+ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΡΣ ΗΜΩΝ
ΙΩ ΑΡΧΕΠΙΣΚΟΠ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟ
ΤΟΥ ΧΡ ΕΡΜΗΝΕΙΑ ΕΙΣ Τ ΠΡΟ ΤΙΤΟΝ ΕΠΙΣΤΟ~·
ΠΑΥΛΟΣ ΔΟΥΛΟΣ ΘΥ· ΑΠΟΣΤΟΛΟΣ ΔΕ ΙΥ ΧΥ:-
Τῶν παύλω συνόντων δόκιμος
οὗτος ἦν σφόδρα· εἰ μη γὰρ ἦν δό
κιμος· οὐκ ἂν αὐτῶ τὴν νῆσον ὁλό
κληρον ἐπέτρεψεν· οὐκ ἂν τὰ ἐλ
λειφθέντα ἀναπληρῶσαι προσέ
ταξεν· ἵνα γάρ φη τὰ λείποντα
ἐπιδιορθώση· οὐκ ἂν τοσούτων
ἐπισκόπων κρίσιν ἐπέτρεψεν,
εἰ μὴ σφόδρα ἐθάρρει τ' ἀνδρί· φα
σὶ δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ το τέ
κνον αὐτὸν λέγειν· πλὴν ἀλλ' οὔπω
τοῦτο δῆλον ἀπὸ τούτου· οἶμαι
δὲ αὐτοῦ καὶ ἐν ταῖς πράξεσιν
εἶναι μνείαν· τάχα καὶ κορίνθιος
ἦν, εἰ μή τις ἕτερος ἦν ὁμώνυμος
αὐτῶ· καὶ ζηνᾶν μὲν καλεῖ πρὸς
ἑαυτὸν· και ἀπολλῶ πεμφθῆναι
βούλεται. τοῦτον δὲ οὔ· καὶ γὰρ ἐ
ναντίον τοῦ αὐτοκράτορος. μεί
ζονα τούτοις ἐμαρτύρει τὴν ἀνδρί
αν καὶ τὴν ἀρετήν· δοκοῦσι δέ μοι
χρόνοι εἶναι μέσοί τινες, καὶ ἐν ἀδεία
ὁ παῦλος ὤν γράφει ταῦτα· οὐδὲν
γὰρ περὶ πειρασμῶν φη· συνεχῶς
δὲ περιστρέφει τοῦ θῦ τὴν χάριν
καὶ ἄνω καὶ κάτω, ἰκανὴν οὖσαν
παράκλησιν τοῖς πεπιστευκόσι
πρὸς ἀρετήν· τὸ γὰρ μαθεῖν τί
νων μὲν ἦσαν ἄξιοι· πρὸς δὲ τί
μετέστησαν καὶ ταῦτα χάριτι ς`
τίνων ἠξίωνται, οὐ μικρὰ προ
τροπή· ἀποτείνεται δὲ καὶ πρὸς
ἰουδαίους· εἰ δὲ ὁλόκληρον τὸ ἔθνος
ὑβρίζει, μὴ θαυμάσης· καὶ ἐπι
γαλατῶν γὰρ αὐτὸ ποιεῖ λέγων·
ὦ ἀνόητοι γαλάται· οὐχ ὑβριστικοῦ


δὲ τοῦτο ἤθους, ἀλλ' ἐρωτικοῦ· εἰ
μὲν γὰρ τῶν αὐτοῦ ἕνεκεν ταῦτα
ἐποίει, εἰκότως τίς αὐτῶ ἐμέμ
ψατο· εἰ δὲ πεπυρωμένος καὶ ζέ
ων ὑπὸ τοῦ κηρύγματος, οὐχ ὑβριστι
κῶς αὐτὸ ἐποίει· καὶ ὁ χς δὲ μυρία
ἐλοιδορεῖτο τοῖς γραμματεῦσι ς`
φαρισαίοις· ἀλλ' οὐχι αὐτῶν ἔνεκεν,· 
ἀλλ' ὅτι τοὺς ἄλλους ἅπαντας ἀπώλ
λυον· βραχεῖαν δὲ ποιεῖ τὴν ἐπι
στολὴν εἰκότως· τοῦτο δὲ τῆς ἀρε
τῆς τοῦ τίτου τεκμήριον ἦν, τὸ μὴ
δεῖσθαι λόγων πολλῶν ἀλλ' ὥσπέρ τι
νος ὑπομνήσεως· αὕτη δέ μοι δο
κεῖ τῆς πρὸς τιμόθεον εἶναι προτέ
