† ΛΟΓΟΣ ΠΡΩΤΟΣ †
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ
ΠΡ̅Σ ΗΜΩΝ Ι̅Ω 
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥ
ΠΟΛΕΩΣ ΤΟΥ
ΧΡΥΣΟΣΤΟΜΟΥ· ΕΡΜΗΝΕΙΑ
ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ·
ΠΑΥΛΟΣ ΔΟΥΛΟΣ ΘΕΟΥ ΑΠΟΣΤΟ
ΛΟΣ ΔΕ Ι̅Υ Χ̅Υ ΚΑΤΑ ΠΙΣΤΙΝ Ε
ΚΛΕΚΤΩΝ Θ̅Υ ΚΑΙ ΕΠΙΓΝΩ
ΣΙΝ ΑΛΗΘΕΙΑΣ ΤΗΣ ΚΑΤΕΥΣΕ
ΒΕΙΑΝ ΕΠ ΕΛΠΙΔΙ ΖΩΗΣ ΑΙΩ
ΝΙΟΥ ΗΝ ΕΠΗΓΓΕΙΛΑΤΟ Ο Α
ΨΕΥΔΗΣ Θ̅Σ ΠΡΟ ΧΡΟΝΩΝ ΑΙ
ΩΝΙΩΝ, ΕΦΑΝΕΡΩΣΕ ΔΕ
ΚΑΙΡΟΙΣ ΙΔΙΟΙΣ ΤΟΝ ΛΟΓΟΝ ΑΥ
ΤΟΥ ΕΝ ΚΗΡΥΓΜΑΤΙ Ο ΕΠΙ
ΣΤΕΥΘΗΝ ΕΓΩ ΚΑΤ ΕΠΙΤΑ
ΓΗΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ
ΘΕΟΥ ΤΙΤΩΙ ΓΝΗΣΙΩΙ ΤΕ
ΚΝΩΙ ΚΑΤΑ ΚΟΙΝΗΝ ΠΙΣΤΙΝ·
ΧΑΡΙΣ ΚΑΙ ΕΙΡΗΝΗ ΑΠΟ ΘΕ-
ΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΚΥΡΙΟΥ Ι̅Υ
ΧΡΙΣΤΟΥ ΤΟΥ
ΣΩΤΗΡΟΣ
Η
ΜΩΝ
/̅


381


Τῶν παύλω συνόντων, δό
κιμος οὗτος ἦν· οὐκ ὰν οὖν
αὐτῶ τὴν νῆσον ὁλόκλη
ρον ἐπέτρεψεν· οὐκ ὰν τὰ 
ἐλλειφθέντα ἀναπληρῶ
σαι προσέταξεν· ἵνα γάρ φη
τὰ λείποντα ἐπιδιορθώ
ση, καὶ τοσούτων ἐπισκό
πων κρίσιν ἐπέτρεψεν. εἰ
μὴ σφόδρα ἐθάρρει τἀνδρί·
φασὶ δὲ αὐτὸν καὶ νέον εἶ
ναι, διὰ τὸ τέκνω αὐτῶ
γράφειν· πλὴν ἀλλ' οὔπω
τοῦτο δῆλον ἀπὸ τούτου·
οἶμαι δὲ αὐτοῦ καὶ ἐν ταῖς
πράξεσιν εἶναι μνείαν· τά
χα καὶ κορίνθιος ἦν, εἰ μή
τις ἕτερος ἦν ὁμώνυμος
αὐτῶ· καὶ ζηνᾶν μὲν κα
λεῖ πρὸς ἑαυτὸν· και ἀπολ
λῶ πεμφθῆναι βούλεται,
τοῦτον δὲ οὔ· καὶ γὰρ ἐναν
τίον τοῦ αὐτοκράτορος.
μείζονα τούτοις ἐμαρτύ
ρει τὴν ἀνδρείαν καὶ τὴν
ἀρετήν· δοκοῦσι δέ μοι χρό
νοι εἶναι μέσοί τινες, καὶ
ἐν ἀδεία ὁ παῦλος ὤν, γρά
φει ταῦτα· οὐδὲν γὰρ περι


πειρασμῶν φη· συνεχῶς δὲ
περιστρέφει τοῦ θῦ τὴν
χάριν· καὶ ἄνω καὶ κάτω·
ἰκανὴν οὖσαν παράκλη
σιν τοῖς πεπιστευκόσι πρὸς
ἀρετήν· τὸ γὰρ μαθεῖν τί
νων μὲν ἦσαν ἄξιοι· πρὸς
τί δὲ μετέστησαν· ς` ταῦτα
χάριτι· ς` τίνων ἠξίωνται,
οὐ μικρὰ προτροπή· ἀ
ποτείνεται δὲ καὶ πρὸς
ἰουδαίους· εἰ δὲ ὁλόκληρον
τὸ ἔθνος ὑβρίζει, μὴ
θαυμάσης· καὶ ἐπι γαλα
τῶν γὰρ αὐτὸ ποιεῖ λέγων·
ὦ ἀνόητοι γαλάται· οὐχ ὑ
βριστικοῦ δὲ τοῦτο ἤθους,
ἀλλ' ἐρωτικοῦ· εἰ μὲν γὰρ
τῶν αὐτοῦ ἕνεκεν ταῦτα
ἐποίει, εἰκότως τίς αὐ
τῶ ἐπεμέμψατο· εἰ δὲ πε
πυρωμένος καὶ ζέων ὑ
πὲρ τοῦ κηρύγματος, οὐχ ὑ
βριστικῶς αὐτὸ ἐποίει· ς` ὁ
χ̅ς δὲ μυρία ἐλοιδορεῖτο
τοῖς γραμματεῦσι καὶ φα
ρισαίοις, ἀλλ' οὐκ αὐτοῦ ἔνε
κεν· ἀλλ' ὄτι τοὺς ἄλλους ἅ
παντας ἀπώλλυον· βρα




