν δι' ὧν ἐπάγει· ἦμεν γάρ ποτε 
ς` ἡμεῖς ἀνόητοι· ὅπερ ἐν τῆ πρὸς 
γαλάτας ποιεῖ γράφων· ὅτι ς` 


ἡμεῖς ὅτε ἦμεν νήπιοι, ὑπὸ 
τὰ στοιχεῖα τοῦ κόσμου δεδου
λωμένοι ἦμεν· οὐκ οὖν μηδε
νὶ ὀνειδίσης· τοιῦτος γὰρ ἦς ς` 
σύ· ἦμεν γάρ φησι ποτὲ καὶ ἡ
μεῖς, ἀνόητοι· ἀπειθεῖς· πλα
νώμενοι· δουλεύοντες ἐπιθυ
μίαις καὶ ἡδοναῖς ποικίλαις· 
ἐν κακία καὶ φθόνω διάγοντες. 
στυγητοί, μισοῦντες ἀλλήλους· 
ὥστε πρὸς πάντας τοιούτους 
εἶναι δεῖ· ἡμέρως ἔχειν· ὁ γὰρ 
τοιοῦτος ὢν πρότερον καὶ ἀ
παλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφεί
λει τούτοις, ἀλλ' εὔχεσθαι καὶ χά
ριτας ἔχειν τῶ καὶ αὐτῶ κἀκεί
νοις δόντι τὴν ἀπαλλαγὴν τῶ~ 
προτέρων κακῶν· μηδεὶς 
καυχάσθω· πάντες γὰρ ἥμαρ
τον· ὅτ' ἂν οὖν ἐθέλης ὀνειδίσαι 
τινὰ κατορθῶν αὐτὸς· καὶ τὸ~ 
πρότερόν σου ἐννοῶν βίον· καὶ 
τὸ τοῦ μέλλοντος ἄδηλον, ἀ
ναχαίτιζε τὴν ὀρμήν· εἰ γὰρ 
καὶ ἐκ πρώτης ἡλικίας ἐναρέ
τως ἔζησας, ἀλλ' ὅμως ἔχοις 
ἂν ἁμαρτήματα πολλά· εἰ 
δὲ οὐκ ἔχεις ὡς νομίζεις, ἐννόη
σον ὅτι οὐ τῆς σῆς ἀρετῆς τοῦτο 
γέγονεν, ἀλλὰ τῆς τοῦ θῦ χάρι
τος· εἰ γὰρ μὴ τοὺς προγόνους 
ἐκάλεσεν τοὺς σοὺς, καὶ αὐτὸς 
ἂν ἦς ἀπειθής· ὅρα πῶς 
πᾶσαν κακίαν διεξήλθομεν· 


οὐχὶ μυρία διὰ προφητῶν· δι
ὰ πάντων ὁ θ͞ς ὠκονόμει; ἠ
κούσαμεν· ἦμεν γάρ ποτέ φη 
καὶ ἡμεῖς πλανώμενοι· ὅτε 
δὲ ἡ χρηστότης καὶ ἡ φιλα͞νία· 
ἐπεφάνη τοῦ σ͞ρς ἡμῶν θῦ· 
πῶς· οὐκ ἐξ ἔργων τῶν ἐν δι
καιοσύνη ὧν ἐποιήσαμεν ἡμεῖς 
ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον· ἔ
σωσεν ἡμᾶς διὰ λουτροῦ πα
λιγγενεσίας, καὶ ἀνακαινώ
σεως π͞νς ἁγίου· βαβαὶ πῶς 
ἧμεν ἐν τῆ κακία βεβαπτισμέ
νοι, ὡς μὴ δύνασθαι καθαρ
θῆναι· ἀλλ' ἀναγεννήσεως δεη
θῆναι· τοῦτο γάρ ἐστι τὸ διὰ 
παλιγγενεσίας· καθάπερ 
οὖν ἐπὶ οἰκίας σαθρῶς δι
ακειμένης· οὐδεὶς ὑποστήριγμα 
τίθησιν· οὐδὲ συῤῥάπτει ταῖς 
παλαιαῖς οἰκοδομαῖς· ἀλ