ρα ἡ ἐπιστολή· ἐκείνην μὲν γὰρ πρὸς
τῶ τέλει ὢν ἕγραφεν· ἐνταῦθα δὲ
ἄφετος ὢν καὶ λελυμένος· τὸ γὰρ κέ
κρικα παραχειμάσαι ἐν νικοπόλει,
τεκμήριον ἦν τοῦ μηδέπω ἐν δε
σμοῖς εἶναι· ἐκεῖ δὲ συνεχῶς ἑαυτὸν 
δέσμιον καλεῖ· τί οὖν φη· παῦλος
δοῦλος θῦ· ἀπόστολος δὲ ἰῦ χῦ κα
τὰ πίστιν ἐκλεκτῶν θῦ· ὁρᾶς
πῶς ἀδιαφόρως αὐτὰ τίθησι ποτὲ
μὲν ἑαυτὸν τοῦ θῦ δοῦλον λέγων τοῦ
δὲ χῦ ἀπόστολον, ποτὲ δὲ τοῦ χῦ
δοῦλον· παῦλος δοῦλος ἰῦ χῦ· οὕτως
οὐδεμίαν οἶδε διαφορὰν μεταξὺ πρς
καὶ ὑιοῦ· κατὰ πίστιν ἐκλεκτῶν
θῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κα
τ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰω
νίου· κατὰ πίστιν ἐκλεκτῶν θῦ·
ἀντὶ τοῦ ὅτι ἐπίστευσας ἢ ὅτι ἐπιστεύ
θης· οἶμαι αὐτὸν λέγειν καὶ ὅτι, αὐ
τὸς ἐπιστεύθη τοὺς ἐκλεκτοὺς τοῦ θῦ·
τοῦτέστιν, οὐκ ἀπὸ κατορθωμάτων· 
οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ
ἀξίωμα ἔλαβον. ἀλλὰ τὸ πᾶν
τῆς τοῦ πιστεύσαντος εὐεργεσίας
ἐγένετο· εἶτα ἵνα μὴ ἄλογος ἡ χά
ρις νομισθῆ, οὔτε γὰρ τὸ πᾶν αὑτοῦ·
ἐπεὶ δια τί μὴ καὶ ἐτέροις ἐνεπί


στευσε, δια τοῦτο ἐπήγαγε τὸ καὶ ἐπί
γνωσιν ἀληθείας τῆς κατ' εὐσέβει
αν· ἀπὸ ταύτης φη ἐπιστεύθην·
μᾶλλον δὲ καὶ τὸ ἐπιστεύθην έκ τῆς
αὐτοῦ χάριτος· δια τοῦτο καὶ αὐ
τὸς ὁ χς λέγει· οὐχ ὑμεῖς με ἐξελέξα
σθε. ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· καὶ
πάλιν αὐτὸς οὗτος ὁ μακάριος ἑτέρωθι
γράφων φη· ἐπιγνώσομαι καθὼς
καὶ ἐπεγνώσθην· καὶ πάλιν· εἰ κα
ταλάβω ἔφ ὃ καὶ κατελήφθην
ὑπὸ τοῦ χῦ ἰῦ· πρότερον κατελή
φθημεν, καὶ τότε κατελάβομεν:
πρότερον ἐκλήθημεν, καὶ τότε
ὑπηκούσαμεν· τῶ δὲ κατὰ πί
στιν εἰπεῖν, τὸ πᾶν ἐκείνοις λογίζεται·
ὅτι δι' ἐκείνους εἰμὶ ἀπόστολος· οὐ
χ' ὡς ἄξιος· ἀλλὰ διὰ τοὺς ἐκλε
κτοὺς· ὅπερ καὶ ἀλλαχοῦ λέγει·
πάντα γὰρ ὑμῶν ἐστιν εἴτε παῦ
λος εἴτε άπολλώς· καὶ έπίγνω
σίν φη ἀληθείας τῆς κατ' εὐσέβειαν·
ἔστι γὰρ καὶ ἀλήθεια πραγμάτων, ἀλ
λ' οὐ κατ' εὐσέβειαν· οἷον τὸ εἰδέναι
τὰ γεωργικὰ· τὸ εἰδέναι τέχνας·
ἀληθῶς ἐστιν εἰδέναι· ἀλλ' αὕτη κα