381v


χεῖαν δὲ ποιεῖ τὴν ἐπιστολὴν.
εἰκότως· καὶ τοῦτο δὲ τῆς
ἀρετῆς τοῦ τίτου τεκμήριον
ἦν, τὸ μὴ δεῖσθαι λόγων πολ
λῶν ἀλλ' ὥσπέρ τινος ὑπο
μνήσεως· αὕτη δέ μοι δο
κεῖ τῆς πρὸς τιμόθεον εἶ
ναι. νεαρωτέρα ἡ ἐπιστο
λή· ἐκείνην μὲν γὰρ πρὸς
τῶ τέλει ὢν ἕγραφεν· ἐν
ταῦθα δὲ ἄφετος ὢν καὶ
λελυμένος· τὸ γὰρ κέκρι
κα παραχειμάσαι ἐν νικο
πόλει, τεκμήριον ἦν τοῦ
μηδέπω ἐν δεσμοῖς εἶναι·
ἐκεῖ δὲ συνεχὼς ἑαυτὸν δέ
σμιον καλεῖ· τί οὖν φη· παῦ
λος δοῦλος θῦ· ἀπόστολος δὲ
ἰῦ χῦ, κατὰ πίστιν ἐκλεκτῶν
θῦ· ὁρᾶς πῶς ἀδιαφόρως
αὐτὰ τίθησι· ποτὲ μὲν ἑαυ
τὸν τοῦ θῦ δοῦλον λέγων· τοῦ
δὲ χῦ ἀπόστολον· ποτὲ δὲ τοῦ
χῦ δοῦλον; παῦλος δοῦλος
ἰῦ χῦ· οὕτως οὐδεμίαν οἶδε
διαφορὰν μεταξὺ πρ̅ς ς` υῦ·
κατὰ πίστιν ἐκλεκτῶν θῦ
καὶ ἐπίγνωσιν ἀληθείας
τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλ


πίδι ζωῆς αἰωνίου κατὰ
πίστιν ἐκλεκτῶν θῦ· ὅτι
ἐπίστευσας, ἢ ὅτι ἐπιστεύ
θης· οἶμαι αὐτὸν λέγειν 
ὅτι ἐπιστεύθην τοὺς ἐκλε
κτοὺς τοῦ θῦ· τοῦτέστιν, οὐ
κ ἀπὸ κατορθωμάτων· οὐ
δὲ ἀπὸ πόνων ς` ἱδρώτων
τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ
τὸ πᾶν τῆς τοῦ πιστεύσαν
τος εὐεργεσίας ἐγένετο· εἶ
τα ἵνα μὴ ἄλογος ἡ χάρις
γένηται· οὔτε γὰρ τὸ πᾶν 
αὑτοῦ· ἐπεὶ δια τί μὴ καὶ
ἐτέροις ἐνεπίστευσεν δια
τοῦτο ἐπήγαγε· καὶ ἐπίγνω
σιν ἀληθείας τῆς κατ' εὐ
σέβειαν· ἀπὸ ταύτης ἐπι
στεύθην· μᾶλλον δὲ καὶ τὸ
ἐπιστεύθην έκ τῆς αὐτοῦ
χάριτος· καὶ γὰρ καὶ τού
του αὐτὸς αἴτιος· δια τοῦ
το γὰρ καὶ αὐτὸς ὁ χ̅ς φη· οὐχ ὑ
μεῖς με ἐξελέξασθε. ἀλλ' ἐγὼ
ὑμᾶς ἐξελεξάμην· καὶ
πάλιν αὐτὸς οὗτος ὁ μακά
ριος ἑτέρωθι γράφων φη·
ἐπιγνώσομαι καθὼς καὶ
ἐπεγνώσθην ς` πάλιν· εἰ 


382


καταλάβω ἔφ ὧ ς` κατελή
φθην ὑπὸ τοῦ χῦ ἰῦ· πρότε
ρον κατελήφθημεν, καὶ
ὕστερον ἐπέγνωμεν· καὶ
πρότερον ἐπεγνώσθημεν.
καὶ τότε κατελάβομεν·
πρότερον ἐκλήθημεν. ς`
τότε ὑπηκούσαμεν· τῶ
δὲ κατὰ πίστιν εἰπεῖν, τὸ πᾶν
ἐκείνοις λογίζεται· ὅτι δι'
ἐκείνους εἰμὶ ἀπόστολος·
οὐχ ὡς ἄξιος. ἀλλὰ διὰ
τοὺς ἐκλεκτοὺς· ὅπερ ς`
ἀλλαχοῦ λέγει· πάντα γὰρ
ὑμῶν ἐστιν εἴτε παῦλος εἴ
τε άπολλώς· καὶ έπίγνω
σιν φη ἀληθείας τῆς κα
τ' εὐσέβειαν· ἔστι γὰρ ἀλήθεια
πραγμάτων. ἀλλ' οὐ κατ' εὐ
σέβειαν· οἷον τὸ εἰδέναι τὰ
γεωργικά· τὸ εἰδέναι τέ
χνας, ἀληθῶς ἐστιν εἰδέ
ναι· ἀλλ' αὕτη κατ' εὐσέβει
αν ἡ ἀλήθεια· ἢ τὸ κατα
πίστιν· ὅτι ἐπίστευσαν κα
θάπερ οἱ λοιποὶ ἐκλεκτοὶ
καὶ ἐπέγνωσαν τὴν ἀλή
θειαν· ἀπὸ πίστεως ἄρα
ἡ έπίγνωσις, οὐκ ἀπὸ λογι