λὰ μέχρι τῶν θεμελίων αὐ
τὴν καταλύσας· οὗτως ἄνω
θεν ἀνίστησι καὶ ἀνακαινί
ζει, οὕτω καὶ αὐτὸς ἐποίησεν· 
οὐκ ἐπεσκεύασεν ἡμᾶς, ἀλλ' ἄ
νωθεν κατεσκεύασεν· τοῦ
το γάρ ἐστιν ἀνακαινώσε
ως π͞νς ἁγίου· ἀντὶ τοῦ ἄνω
θεν ἐποίησε καινούς· πῶς· 
διὰ τοῦ π͞νς· καὶ πάλιν ἑτέ
ρως τοῦτο δεικνὺς, ἐπάγει· οὖ 
ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως, 
διὰ ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· οὕ


τω πολλοῦ ἔδει ἡμῖν τοῦ ἐλέ
ους· ἵνα δικαιωθέντες τῆ ἐ
κείνου χάριτι· πάλιν χάριτι, 
οὐκ ὀφειλῆι· κληρονόμοι γενώ
μεθα κατ' ἐλπίδα ζωῆς αἰω
νίου· 
ΗΘ 
ΗΘ ͞Ε ΟΤΙ ΕΙ ΑΠΕΓΝΩΣΜΕΝΟΥΣ ΚΑΙ ΜΗΔΕΝ ΕΧΟΝΤΑΣ ΕΣΩΣΕ ΑΓΑΘΟΝ ΕΣΩΣΕ, ΠΟΛΛΩ ΜΑΛΛΟΝ ΕΙ ΘΕΛΗΣΩΜ< 
ΑΡΕΤΗΣ ΕΠΙΛΑΒΕΣΘΑΙ ΣΩΘΗΣΟΜΕΘ· ΚΑΙ ΔΙ' ΟΛΟΥ ΚΑΤΑ ΕΛΛΗΝΩΝ, S` ΤΗΣ ΤΟΥΤΩΝ ΑΠΑΤΗΣ· 
ἅμα καὶ προτροπὴ εἰς 
Ταπεινοφροσύνην ἐστὶ, καὶ ἐλ
πὶς ὑπὲρ τῶν μελλόντων· εἰ 
γὰρ οὕτως ἀπεγνωσμένους ὡς 
ἂνωθεν γεννηθῆναι· ὡς χά
ριτι σωθῆναι τῶ μηδὲν ἔχειν 
ἀγαθὸν ἔσωσε, πολλῶ μᾶλλον 
ἐν τῶ μέλλοντι τοῦτο ἐργάσε
ται: οὐδὲν γὰρ τῆς ἀν͞ινης θηριω
δίας χεῖρον ἦν, πρὸ τῆς τοῦ χῦ 
παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ 
ς` πολέμιοι, πάντες διέκειντο 
πρὸς ἀλλήλους· τοὺς παῖδας 
ἔσφαζον τοὺς ἑαυτῶν πρ͞ες· 
μρ͞ες παισὶν ἐπεμαίνοντο· 
οὐδὲν ἦν ἑστηκὸς· οὐ φυσικὸς
οὐ γραπτὸς νόμος, ἀλλ' ἀνατέτρα
πτο ἅπαντα· μοιχεῖαι διηνε
κεῖς· φόνοι, καὶ ἔτι φόνων χα
λεπώτερον· κλοπαί· φησὶ δέ 
τις τῶν ἔξωθεν, ὅτι καὶ ἀρετῆς 
τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ εἰ
κότως· ὅπου γε καὶ θ͞ν τοιοῦ
τον ἔσεβον· χρησμοὶ συνεχεῖς, 
τὸν δεῖνα ἀναιρεῖσθαι καὶ τὸν 
δεῖνα κελεύοντες· εἴπω τι 
τῶν κατ' ἐκεῖνον τὸν χρόνον· ἀν 
δρόγεώς τις τοῦ μίνωος υ͞ς· 
ἐλθὼν εἰς ἀθήνας καὶ πάλην 
νικήσας 


δίκην ἐδίδου καὶ ἀνηρέθη· ὁ 
οὖν ἀπόλλων κακῶ τὸ κακὸν ἰώ