τ' εὐσέβειαν ἡ ἀλήθεια· ἢ τὸ κατὰ
πίστιν· ὅτι ἐπίστευσαν καθάπερ
οἱ λοιποὶ ἐκλεκτοὶ. καὶ ἐπέγνωσαν
τὴν ἀλήθειαν· ἀπὸ πίστεως ἄρα
ἡ έπίγνωσις, οὐκ ἀπὸ λογισμῶν·
ἐπ' ἐλπίδι ζωῆς αἰωνίου· εἶπεν
τὴν παροῦσαν τὴν ἐν τῆ χάριτι τοῦ
θῦ, λέγει καὶ τὴν μέλλουσαν· καὶ
ἔπαθλα τίθησιν ἡμῖν, ὑπὲρ ὧν
ἡμᾶς εὐεργέτησεν· ἐπεὶ γὰρ ἐπι
στεύσαμεν καὶ ἀπηλλάγημεν τῆς
πλάνης, στεφανοῦν ἡμᾶς βού
λεται· ὅρα πῶς γέμει τὸ προοί
μιον τῶν εὐεργεσιῶν τοῦ θῦ· καὶ
ὅλη δι' ὅλης ἡ ἐπιστολὴ αὕτη μάλι
στα τοιαύτη τυγχάνει· καὶ αὐτὸν
τὸν ἅγιον ἐκεῖνον διανιστῶσα μᾶλλον


135


πρὸς τοὺς πόνους καὶ τοὺς μαθητευ
ομένους· οὐδὲν γὰρ οὕτως ὠφελεῖ,
ὡς τὸ συνεχῶς μεμνῆσθαι τῶν εὐερ
γεσιῶν τοῦ θῦ· καὶ τῶν κοινῆ καὶ τῶν
ἰδία: εἰ γὰρ φίλου εὐεργεσίας ἀνενεγκόν
τες· ἢ ῥῆμα προσηνές ἀκούσαντες·
ἢ πρᾶγμα θερμαινόμεθα, πολλῶ
μᾶλλον ὅταν ἴδωμεν πόσοις κινδύ
νοις περιεπέσομεν καὶ ἀπὸ πάν
των ἡμᾶς ἐξείλετο ὁ θς, προθυμό
τεροι περὶ τὴν ὑπακοὴν ἐσόμεθα·
καὶ ἐπίγνωσιν φη ἀληθείας· ἀλή
θειαν δὲ ἐνταῦθα, πρὸς τὸν τύ
πον οὕτως εἶπεν· καὶ γὰρ καὶ ἐκεί
νη ἐπίγνωσις ἦν· καὶ εὐσέβεια ἦν·
ἀλλ' οὐκ ἀληθείας· οὐ μὴν οὐδὲ ψεύ
δους· ἀλλὰ τύπων καὶ εἰκόνος·
καὶ ὡς εἶπεν ἐπ' ἐλπίδι ζωῆς αἰω
νίου· ὅτι ἐκείνη ἐπ' έλπίδι ἦν ζωῆς
τῆς παρούσης· ὁ γὰρ ποιήσας αὐ
τά φη, ζήσεται ἐν αὐτοῖς· ὁρᾶς
πῶς ἐκ προοιμίων ἤδη δείκνυται
τῆς χάριτος τὸ μέσον; ἐκεῖνοι οὐ
κ ἐκλεκτοὶ, ἀλλ' ἡμεῖς· εἰ γὰρ καὶ
αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ. ἀλλ' οὐκέτι·
ἥν ἐπηγγείλατό ὁ ἀψευδὴς θς, προ
χρόνων αἰωνίων· τοῦτέστιν· οὐ
νῦν ἐκ μετανοίας ἀλλ' ἄνωθεν ταῦτα
προώριστο· πολλαχοῦ τοῦτο τίθη
σιν· ὡς ὅταν λέγη· ἀφωρισμένος
εἰς τὸ εὐαγγέλιον τοῦ θῦ· καὶ πάλιν·
οὓς προέγνω καὶ προώρισε· δεικνὺς
τὴν εὐγένειαν τὴν ἡμετέραν· ὅτι
ἡμᾶς οὐ νῦν ἀλλ' ἄνωθεν ἠγάπη
σεν· ού μικρὸν δὲ τοῦτο τὸ ἄνωθεν
ἠγαπῆσθαι καὶ ἐξ ἀρχῆς· ἣν ἐπηγ
γείλατό φη ὁ ἀψευδὴς θς· εἰ ἀψευ
δὴς, πάντως ἔσται ὅ ἐπηγγείλατο·
εἰ ἀψευδὴς, οὐ δεῖ ἀμφιβάλλειν κἂν
μετὰ θάνατον ἦ· ἣν ἐπηγγείλα