σμῶν· ἐπ' ἐλπίδι ζωῆς αἰ
ωνίου· εἶπεν τὴν παροῦσαν
τὴν ἐν τῆ χάριτι τοῦ θῦ, λέ
γει καὶ τὴν μέλλουσαν· καὶ
ἔπαθλα τίθησιν ἡμῖν,
ὑπὲρ ὧν ἡμᾶς εὐεργέτησεν·
ἐπειδὴ ἐπιστεύσαμεν ς` ἀ
πηλλάγημεν τῆς πλάνης,
στεφανοῦν ἡμᾶς βούλεται·
ὅρα πῶς γέμει τὸ προοίμι
ον τῶν εὐεργεσιῶν τοῦ θῦ· ς`
ὅλη δι' ὅλης ἡ ἐπιστολὴ αὕτη
μάλιστα τοιαύτη τυγχάνει· ς`
αὐτὸν τὸν ἅγιον ἐκεῖνον δια
νιστῶσα μᾶλλον πρὸς τοὺς
πόνους καὶ τοὺς μαθητευο
μένους· οὐδὲν γὰρ οὕτως ἡ
μᾶς ὠφελεῖ, ὡς τὸ συνεχῶς
μεμνῆσθαι τῶν εὐεργεσιῶ-
τοῦ θῦ ς` τῶν κοινῆ ς` τῶν ἰ
δία· εἰ γὰρ φίλου εὐεργεσί
ας ἀνενεγκόντες· ἢ ῥῆμα
προσηνές ἀκούσαντες· ἢ
πρᾶγμα διαθερμαινόμεθα,
πολλῶ μᾶλλον ὅταν ἴδω
μεν πόσοις κινδύνοις πε
ριεπέσομεν ς` ἀπὸ πάντων
ἡμᾶς ἐξείλετο ὁ θ̅σ, προθυ
μότεροι περὶ τὴν ὑπακο


382v


ὴν ἐσόμεθα· καὶ ἐπίγνω
σιν φη ἀληθείας· ἀλήθειαν
δὲ ἐνταῦθα, πρὸς τὸν τύ
πον φη· καὶ γὰρ καὶ ἐκείνη
ἐπίγνωσις ἦν· καὶ εὐσέβεια
ἦν, ἀλλ' οὐκ ἀληθείας· οὐ
μὴν οὐδὲ ψεύδους· ἀλλὰ τύ
πων καὶ εἰκόνος· ἐπ' ἐλπί
δι ζωῆς αἰωνίου· ἐκείνη
ἐπ' έλπίδι ζωῆς τῆς πα
ρούσης· ὁ γὰρ ποιήσας αὐ
τά φη, ζήσεται ἐν αὐτοῖς·
ὁρᾶς πῶς ἐκ προοιμίων ἤ
δη δείκνυται τῆς χάριτος
τὸ μέσον· ἐκεῖνοι οὐκ ἐκλε
κτοὶ, ἀλλ' ἡμεῖς· εἰ γὰρ καὶ
αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ,
ἀλλ' οὐκέτι· ἥν ἐπηγγείλατό
φησιν ὁ ἀψευδὴς θ̅σ, πρὸ
χρόνων αἰωνίων· τοῦτέστιν
οὐ νῦν ἐκ μετανοίας. ἀλλ' ἄ
νωθεν ταῦτα προώριστο
πολλαχοῦ τοῦτο τίθησιν·
ὡς ὅταν λέγη· ἀφωρισμένος
εἰς τὸ εὐαγγέλιον τοῦ θῦ· ς` πά
λιν οὓς προέγνω καὶ προώ
ρισε· δεικνὺς τὴν εὐγένει
αν τὴν ἡμετέραν· ὅτι ἡ
μᾶς οὐ νῦν, ἀλλ' ἄνωθεν ἠ


γάπησεν· ού μικρὸν δὲ
τοῦτο τὸ ἄνωθεν ἠγα
πῆσθαι καὶ ἐξ ἀρχῆς· ἣν
ἐπηγγείλατό φη ὁ ἀψευδὴς
θ̅σ· εἰ ἀψευδὴς, πάντως
ἔσται ὅ ἐπηγγείλατο· εἰ ἀ
ψευδὴς, οὐ δεῖ ἀμφιβάλλειν
κἂν μετὰ θάνατον ἦ· ἣν
ἐπηγγείλατό φη ὁ ἀψευδὴς
θ̅σ προχρόνων αἰωνίω~·
καὶ ἀπὸ τοῦ πρὸ χρόνων αἰω
νίων, τὸ ἀξιόπιστον δεί
κνυσιν· οὐκ ἐπειδὴ ἰουδαῖ
οί φη οὐ προσήλθον νῦν δια
τούτο ταυτα· ἀλλ' οὕτως
ἄνωθεν ἐτετύπωτο· ἄκου
ε γὰρ τί φη· ἐφανέρωσε
δὲ καιροῖς ἰδίοις· τί οὖν
ἡ ἀναβολή· κηδεμονίας
χάριν καὶ τοῦ εὐκαίρως
ποιῆσαι· καιρός φη ὁ προ
φήτης τοῦ ποιῆσαι τῶ
κ̅ω· τὸ γὰρ ἰδίοις, τοῦτέ
στι τοῖς προσήκουσι· τοῖς
ὀφείλομένοις· τοῖς ἁρ
μόζουσιν· ἐφανέρωσέ φη
καιροῖς ἰδίοις τὸν λόγον
αὑτοῦ ἐν κηρύγματι ὅ ἐπι
στεύθην ἑγώ· τοῦτέστι τὸ


383


κήρυγμα· τοῦτο γὰρ τὰ πάν
τα εἷχε τὸ εὐαγγέλιον· ς`
τὰ ἐνταῦθα. καὶ τὰ μέλ
λοντα· τὴν ζωήν· τὴν
εὐσέβειαν· τὴν πίστιν·
πάντα ὁμοῦ· ἐν κηρύ
γματι· τουτέστι φανερῶς·
μετὰ παρῥησίας· τοῦτο
γάρ ἐστι τὸ ἐν κηρύγματι·
ὥσπερ γὰρ ὁ κήρυξ πάντω~
παρόντων ἐν τῶ θεά
τρω κηρύττει, οὕτως καὶ
ἡμεῖς κηρύττομεν· ὥστε
μηδὲν προσθεῖναι, ἀλλ' αὐτὰ
ἅ ἠκούσαμεν εἰπεῖν· ἡ
γὰρ τοῦ κήρυκος ἀρετὴ, ἐν
τῶ πᾶσιν εἰπεῖν ἐστι τὸ γε
γονὸς, οὐκ έν τῶ προσθεῖ
ναί τινα καὶ ἀφελεῖν· εἰ
τοίνυν κηρύττειν δεῖ, μετὰ
παρρησίας κηρύττειν δεῖ·
ἐπεὶ οὐδὲ κηρύττειν ἐστι· δια
τοῦτό φη οὐκ εἶπεν ὁ χ̅ς εἴπα
τε ἐπὶ τῶν δωμάτων· ἀλ
λὰ κηρύξατε ἐπὶ τῶν δω
μάτων· καὶ ἀπὸ τοῦ τόπου
καὶ ἀπὸ τοῦ τρόπου, τὸ γε
γονὸς παριστῶν· ὅ ἐπι
στεύθην ἐγὼ κατ' ἐπιταγὴν