μενος, ἐκέλευσε δὶς ἑπτὰ παῖδας 
ἀπάγεσθαι ὑπὲρ τούτου· τί ταύ
της τῆς τυραννίδος ὠμότερον· 
καὶ τοῦτο ἐγίνετο· καὶ ἄ͞νος τοῦ δαί
μονος τὴν μανίαν λῦσαι ἐπελ
θὼν· ἔσφαξε τοὺς παῖδας ἐκεί
νους, ὅτι παρ' αὐτοῖς ἡ ἀπάτη ἴσχυ· ὁρᾶς  ὅτι εἰκότως ἀπάτη ἴσχυ 
εν· ἐπειδὴ δὲ διανέστησαν καὶ ἤμυ
ναν ἑαυτοῖς, οὐκέτι· εἰ μὲν οὖν δι
καίως τὸ πρᾶγμα ἐγίνετο, οὐκ ἐχρῆν 
κωλυθῆναι· εἰ δὲ ἀδίκως ὥσπερ ὥσπερ 
οὖν καὶ ἀδίκως, οὐδὲ παρὰ τὴ~ 
ἀρχὴν ἐπιταγῆναι· πύκτας 
προσεκύνουν καὶ παλαιστάς· 
πόλεμοι συνεχεῖς καὶ ἐπάλληλοι. 
κατὰ κώμην· κατὰ πόλιν, κατὰ 
οἰκίαν ἠρίστευον· ἄκουε δὲ πα
ρ αὐτοῖς, καὶ τί ὁ θαυμαστὸς αὐτῶ~ 
φιλόσοφος ἐνομοθέτησε· δούλω 
μὴ ἐξέστω φησὶ παιδεραστεῖν, 
μήτε ξηραλοιφεῖν· ὡς ἀρετῆς 
τοῦ πράγματος ὄντος, καὶ πολλὴν 
ἔχοντος τιμήν· δια τοῦτο καὶ 
ἐπ' οἰκήματος εἱστήκεισαν φανε
ρῶς· καὶ εἰ πάντά τις ἐπέλθοι 
τὰ κατ' αὐτοῦς, εὑρήσει σαφῶς ὅ
τι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύ
βριζον, καὶ οὐδεὶς ὁ κωλύων ἦν· 
ς` τὰ δράματα αὐτοῖς πάντα 
τούτων γέμει· μοιχείας· ἀσελγεί
ας· διαφθοράς· παννυχίδες 
ἐγίνοντο μιαραί, καὶ γυναῖκες 


ἐκαλοῦντο ἐπὶ τὴν θέαν· ὣ 
τῆς μιαρίας· ἐν νυκτὶ· ἐν θεά
τρω παννυχὶς ἦν, καὶ παρθέ
νος ἐκάθητο μεταξὺ νέων με
μηνότων καὶ μεθύοντος ὄχλου· 
τὸ σκότος ἦν ἡ πανήγυρις, ς` 
τὰ μυσαρὰ ἔργα τὰ ὑπ' αὐτῶν 
τελούμενα· διὰ τοῦτό φησιν· 
ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι· 
ἀπειθεῖς· πλανώμενοι· δουλεύ
οντες ἐπιθυμίαις καὶ ἡδοναῖς 
ποικίλαις· ὁ δεῖνα τῆς μη
τρυιᾶς ἠράσθη φησὶ· καὶ ἡ δεῖνα 
τοῦ προγόνου, καὶ ἀπήγξατο· 
τοὺς γὰρ τῶν παίδων ἔρωτας 
οὕσπερ αὐτοῖς παιδικὰ καλεῖν 
ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι· πῶς 
οὐδὲ αἰσχύνονται οὐδὲ ἐγκαλύ
πτονται· ἀλλὰ τί βούλει· μητρο
γαμίας ἰδεῖν; ἔστι καὶ τοῦτο πα
ρ' αὐτοῖς· καὶ τὸ δὴ δεινὸν· ὑπὸ 