τό φη ὁ ἀψευδὴς θς προ χρόνων
αἰωνίων· καὶ ἀπὸ τοῦ εἰπεῖν πρὸ
χρόνων αἰωνίων, τὸ ἀξιόπιστον


δείκνυσιν· οὐκ ἐπειδὴ ἰουδαῖοί φη
οὐ προσῆλθον νῦν, δια τούτο ταῦ
τα· ἀλλ' οὕτως ἄνωθεν ἐτετύπωτο·
ὃ καὶ δηλῶν ἐπάγει· ἐφανέρωσε
δὲ καιροῖς ἰδίοις· τι οὖν ἡ ἀναβο
λή· κηδεμονίας χάριν καὶ τοῦ
εὐκαίρως ποιῆσαι· καιρός φησιν
ὁ προφήτης τοῦ ποιῆσαι τῶ κῶ·
τὸ γὰρ ἰδίοις, τοῦτό ἐστι· τοῖς προ
σήκουσι· τοῖς ὀφείλομένοις·
τοῖς ἁρμόζουσιν· ἐφανέρωσέ
φη καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ
ἐν κηρύγματι ὅ ἐπιστεύθην ἑγώ·
τουτέστι τὸ κήρυγμα· τοῦτο γὰρ τὰ
πάντα εἶχε τὸ εὐαγγέλιον· καὶ τὰ
ἐνταῦθα καὶ τὰ μέλλοντα·
τὴν ζωήν· τὴν εὐσέβειαν· τὴν
πίστιν· πάντα ὁμοῦ· ἐν κηρύ
γματι· τουτέστι φανερῶς· μετὰ
παρρησίας· τοῦτο γάρ ἐστι τὸ ἐν
κηρύγματι· ὥσπερ τὸ ὁ κήρυξ πάν
των παρόντων ἐν τῶ θεάτρω
κηρύττει, οὕτω καὶ ἡμεῖς· κηρύτ
τομεν. ὥστε μηδὲν προσθεῖναι·
ἀλλ' αὐτὰ ἅ ἠκούσαμεν εἰπεῖν·
ἡ γὰρ τοῦ κήρυκος ἀρετὴ, ἐν τῶ
πᾶσιν εἰπεῖν ἐστι τὸ γεγονὸς· οὐ
κ έν τῶ προσθεῖναί τινα καὶ ἀ
φελεῖν· εἰ τοίνυν κηρύττειν δεῖ,
μετὰ παρρησίας κηρύττειν δεῖ· ἐπεὶ
οὐδὲ κηρύττειν ἐστι· δια τοῦτό
οὐδὲ εἶπεν ὁ χς εἴπατε ἐπὶ τῶν
δωμάτων. ἀλλὰ κηρύξατε ἐ
πὶ τῶν δωμάτων· καὶ ἀπὸ τοῦ
τόπου καὶ ἀπὸ τοῦ τρόπου·
τὸ γεγονὸς παριστῶν· ὅ ἐπιστεύ
θην ἐγὼ κατ' ἐπιταγὴν τοῦ σρς
ἡμῶν θῦ· καὶ τὸ ἐπιστεύθην καὶ
τὸ κατ' ἐπιταγὴν, τὸ ἀξιόπι
στον δείκνυσιν· ὥστε μηδένα
ἀνάξιον παθεῖν· μηδὲ ἀκκί
ζεσθαι μηδὲ δυσχεραίνειν· εἰ
τοίνυν ἐπιταγή ἐστιν, οὐκ εἰμὶ


κύριος· ἐπίταγμα γὰρ πληρῶ·
τῶν γὰρ πρακτέων τὰ μὲν ἐ
φ' ἡμῖν κεῖται, τὰ δὲ οὐκ ἐφ' ἡμῖν·
ἃ μὲν γὰρ ἐπιτάττων λέγει, ταῦ
τα οὐκ ἐφ' ἡμῖν· ἅπερ δὲ ἐπιτρέ
πων, ταῦτα ἐφ' ἡμῖν τυγχάνει·
οἷον τὸ ἐάν τις εἴπη τῶ ἀδελφῶ
αὐτοῦ μωρὲ ἔνοχος ἔσται εἰς τὴν
γέενναν τοῦ πυρός, τοῦτο ἐπί
ταγμα· καὶ τὸ ὅταν προσφέρης
τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον
καὶ γνῶς ὅτι ὁ ἀδελφός σου ἔχη
τί κατὰ σοῦ. ἄφες ἐκεῖ τὸ δῶρόν
σου ἔμπροσθεν τοῦ θυσιαστηρίου·. 