τοῦ σρ̅ς ἡμῶν θῦ· καὶ τὸ
ἐπιστεύθην· καὶ τὸ κατ' ἐ
πιταγὴν, τὸ ἀξιόπιστον
δείκνυσιν· ὥστε μηδένα
ἀνάξιον παθεῖν· μὴ δὲ
ἀκκίζεσθαι μὴ δὲ δυσχε
ραίνειν· εἰ τοίνυν ἐπιταγή
ἐστιν, οὐκ εἰμὶ κύριος· ἐπί
ταγμα γὰρ πληρῶ· τῶν γὰρ
πρακτέων· τὰ μὲν ἐφ' ἡ 
μῖν κεῖται. τὰ δὲ οὐκ ἐφ' ἡ 
μῖν·⚓
⚓ ἅ μὲν ἐπιττάτων
λέγει ταῦτα οὐκ ἐφ' ἡμ/
ἅπερ δὲ ἐπιτρέπων,
ταῦτα ἐφ' ἡμῖν τυγχάνει·
οἷον τὸ ἐάν τις εἴπη τῶ ἀ
δελφῶ αὐτοῦ μωρὲ, ἔνοχος
ἔσται εἰς τὴν γένναν τοῦ 
πυρός· τοῦτο ἐπίταγμα·
πάλιν· ὅτ' ἂν προσφέρης
τὸ δῶρόν σου ἐπὶ τὸ θυσι
αστήριον καὶ γνῶς ὅτι ὁ
ἀδελφός σου ἔχει τί κατὰ σοῦ,
ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμ
προσθεν τοῦ θυσιαστηρίου
καὶ ἀπελθὼν. διαλλάγηθι
τῶ ἀδελφῶ σου. καὶ τότε
ἐλθὼν πρόσφερε τὸ δῶ
ρόν σου καὶ τοῦτο ἐπίτα
γμα· ς` τὸν μὴ ποιήσαντα.
ἀνάγκη ὑπεύθυνον εἶναι κο


383v


λάσει· ὅτ' ἂν δὲ λέγη ἐὰν θέ
λης πώλησόν σου τὰ ὑ
πάρχοντα· καὶ πάλιν· 
ὁ δυνάμενος χωρεῖν χω
ρείτω. οὐκέτι ἐπίταγμά
ἐστι· τὸν γὰρ ἀκροατὴν
ποιεῖ κ̅ν τῶν λεχθέντων,
καὶ τὴν αἵρεσιν αὐτῶ δί
δωσι τῶν πρακτέων·
ταῦτα μὲν γὰρ καὶ ποιῆ
σαι καὶ μὴ ποιῆσαι. ἐφ' ἡ
μῖν· τὰ δὲ ἐπιτάγματα
οὐκ ἐφ ἡμῖν· ἀλλ' ἀνάγκη
ἢ ποιῆσαι, ἢ μὴ ποιή
σαντα κολασθῆναι· τοῦ
το οὖν φη καὶ ὅτ' ἂν λέγη 
ἀνάγκη γάρ μοι ἐπίκειται·
οὐαὶ γάρ μοι ἐστὶν, ἐὰν μὴ
εὐαγγελίσωμαι· σαφέστε
ρον δὲ ἐρῶ αὐτὸ. ἵνα πᾶσι
κατάδηλον γένηται· οἷον·
ὁ τὴν ἀρχὴν τῆς ἐκκλη
σίας ἐμπεπιστευμένος·
καὶ τῆ τῆς ἐπισκοπῆς ἀ
ξία τετιμημένος· ἀν μὴ 
διαγορεύη τῶ λαῶ τὰ πρα
κτέα, οὐκ ἀνεύθυνος έ
σται· ὁ μέντοι λαϊκὸς, οὐ
δεμίαν ἀνάγκην ἔχει τούτου·


τί οὖν φη ὁ παῦλος· ὅτι
κατ' ἐπιταγὴν τοῦ σρ̅ς ἡ
μῶν τοῦτο ποιῶ· καὶ ὅρα 
τὰ ἐπίθετα πῶς πρὸς ὃ
εἶπον ἁρμόζει· ἀνωτέ
ρω γὰρ εἰπὼν ὁ ἀψευδὴς
θ̅ς, ἐνταῦθά φη κατ' ἐ
πιταγὴν τοῦ σρ̅ς ἡμῶν θῦ·
εἰ τοίνυν σῆρ ἐστι· καὶ αὐ
τὸς ταῦτα ἐπέταξεν
ἀπὸ τοῦ βούλεσθαι σώζε
σθαι· οὐ τοίνυν φιλαρχί
ας τὸ πρᾶγμά ἐστι· πίστις
γάρ ἐστι καὶ ἐπιταγή ἐστι
ς` σρ̅ς θῦ τίτω γνησίω 
τέκνω· ἔστι γὰρ καὶ μὴ 
γνήσια εἶναι τέκνα ὡς
ἐκεῖνος περὶ οὗ φη· ἐάν
τις ἀδελφὸς ὀνομαζό
μενος· ἢ πόρνος· ἢ
πλεονέκτης· ἢ εἰδωλο
λάτρης· ἢ λοίδορος· ἢ
μέθυσος· τῶ τοιούτω
μὴ δὲ συνεσθίειν· ἰδοὺ 
καὶ τέκνον. καὶ οὐκ ἔστι
γνήσιον τέκνον· τέ
κνον μέν ἐστιν, ἐπειδὴ
ἄπαξ ἐδέξατο τὴν χάριν ς`
ἀνεγεννήθη· οὐ γνήσιον