ἀγνοίας τὸ πράγμα ἐγίνετο. καὶ 
οὐκ ἐκώλυεν ὁ θ͞ς ὁ παρ' αὐτοῖς, 
ἀλλὰ περιεώρα τὴν φύσιν ὑ
βριζομένην· καὶ ταῦτα, τῶν 
ἐπισήμων οὖσαν· εἰ δὲ οὕς εἰκὸς· 
εἰ καὶ μὴ δι' ἔτερόν τι· διά γοὖν τὴν 
παρὰ τῶν πολλῶν δόξαν ἀντέ
χεσθαι τῆς ἀρετῆς· οὗτοι δὲ οὕ
τω πρηνεῖς κατὰ τῆς κακίας 
ἐφέροντο, τί εἰκὸς τοὺς πολλοὺς 
καὶ λανθανόντως βιοῦντας 
διαπράττεσθαι· τί ποικιλό
τερον ταύτης τῆς ἡδονῆς· 


ἠράσθη ἡ δεῖνα τοῦ δεῖνος· ἐπανελ
θόντα τὸν ἄνδρα, ἔσφαξε διὰ 
τοῦ μοιχοῦ· τάχα ἴστε τὸ διήγη
μα οἱ πολλοί· τὸν μοιχὸν ἀνεῖλε~ 
ὁ παῖς τοῦ φονευθέντος, κακεί
νην ἐπέθυσε· μετὰ ταῦτα ἐμά
νη καὶ αὐτὸς, καὶ ἐρινύσιν ἠλαύ
νετο· εἶτα αὐτὸς οὗτος ὁ μανεὶς ἀ
πελθὼν ἔσφαξεν ἕτερον, καὶ 
τὴν ἐκείνου γυναῖκα λαμβάνει· 
τί τούτων χεῖρον τῶν συμφορῶν· 
τούτου χάριν ταῦτα λέγω ἀπὸ 
τῶν ἔξωθεν, ἴνα τοὺς ἕλληνας 
πείσω πόσα κατεῖχε τὴν οἰκου
μένην κακά· ἀλλ' εἰ βούλεσθε, ς` 
ἀπὸ τῶν ἡμετέρων δεικνύομεν· 
ἔθυσάν φησι τοὺς υἱοὺς αὐτῶν ς` 
τὰς θυγατέρας αὐτῶν τοῖς δαι
μονίοις· πάλιν οἱ τὰ σόδομα οἰ
κοῦντες· δι' οὐδὲν ἔτερον ἀπώλον
το, ἢ ὄτι παισὶν ἐπεμαίνοντο· 
ἀλλὰ πάλιν ἐν προοιμίοις τῆς 
τοῦ χῦ παρουσίας. οὐχὶ ἡ τοῦ βασι
λέως θυγάτηρ ἐν μέσοις ὠρχεῖ
το συμποσίοις ἐν ἀ͞νοις μεθύου
σιν; οὐχὶ φόνον ἤτει καὶ ὀρχήσε
ως τιμὴν τὴν κεφαλὴν τοῦ 
προφήτου; τίς λαλήσει τὰς 
δυναστείας τοῦ κῦ· στυγητοί φησι~· 
μισοῦντες ἀλλήλους· ἀνάγκη γὰρ 
πάντως ὅτ' ἂν πάσας τῆ ψυχῆ 
ἐπαφῶμεν τὰς ἡδονὰς, πολὺ 
τὸ μίσος γίνεσθαι· διατί· ὅτι 
μετὰ ἀρετῆς ἡ ἀγάπη· ὅτι τότε 


οὐδεὶς οὐδένα πλεονεκτεῖ· ὅ
ρα καὶ ὁ παῦλος τί φησι· μὴ πλα
νᾶσθε· οὔτε πόρνοι· οὔτε εἰδωλο
λάτραι· οὔτε μοιχοὶ. οὔτε μαλα
κοί· οὔτε ἀρσενοκοῖται· οὔτε πλε
ονέκται· οὐ λοίδοροι· οὐ μέθυσοι, 
βασιλείαν θῦ κληρονομήσουσι· 
καὶ ταῦτα τίνες ἦτε· ὁρᾶς πῶς 
πᾶν κακίας εἶδος ἐπεπόλαζε. 