καὶ ἀπελθὼν διαλλάγηθι τῶ ἀ
δελφῶ σου· καὶ τότε ἐλθὼν
πρόσφερε τὸ δῶρον σου, καὶ τοῦ
το ἐπίταγμα· καὶ τὸ τὸν μὴ ποι
ήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι
κολάσει· ὅταν δὲ λέγη ἐὰν θέλης
πώλησόν σου τὰ ὑπάρχον
τα· καὶ πάλιν· ὁ δυνάμενος
χωρεῖν χωρείτω, οὐκ ἔτι ἐπίτα
γμά ἐστι· τὸν γὰρ ἀκροατὴν
ποιεῖ κν τῶν λεχθέντων. ς` τὴν
αἵρεσιν αὐτῶ δίδωσι τῶν πρα
κτέων· ταῦτα μὲν γὰρ καὶ
ποιῆσαι καὶ μὴ ποιῆσαι, ἐφ' ἡμῖν·
τὰ δὲ ἐπιτάγματα, οὐκ ἐφ ἡ
μῖν· ἀλλ' ἀνάγκη ἢ ποιῆσαι, ἢ μὴ
ποιήσαντα κολασθῆναι· τοῦτο
οὖν φη καὶ ὅταν λέγη ἀνάγκη γάρ
μοι ἐπίκειται· οὐαὶ γάρ μοι ἐστὶν
ἐὰν μὴ εὐαγγελίζωμαι· σαφέστε
στερον δὲ ἐρῶ αὐτὸ· ἵνα πᾶσι κα
τάδηλον γένηται· οἷον· ὁ τὴν
ἀρχὴν τῆς ἐκκλησίας ἐμπε
πιστευμένος καὶ τῆ τῆς ἐπισκο
πῆς ἀξία τετιμημένος· ἂν μὴ
διαγορεύη τῶ λαῶ τὰ πρακτέα,
οὐκ ἀνεύθυνος ἔσται· ὁ μέντοι λαϊ
κὸς, οὐδὲ μίαν ἀνάγκην ἔχει τού
του· δια τοῦτο φη ς` ὁ παῦλος·


ὅτι κατ' ἐπιταγὴν τοῦ σρς ἡμῶν
τοῦτο ποιῶ· καὶ ὅρα τὰ ἐπίθετα
πῶς πρὸς ὃ εἶπον ἁρμόζει· ἀνω
τέρω γὰρ εἰπὼν ὁ ἀψευδὴς θς, ἐν
ταῦθά φη κατ' ἐπιταγὴν τοῦ σρς
ἡμῶν θῦ· εἰ τοίνυν σῆρ ἐστι· καὶ αὐ
τὸς ταῦτα ἐπέταξεν, ἀπὸ τοῦ
βούλεσθαι σώζεσθαι· οὐ τοίνυν
φιλαρχίας τὸ πρᾶγμά ἐστι· πί
στις γάρ ἐστι· καὶ ἐπιταγή ἐστι· καὶ
σρς θῦ· τίτω γνησίω τέκνω·
ἔστι γὰρ καὶ μὴ γνήσια εἶναι τέκνα.