384


δὲ, ἐπειδὴ ἀνάξιον τοῦ
πρ̅ς ἐστιν· ἐπειδὴ πρὸς ἕ 
τερον αὐτομολεῖ τύραννον·
ἐπὶ μὲν γὰρ τῶν φυσικὼν
παίδων· τὸ γνήσιον καὶ 
τὸ μὴ γνήσιον, ἀπὸ τῆς 
ὠδινούσης καὶ τοῦ σπείρον
τος ὁρίζεται· ἐνταῦθα
δὲ οὐχούτως. ἀλλ' ἀπὸ τῆς 
προαιρέσεως· ἔστι γὰρ γνή
σιον γενόμενον, μὴ εἶναι
γνήσιον· ἔστιν οὐκ ὄντα 
γνήσιον γενέσθαι γνήσιον· 
οὐ γὰρ ἀνάγκη φύσεως ταῦ
τα κατακέκλεισται, ἀλλ' ἐ
ξουσία προαιρέσεως· ὅ
θεν καὶ συνεχεῖς ἔχει τὰς 
μεταβολάς· ἦν ὀνήσιμος
τέκνον γνήσιον, ἀλλ' οὐκέ
τι γνήσιον ἦν· καὶ γὰρ ἄ
χρηστος ἐγένετο· ἀλλά πά
λιν ἐγένετο γνήσιον τέκνο~. 
ὡς καὶ αὐτὸν σπλάγχνα κα 
λεῖσθαι ἀποστολικά· τίτω
γνησίω τέκνω. κατὰ 
κοινὴν πίστιν· ἐπειδὴ
εἶπεν τέκνον. καὶ τὴν
τοῦ πρ̅ς αὐτοῦ ἔλαβε τά
ξιν· πῶς καὶ ταύτην τὴν


τιμὴν ἐλαττοῖ καὶ κατα
στέλλει ἄκουσον· κατὰ κοι
νὴν πίστιν ἐπήγαγε. τοῦτέ
στι κατὰ πίστιν. οὐδὲν ἔ
χω σου πλέον· κοινὴ γάρ ἐστι·
καὶ διὰ τῆς αὐτῆς ἐγώ τε
ἐτέχθην καὶ σύ· τέκνον
οὖν πόθεν αὐτὸν καλεῖς·
ἤτοι τὴν φιλοστοργίαν μό
νον δηλῶσαι θέλων, ἢ τὸ
πρότερον εἶναι ἐν τῶ κη
ρύγματι· ἢ τὸ δι' αὐτοῦ πε
φωτίσθαι· δια τοῦτο καὶ 
τέκνα καὶ ἀδελφοὺς κα
λεῖ, ἐπειδὴ ἀπὸ τῆς αὐτὴς 
πίστεως ἐτέχθησαν ἀδελ
φοί· ἐπειδὴ διὰ τῶν ἐκεί
νου χειρῶν, τέκνα· τὸ οὖν
κατὰ κοινὴν πίστιν, τὴν
ἀδελφότητα ἠνίξατο·
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ
θῦ πρ̅ς καὶ κῦ ἰῦ χῦ τοῦ σρ̅ς
ἡμῶν· ἐπειδὴ εἶπεν τέ
κνον, ἐπίγαγεν ἀπὸ θῦ πρ̅ς·
ὥστε ἀναστῆσαι αὐτοῦ τὴν 
διάνοιαν καὶ μαθεῖν τί
νος ἐστι τέκνον· ς` ὅτι οὐ τῶ
κοινὴν πίστιν εἰπεῖν μό
νον· ἀλλὰ τῶ ἐπαγαγεῖν πρ̅ς


384v


ἡμῶν. τὸ ὁμότιμον αὐτοῦ
δείκνυσιν· ὄρα δὲ πῶς ἃ
τοῖς μαθηταῖς καὶ τοῖς
πολλοῖς ἐπεύχεται ταῦτα
καῖ τῶ διδασκάλω· ὁμοί
ως γὰρ καὶ αὐτὸς δεῖται τῶ~
τοιούτων εὐχῶν· καὶ πολλῶ
μᾶλλον, ἢ ἐκεῖνοι· ὅσω καὶ
πλείονας ἔχθρας ἔχει· ὅσω
πλείονας ἀνάγκας τοῦ προσ 
κρούειν τῶ θεῶ· ὅσω γὰρ μέ
γα τὸ ἀξίωμα, τοσούτω
μείζους καὶ οἱ κίνδυνοι τῶ
τὴν ἱεροσύνην ἔχοντι·
ἀρκεῖ γὰρ καὶ ἕν κατόρθω
μα ἐπισκοπῆς ἀνενεγκεῖν
εἰς τὸν οὐ̅νὸν, καὶ ἕν ἀμάρτη
μα εἰς αὐτὴν ἐμβαλεῖν τὴν
γέενναν· ἵνα γὰρ τὰ ἄλλα
πάντα παρῶ τὰ καθ ἑ
κάστην ἡμέραν συμππίπτον
τα· ἀν τύχη ποτέ τινα· ἢ
διὰ φιλίαν· ὴ δι' ἄλλην τι
νὰ αἰτίαν ἀνάξιον εἰς ἐ
πισκοπὴν παραγαγεῖν· ς`
πόλεως ἐπιτρέψαι μεγά
λης ἀρχὴν· ὅρα πόσου πυ
ρὸς ἐαυτὸν καθίστησιν ἔ
νοχον· οὐ γὰρ τῶν ψυχῶν τῶ~