ς` πολλή τις ἦν ἡ ἀχλύς καὶ τὸ δί
καιον διεφθείρετο; εἰ γὰρ οἱ προ
φητείας ἀπολαύοντες· καὶ το
σαῦτα ὁρῶντες γενόμενα κακὰ 
ς` ἐν τοῖς πολεμίοις καὶ ἐν ἑαυ
τοῖς. ὅμως οὐκ ἠνείχοντο ἀλλὰ 
μυρία κακὰ εἰργάζοντο, τί δῆ
οἱ ἄλλοι· ἀλλά τινες  πάλιν παρ' αὐ
τοῖς, παρθένους γυμνὰς ἐκέλευ
ον παλαίειν ἐπ' ὄψεσιν ἀν͞ων· 
πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο· ὅτι οὐ
δὲ τὸ ῥῆμα ἀκούειν φέρετε, οὗ 
τὸ πρᾶγμα οἰ φιλόσοφοι οὐκ ἠσχύ
νοντο· ἕτερος δέ τις φιλόσοφος· 
ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς πολέ
μοις αὐτὰς ἐξάγει· καὶ κοινὰς 
εἶναι κελεύει, ὡς μαστροπός τις 
ὢν καὶ προαγωγός· ἐν κακία 
καὶ φθόνω διάγοντές φησιν· εἰ 
γὰρ οἱ φιλοσοφοῦντες παρ' αὐτοῖς 
τοιαῦτα ἐνομοθέτουν, τί ἂν εἴ
ποιμεν περὶ τῶν μὴ φιλοσο
φησάντων· εἰ οἱ τῶν γένειον ἔχον
τες βαθὺ καὶ τὸν τρίβωνα ἀνα
βεβλημένοι τοιαῦτα λέγουσι, 


τί ἂν εἴποιμεν περὶ ἐτέρων· οὐ 
δια τοῦτο γέγονεν ἡ γυνὴ ἄπαγε, ὥσ
τε κοινῆ πᾶσι προκεῖσθαι ὦ 
πάντα ἀνατρέποντες ὑμεῖς· 
οἱ τοῖς μὲν ἄρσεσιν ὡς θηλείαις 
μιγνύμενοι, τὰς δὲ θηλείας ὡς 
ἄνδρας εἰς πόλεμον ἐξάγοντες· 
τοῦτο γὰρ ἔργον τοῦ διαβόλου, πάν
τα συγχέειν καὶ ἀνατρέπειν· ς` 
τὰ ἐξ ἀρχῆς τεθέντα ὅρια δια
σαλεύειν καὶ μεταίρειν, ἂ ὁ θ͞ς ἔ
θετο τῆ φύσει· τὴ μὲν γὰρ γυναι
κὶ τὸ οἰκουρεῖν μόνον ἔδωκεν ὁ 
θ͞ς, τῶ δὲ ἀνδρὶ τὰ δημόσια 
πράττειν· σὺ δὲ τὴν κεφαλὴν 
εἰς τοὺς πόδας κατάγεις, καὶ τοὺς 
πόδας εἰς τὴν κεφαλὴν ἀνά
γεις· γυναῖκας ὁπλίζεις καὶ 
οὐκ αἰσχύνη; τί δὲ ταῦτα λέγω· 
εἰσάγουσί τινα παρ' αὐτοῖς γυναῖ
κα καὶ παῖδας ἀνελοῦσαν, 
καὶ οὐκ αἰσχύνονται οὐδὲ ἐντρέ
πονται· τοιαῦτα μυσαρὰ διη
γήματα εἰς τὰς τῶν ἀν͞ων ἀκο
ὰς ἐμβάλλοντες· ὅτε δὲ ἡ χρη
στότης φησί καὶ ἡ φιλ͞ανία ἐπε
φάνη τοῦ σ͞ρς ἡμῶν θῦ· οὐκ ἐξ ἔρ
γων τῶν ἐν δικαιοσύνη ὦν ἐποι
ήσαμεν ἡμεῖς· ἀλλὰ κατὰ τὸν 
αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ 
λουτροῦ παλιγγενεσίας· καὶ ἀ
νακαινώσεως π͞νς ἁγίου, οὗ ἐ
ξέχεεν ἐφ' ἡμᾶς πλουσίως, διὰ 
ἰῦ χῦ τοῦ σ͞ρς ἡμῶν· ἵνα δικαι


ωθέντες τῆ ἐκείνου χάριτι, κλη
ρονόμοι γενώμεθα κατ' ἐλπί
δα ζωῆς αἰωνίου· τί ἐστι κα
τ' ἐλπίδα· ἄντὶ τοῦ καθὼς ἠλ
πίσαμεν οὕτως άπολαύσομεν, 
ἢ ὅτι ἤδη κληρονόμοί ἐστέ· πι
στὸς ὁ λόγος· ἐπειδὴ περὶ μελ
λόντων διενέχθη καὶ οὔπω πα
ρόντων, ἐπήγαγε τὸ ἀξιόπι
στον· ἀληθῆ ταῦτά ἐστι φησί· 
καὶ δῆλον, ἐκ τῶν φθασάντω~· 
ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας 
ἀπαλλάξας καὶ τοσούτων κα
κῶν, εὔδηλον ὅτι καὶ τῶν μελ
λόντων ἡμῖν μεταδώσει πάν
των ἐπιμείνασι τῆ χάριτι· ἀ
πὸ γὰρ τῆς αὐτῆς κηδεμονίας 
ἅπαντα γίνεται· εὐχαριστῶ
μεν οὖν τῶ θῶ, καὶ μηδὲν τοῖς 
ἄλλοις ὀνειδίζωμεν· μηδὲν ἐγκα
λῶμεν, ἀλλὰ παρακαλῶμεν 
μᾶλλον· εὐχώμεθα ὑπὲρ αὑτῶ~· 
συμβουλεύωμεν· νουθετῶμεν· 
διδάσκωμεν· παραινῶμεν, 
κἀν ὑβρίζωσι κἀν λακτίζω
σι· τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦν
τες· ἀλλ' οἱ πρὸς τὴν ὑγείαν ἐκεί
νων σπεύδωντες, πάντα φέ
ρουσι· πάντα πράττουσι κἀν 
μηδὲν ἀνύωσιν, ἵνα μὴ ἑαυ
τοῖς ἐγκαλῶσιν ὥσπερ ἡμελη
κόσιν· ἢ οὐκ ἴστε ὅτι πολλάκις 
ἰατροῦ ἀπογνόντος τοῦ κάμνον
τος. ἕτερός τις φησὶ τῶν προ


σηκόντων πρὸς αὐτόν· θερα
πείαν πάλιν πρόσαγε καὶ μηδὲν 
ἐλλίπης, ἵνα μηδὲν ἑαυτῶ 
ἐγκαλῶ· ἵνα μὴ μέμφωμαι, ἵ
να μη κατηγορεῖν ἔχω ἐμαυτοῦ· 
οὐχ ὁρᾶτε πόσην οἱ προσήκοντες 
περὶ τοὺς ἐπιτηδείους ποι
οῦνται τὴν πρόνοιαν; πόσα 
ὑπὲρ τούτου πράττουσι· καὶ ἰα
τροὺς παρακαλοῦντες· καὶ 
χρήματα ἀναλίσκοντες καὶ 
προσεδρεύοντες διὰ παντός; 
κἂν τούτοις μιμώμεθα· καί
τοι γε οὐχ ὑπὲρ τῶν ἴσων ἡ φρον
τίς· νῦν δὲ τὸ μὲν σῶμα κά