ἀπολλυμένων μᾶλλον. ἀ
πόλλυσι γὰρ αὐτὰς ἀνευ
λαβὴς ὢν. ἀλλὰ καὶ πάν
των τῶν ὑπ' ἐκείνου πρατ
τομένων αὐτὸς δώσει
τὰς εὐθύνας· ὁ γὰρ ἐν τά
ξει ἰδιώτου ὢν· ἀνευλα
βὴς, πολλῶ μᾶλλον ὅτ' ἂν
ἐπιλάβηται τῆς ἀρχῆς
ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ
μεῖναι τοιοῦτον, ἐπιλαβό
μενον τῆς ἀρχῆς· καὶ
γὰρ κενοδοξία τότε σφο
δρότερον ἐπιτίθεται· ς`
χρημάτων ἔρως· καὶ αὐ
θάδεια, τῆς ἀρχῆς τὴν
ἐξουσίαν παρεχούσης·
καὶ προσκρούσματα ς`
ὕβρεις· καὶ λοιδορίαι. ς`
μυρία ἔτερα· ἂν οὖν τις
ἀνευλαβὴς ἦι. μᾶλλον ἔ
σται ἀνευλαβέστερος τοι
οῦτος γενόμενος· ὅτ' ἂν
οὖν τοιοῦτον ἐπιστήση
ἄρχοντα. πάντων τῶ~
ἀμαρτανομένων ὑπ' ἐ
κείνου· καὶ δὴμων ὁλο
κλήρων ὑπεύθυνος ἔσται·
εἰ δὲ ὁ μίαν ψυχὴν σκαν


385


δαλίζων συμφέρει αὐτῶ ἵ
να μύλος ὀνικὸς κρεμα
σθῆ εἰς τὸν τράχηλον αὐτοῦ·
καὶ καταποντισθῆ ἐν τῶ 
πελάγει τῆς θαλάσσης· ὁ
τοσαύτας ψυχὰς σκανδα
λίζων· πόλεις ὁλοκλήρους
καὶ δήμους· καὶ μυρίας ψυ
χὰς· ἄνδρας· γυναῖκας·
παῖδας· πολίτας· γεωρ
γοὺς. τοὺς ἐν αὐτὴ τῆ πόλει·
τοὺς ἐν ἐτέραις ταῖς ὑπ' ἐ
κείνην τὴν πόλιν, τί ὑ
ποστήσεται· κἂν γὰρ τρι
πλασίονα ἑτέραν εἴπης, οὐ
δὲν ἐρεῖς· τοσαύτης ἔσται
ὑπεύθυνος κολάσεως ς`
τιμωρίας· ὥστε μάλιστα
οὕτος δεῖται τῆς χάριτος
τοῦ θῦ καὶ τῆς εἰρήνης· ἀν
γὰρ μὴ μετὰ ταύτης κυβερ
νᾶ τὸν λαὸν, πάντα οἴχεται
καὶ ἀπόλωλε. τῶν αὐχένω~
αὐτῶ οὐκ ὄντων· κἂν γὰρ
ἔμπειρος ἦ τῆς κυβερνη
τικῆς· ἀν μὴ τοὺς οἴακας
τούτους ἔχη· τὴν χάριν καὶ
τὴν εἰρήνην τὴν παρὰ
τοῦ θῦ, καταδύσει τὸ σκά


φος καὶ τοὺς ἐμπλέοντας·
ὅθεν ἐμοὶ θαυμάζειν ἔπει
σι τοὺς ἐφιεμένους ὄγκου
τοσούτου· ἄθλιε ἄν̅ε ς` τα
λαίπωρε· οὐχ ὁρᾶς τίνος
ἐφίεσται; κατὰ σαυτὸν ἂν
ἦς· καὶ ἀγνὼς καὶ ἄσημος·
κἂν μυρία ἁμάρτης, ἀλλὰ
μιᾶς ψυχῆς δώσεις λόγον· ς`
ταύτης εὐθύνας ὑφέξεις
μόνον· ὅτ' ἂν δὲ εἰς τὴν ἀρ
χὴν ταύτην ἀχθῆς, ἐννόη
σον ὅσων καὶ ἄλλων ὑπεύ
θυνος εἶ τιμωρίας: ἄκουε
γὰρ παύλου λέγοντος· πεί
θεσθε τοῖς ἡγουμένοις ὑ
μῶν καὶ ὑπείκετε. ὅτι αὐ
τοὶ ἀγρυπνούσιν ὑπὲρ τῶν
ψυχῶν ὑμῶν, ὡς λόγον ἀπο
δώσοντες· ἀλλὰ τιμῆς ἐ
φίεσαι καὶ ἀρχῆς; καὶ τίς
ἡ ἡδονὴ ταύτης τῆς τι
μῆς· οὐ γὰρ δὴ οὐδὲ τοῦτο
ὁρῶ· οὐ γάρ ἐστι δυνατὸν
ἄρχοντα εἶναι ἀληθῶς: πῶς;
ὅτι ἐν τῆ ἐξουσία κεῖται
τῶν ἀρχομένων τὸ ὑπα
κούειν· καὶ εἴ τις ἀκριβῶς
ἐξετάσειεν τὸ πρᾶγμα. οὐκ ἐπὶ


385v


ἀρχὴν ἔρχεται ὁ τοιοῦτος. ἀλ
λὰ μυρίοις δουλεύει δεσπότας·
ἐναντία καὶ ἐπιθυμοῦσι
καὶ λέγουσιν· ὅπερ γὰρ ἔγκω
μιάζει ἐκεῖνος, μέμφεται
ἕτερος· ὅπερ ψέγει οὗτος,
θαυμάζει ἄλλος· τίνος
οὖν ἀκοῦσαι χρή· τίνι πει
σθῆναι· οὐκ ἔνι· καὶ ὁ μὲν
ἀργυρώνητος· κἂν ἐναντία
ὁ δεσπότης τῶ δούλω προστά
ξη, καὶ δυσχεραίνει· σὺ δὲ
ἀν τοσούτων δεσποτῶν ἐ
ναντία ἐπιταττόντων ἀλ
γήσης, καὶ τούτου δίδως
δίκην· τὰ πάντων ἐπὶ σὲ
στόματα ἀνοίγων· τοῦτο οὖν
εἰπέ μοι τιμή; τοῦτο ἀρχή;
τοῦτο ἐξουσία; εἶπεν ὁ τὴν
ἐπισκοπὴν ἔχων εἰσενε
γκεῖν χρήματα ἀν μὴ θέλη
οὐ μόνον οὐκ εἰσήνεγκεν, ἀλ
λὰ καὶ ὑπὲρ τοῦ μὴ δόξαι ῥα
θυμίας ἕνεκεν τοῦτο ποι
εῖν κατηγορεῖ τοῦ κελεύσαν
τος· κλέπτει φη· ἁρπάζει· κα
ταπίνει τὰ τῶν πενήτων· 
κατεσθίει τὰ τῶν πτωχῶν·
παῦσαι λοιδορῶν· μέχρι