μνοντος τοῦ παιδὸς, οὐκ ἂν πα
ραιτήσαιτό τις καὶ μακρὰν 
ἀποδημίαν στείλασθαι ὥστε λῦ
σαι τὴν νόσον· τῆς δὲ ψυχῆς 
κακῶς ἐχούσης, οὐδεὶς οὐδένα 
ποιεῖται λόγον· ἀλλὰ πάντες ἀ
ναπεπτώκαμεν· πάντες ῥα
θυμοῦμεν, πάντες ὀλιγωροῦ
μεν· καὶ παῖδας καὶ γυναίκας 
ς` ἡμᾶς αὐτοὺς περιορῶντες 
ἀναλίσκομένους ὑπὸ τῆς νόσου 
ταύτης τῆς χαλεπῆς, ἀλλ' ὕστε
ρον λαμβάνομεν τὴν αἴσθησι~· 
ἐννοήσατε πῶς αἰσχρὸν καὶ σφό
δρα καταγέλαστον ὕστερον λέγειν, 
οὐ προσεδοκῶμεν· οὐκ ἠλπί
σαμεν τοῦτο ἔσεσθαι· οὐκ αἰ
σχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἐπικίν
δυνον· εἰ γὰρ ἐν τῶ παρόντι 


βίω τῶν ἀνοήτων ἐστὶ· τὸ τὰ 
μέλλοντα μὴ προορᾶν, πολλῶ 
μᾶλλον κατὰ τὸν μέλλοντα· ὅ
τε καὶ ἀκούομεν νῦν πολλῶν 
συμβουλευόντων καὶ λεγόντω~, 
τὰ πρακτέα καὶ τὰ μὴ πρα
κτέα· ἀντεχώμεθα τοίνυν 
τῆς ἐλπίδος ἐκείνης· φροντί
ζωμεν τῆς σ͞ρίας τῆς ἡμετέ
ρας· τὸν θ͞ν ἐπὶ πᾶσι παρα
καλῶμεν, ὥστε χεῖρα ὀρέξαι· 
μέχρι τίνος ῥάθυμοι· μέχρι τίνος 
ἀμελεῖς· μέχρι τίνος καταφρο
νοῦμεν ἑαυτῶν καὶ τῶν ὁμο
δούλων ἡμῶν· αὐτὸς, πλουσί
ως ἐξέχεεν ἐφ' ἡμᾶς τὴν τοῦ 
π͞νς χάριν· ἐννοήσωμεν τοί
νυν ὅσην χάριν περὶ ἡμᾶς ἐ
πεδείξατο, καὶ τοσαύτην καὶ 
ἡμεῖς σπουδὴν ἐπιδειξώμεθα· 
μᾶλλον δὲ τοσαύτην μὲν οὐ δυνα
τόν· κἂν γ' οὖν ἐλάττονα· ἀν γὰρ 
καὶ μετὰ τὴν χάριν ταύτην 
ὦμεν ἀναίσθητοι, μείζων ἡμῖ~ 
ἔσται ἡ κόλασις· εἰ μὴ ἦλθον γάρ 
φησι καὶ ἐλάλησα αὐτοῖς, ἁμαρ
τίαν οὐκ εἶχον· νῦν δὲ πρόφα
σιν οὐκ ἔχουσιν· ἀλλὰ μὴ γένοιτο 
ταῦτα περὶ ἡμῶν εἰπεῖν· ἀλλὰ 
γένοιτο πάντας ἡμᾶς ἀξιω
θῆναι τῶν ἐπηγγελμένων ἀ
γαθῶν, τοῖς ἠγαπηκόσιν αὐτό~· 
ἐν χῶ ἰῦ τῶ κῶ ἡμῶν· ὧι ἡ δόξα 
εἰς τοὺς αἰώνας τῶν αἰώνων·                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                     
ἀμήν·