τίνος ταῦτα φὴς· οὐ βού
λει εἰσενεγκεῖν; οὐδεὶς ὁ κα
ταναγκάζων· οὐδεὶς ὁ βι
αζόμενος· τί καὶ λοιδορεῖ
τῶ παραινοῦντι καὶ συμ
βουλεύοντι· ἀλλ' εἰς χρείάν τις
κατέστη καὶ οὐκ ὤρεξε χεῖ
ρα μὴ δυνηθεὶς· ἢ καὶ ἑτέ
ρωθι ἀσχοληθεὶς; οὐδεμία
συγγνώμη· ἀλλὰ πάλιν κα
τηγορίαι χείρους τῶν προ
τέρων· τοῦτο οὖν ἀρχή; ς`
ἀμύνασθαι οὐκἔχει· σπλά
γχνα γάρ ἐστιν ἴδια· καὶ ὤσ
περ τὸ σπλάγχνον κἂν οἰ
δαίνη· κἂν πόνον παρέ
χη καὶ τῆ κεφαλῆ καὶ τῶ
λοιπῶ σώματι· οὐ τολμῶ
μεν ἀμύνασθαι· οὐδὲ λα
βόντες ξίφος διαρρηγνύ
ομεν, οὕτως κἂν τῶν ἀρ
χομένων τις τοιοῦτος ἦι·
πόνους ἡμῖν παρέχων ς`
ἀθυμίας ἐκ τῶν κατηγο
ριῶν τούτων. οὐ τολμῶμεν
ἀμύνασθαι· πόρρω γὰρ
ταῦτα 
ΓΡ πνικὴς
πατρικῆς διανοί
ας· ἀλλ' ἀνάγκη φέρειν τὸν
πόνον. ἕως ἂν ἐκεῖνος


386


ὑγιαίνει καλῶς· ὁ ἀργυρώ
νητος οἰκέτης. ἔχει τι ἔργον
ἐπιτεταγμένον· κἂν τοῦτο
ἀνύση. λοιπὸν ἑαυτοῦ κύ
ριος γίνεται· οὗτος δὲ παν
ταχοῦ περιέλκεται· πολ
λὰ καὶ τῶν ὑπὲρ δύνα
μιν ἀπαιτεῖται· ἀν μὴ εἰ
δῆ λέγειν.x 
x πολὺς
ὁ γογγυ
σμός·
ἂν εἰδῇ
λέγειν
πάλιν κατηγορί
αι· κενόδοξός ἐστιν· ἀν μὴ
νεκροὺς ἀνιστᾶι: οὐδενὸς 
λόγου ἄξιός φη· ὁ δεῖνα εὐλα
βής ἐστιν. οὗτος δὲ οὔ· ἀν ἀ
πολαύη συμμέτρου τροφῆς.
πάλιν κατηγορίαι· ἔδει αὐ
τὸν ἀπηγχονίσθαι φη· ἀν
λουόμενον ἴδη τις. πολ
λαὶ κατηγορίαι· ὅλως
τὸν ἥλιον ὁρᾶν ὀφείλει φη;
εἰ δὲ τὰ αὐτὰ πράττει ἅ
περ ἐγὼ· καὶ λούεται· καὶ ἐ
σθίει· καὶ πίνει· καὶ ἱμάτια
περιβέβληται· καὶ οἰκίας
φροντίζει καὶ οἰκετῶν, τί
νος ἕνεκεν ἐμοῦ προέστη
κεν· ἀλλὰ καὶ οἰκέτας ἔχει
φησὶ τοὺς διακονουμένους
αὐτῶ· καὶ ἐπὶ ὄνου ὀχεῖται.
τίνος ἕνεκεν ἐμοῦ προέ


στηκεν· ἀλλὰ τί εἰπέ μοι· οὐ
κ ὀφείλει τὸν διακονούμενον
ἔχειν· ἀλλ' αὐτὸς τὸ πῦρ ἀ
νακαίειν· καὶ ὑδροφορεῖν ς`
ξύλα διακλᾶν· καὶ εἰς ἀγορὰν
ἐμβάλλειν; καὶ ὅση τοῦτο αἰ
σχύνην γίνεται· καὶ οἱ μὲν ἅγιοι
ἐκεῖνοι ἄνδρες οἱ ἀπόστολοι.
τὸν τῶ λόγω προσκαρτε
ροῦνται. οὐδὲ διακονία
χειρῶν βούλονται προσανέ
χειν. ἀλλ' ἀνάξιον αὐτοῦ εἶνζ
τὸ πρᾶγμα νομίζουσι· σὺ δὲ
αὐτὸν καὶ εἰς τὴν τῶν οἰκε
τὼν ὑπηρεσίαν καθέλκεις
τῶν σῶν; διὰ τί ταῦτα ἐπι
τάτων οὐ παρέρχη σὺ ς`
ταῦτα πληροῖς εἰπέ μοι·
οὐχὶ μείζονά σοι διακονεῖ
ται ὑπηρεσίαν ἢ σὺ τὰ
σωματικά; διὰ τί μὴ τὸν 
παῖδαν πέμπεις τὸν σὸν
πρὸς τὴν τούτου ὑπηρε
σίαν· ὁ χ̅ς ἔνιψε τοὺς πόδας
τῶν μαθητῶν· σὺ θερα
πείαν ἀν παράσχης τῶ δι
δασκάλω· μέγα τί ποιεῖς;
ἀλλ' οὔτε σὺ βούλει παρα 
σχεῖν. ς` αὐτὸν κωλύεις· τί


386v


οὖν· ἀπὸ τοῦ οὐν̅οῦ ζῆν ὀφεί
λει; ἀλλ' οὐ βούλεται οὕτως ὁ θ̅ς·
τί οὖν· οἱ ἀπόστολοι φησὶν
ἐλευθέρους εἶχον δουλεύοντας;
βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς
οἱ ἀπόστολοι διῆγον; ἀποδη
μίας ἐποιοῦντο· καὶ ἄνδρες 
ἐλεύθεροι· καὶ γυναῖκες εὐ
γενεῖς· ὑπὲρ τῆς ἐκείνων 
ἀναπαύσεως· καὶ τὰς ψυ
χὰς καὶ τὰς κεφαλὰς ὑ
πετίθεσαν τὰς ἑαυτῶν· ἄ
κουε δὲ καὶ τοῦ μακαρίου
τούτου παραινοῦντος ς`
λέγοντος· τοὺς οὖν τοιούτους
ἐντίμους ἔχετε, ὅτι διὰ τὸ
ἔργον τοῦ θῦ μέχρι θανά
του ἤγγισε παραβουλευσά
μενος τῆ ψυχῆ. ἵνα ἀνα
πληρώση τὸ ὑμῶν ὑστέ
ρημα τῆς πρός με λειτουρ
γίας· ὁρᾶς τί φη; σὺ δὲ 
οὐδὲ λόγον προσίεσαι ὑπὲρ
τοῦ πρ̅ς τοῦ σοῦ. μήτι γε κίν
δυνον τοσῦτον ἀναδέχη
ἀλλὰ λούεσθαί φη οὐ χρή· διὰ
τί εἰπέ μοι· ποῦ τοῦτο κε
κώλυται· οὐ δὲ γὰρ ὁ ῥύπος 
καλόν· οὐδαμοῦ ταῦτα ὁ


ρῶμεν οὔτε ἐγκαλούμενα.
οὔτε θαυμαζόμενα· ἄλ
λα γάρ ἐστιν ἅπερ ἐπέταξε τὸν
ἐπίσκοπον ἔχειν· ἀνέγκλη
τον εἶναι· σώφρονα· κόσμι
ον· φιλόξενον· διδακτικόν· 
ταῦτα ἀπαιτεῖ ὁ άπόστολος·
τᾶυτα χρὴ ἐπιζητεῖν πα
ρὰ τοῦ ἄρχοντος· περαι
τέρω δὲ μηδέν· οὐκ εἶ τοῦ
παύλου ἀκριβέστερος· μᾶλ
λον δὲ οὐκ εἶ τοῦ πν̅ς ἀκρι
βέστερος· ἀν ἦι πλήκτης 
ἢ καὶ πάροινος· ἀν ὠμὸς
καὶ ἀνηλεὴς. κατηγόρει·
ἀνάξια ταῦτα τοῦ ἐπισκό
που· ἀν τρυφᾶ. καὶ τοῦτο
κατηγορία· ἀν δὲ θερα
πεύη τὸ σῶμα ἵνα σοι δια
κονῆ· ἀν ἐπιμελῆται ἵνα
σοι χρήσιμος ἦι· ὑπὲρ τού
των αὐτῶ ἐγκαλεῖσθαι δεῖ;
οὐκ οἶδας ὅτι ασθένεια σω
ματικὴ· τῆς κατὰ ψυχὴν
ἀσθενείας· οὐχ ἧττον καὶ
ἡμᾶς βλάπτει ς` τὴν ἐκ
κλησίαν; διατί διορθοῦται
αὐτὴν ὁ παῦλος· γράφων
τῶ τιμοθέω οἴνω ὀλίγω


387
387


χρῶ διὰ τὸν στόμαχόν σου ς`
τὰς πυκνάς σου ἀσθενείας·
εἰ μὲν γὰρ ψυχῆ μὸνη τὴν ἀ
ρετὴν κατωρθοῦμεν, οὐκ ἔ
δει φροντίζειν τοῦ σώμα
τος· τί δὲ ὅλως καὶ γεγό
ναμεν· εἰ δὲ πολλὴ τούτου
ἡ συντέλεια πῶς οὐκ ἐσχά
της ἐστὶν ἀνοίας ἀμελεῖν
τούτου· ἔστω γὰρ τις ἀνὴρ 
ἐπισκοπῆ τετιμημένος· ς`
τοῦ κοινοῦ τῆς ἐκκλησίας
τὴν προστασίαν ἐγκεχεί
ρισμένος· καὶ τὰ μὲν ἄλ
λα ἔστω ἐνάρετος ς` πάντα
ἔχων ἅπερ ἔχειν ἀρμότει
τὸν ἱερωμένον· διαπαν
τὸς δὲ τῆ κλίνη προσδε
δέσθω ὑπὸ πολλῆς ἀρρω
στίας· τί οὗτος ὀνῆσαι
δυνήσεται· ποίαν ἀποδη
μίαν στείλασθαι· ποίας 
ἐπισκέψεις ποιήσασθαι·
τίνι ἐπιπλῆξαι· τίνα
νουθετῆσαι· ταῦτα εἶπον
ἵνα εἰδῆτε μὴ ἁπλῶς
ἐγκαλεῖν· ἵνα εἰδῆτε μᾶλ
λον ἀποδέχεσθαι· ἵνα καὶ
εἴ τις ἐφίεται τῆς ἀρχῆς.


τὰς νιφάδας τῶν κατη
γοριῶν ὁρῶν, τὴν τοιαύτην
ἐπιθυμίας σβεννύη· μἐ
γας γὰρ ὄντως κίνδυνος·
ς` τῆς τοῦ θῦ δεόμενος χά
ριτος ς` τῆς εἰρήνης ἣν 
ἐπεύχεσθαι ἡμῖν εἶναι πολ
λὴν. καὶ ἡμεῖς ὑμῖν· ἵν' ἀμφό
τεροι κατορθώσαντες τὴν 
ἀρετὴν. οὕτω τύχωμεν τῶν
ἐπηγγελμένων ἀγαθῶν·
ἐν χῶ ἰῦ τῶ κῶ ἡμῶν· ὧι ἡ
δόξα εἰς τοὺς αἰῶνας ἀμήν :~