ὡς ἐκεῖνος περὶ οὗ φη· ἐάν τις
ἀδελφὸς ὀνομαζόμενος· ἦ πόρνος·
ἢ πλεονέκτης· ἢ εἰδωλολάτρης·
ἢ λοίδορος· ἢ μέθυσος, τῶ τοι
ούτω μηδὲ συνεσθίειν· ἰδοὺ καὶ
τέκνον, καὶ οὐκ ἔστι γνήσιον τέκνον·
τέκνον μὲν γὰρ, ἐπειδὴ ἅπαξ
ἐδέξατο τὴν χάριν καὶ ἀνεγεννή
θη· οὐ γνήσιον δε, ἐπειδὴ ἀνάξι
ον τοῦ πρς ἐστιν· ἐπειδὴ πρὸς
ἕτερον ἀυτομολεῖ τύραννον· ἐπὶ
μὲν γὰρ τῶν φυσικῶν παίδων,
τὸ γνήσιον καὶ τὸ μὴ γνήσιον, ἀ
πὸ τῆς ὠδινούσης καὶ τοῦ σπεί
ροντος ὁρίζεται· ἐνταῦθα δὲ,
οὐχ οὕτως; ἀλλ' ἀπὸ τῆς προαι
ρέσεως· ἔστι γὰρ γνήσιον γενό
μενον, μὴ εἶναι γνήσιον· καὶ ἔστιν,
οὐκ ὄντα γνήσιον, γενέσθαι γνή
σιον· οὐ γὰρ ἀνάγκη φύσεως ταῦ
τα κατακέκλεισται. ἀλ
λ' ἐξουσία προαιρέσεως· ὅθεν
καὶ συνεχεῖς ἔχει τὰς μεταβολάς:
ἦν ὀνήσιμος τέκνον γνήσιον·
ἀλλὰ καὶ οὐ γνήσιον ἦν· καὶ γὰρ
ἄχρηστος ἐγένετο; ἀλλὰ πάλιν
ἐγένετο γνήσιος οὕτως, ὡς καὶ
αὐτὸν σπλάγχνα καλεῖσθαι ἀπο
στολικά· τίτω γνησίω τέκνω.
κατὰ κοινὴν πίστιν· ἐπειδὴ
εἶπεν τέκνον, καὶ τὴν τοῦ πρς


136


αὐτοῦ ἔλαβε τάξιν, πῶς καὶ
ταύτην τὴν τι μὴν ἐλαττοῖ καὶ
καταστέλλη, ἄκουσον· κατὰ κοι
νὴν γὰρ πίστιν ἐπήγαγε· τουτέστι·
κατὰ πίστιν, οὐδὲν ἔχω σοῦ πλέον·
κοινὴ γάρ ἐστι· καὶ διὰ τῆς αὐτῆς
ἐγώ τε ἐτέχθην καὶ σύ· τέκνον οὖν
πόθεν αὐτὸν καλεῖ· ἤτοι τὴν φι
λοστοργίαν δηλῶσαι θέλων, ἢ τὸ,
πρότερον εἶναι ἐν τῶ κηρύγματι.
ἢ τὸ δι' αὐτοῦ πεφωτίσθαι· δια
τοῦτο καὶ τέκνα καὶ ἀδελφοὺς
καλεῖ· ἐπειδὴ ἀπὸ τῆς αὐτὴς πί
στεως ἐτέχθησαν, ἀδελφοί; ἐπειδὴ
διὰ τῶν ἐκείνου χειρῶν, τέκνα·
τῶι οὖν κατὰ κοινὴν εἰπεῖν πίστιν,
τὴν ἀδελφότητα ἠνίξατο· χά
ρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θῦ πρς
καὶ κῦ ἰῦ χῦ τοῦ σρς ἡμῶν· ἐ
πειδὴ εἶπεν τέκνον, ἐπήγαγεν ἀ
πὸ θῦ πρς, ὥστε ἀναστῆσαι αὐ
τοῦ τὴν διάνοιαν καὶ μαθεῖν τί
νος ἐστὶ τέκνον· καὶ ὅτι οὐ τῶι κοι
νὴν πίστιν εἰπεῖν μόνον ἀλλὰ καὶ
τῶ ἐπαγαγεῖν πρς ἡμῶν, τὸ ὁμό
τιμον αὐτοῦ δείκνυσιν· ὅρα δὲ
πῶς ἃ τοῖς μαθηταῖς καὶ τοῖς
πολλοῖς ἐπεύχεται, ταῦτα καῖ
τῶ διδασκάλω· ὁμοίως γὰρ ς` αὐ
τὸς δεῖται τῶν τοιούτων εὐχῶν·
καὶ πολλῶ μᾶλλον, ἢ ἐκεῖνοι· ὅσω
καὶ πλείονας ἔχθρας ἔχει· ὅσω καὶ
πλείονας ἀνάγκας τοῦ προσκρού
ειν τῶ θῶ· ὅσω γὰρ μέγα τὸ ἀξίω
μα· τοσούτω μείζους καὶ οἱ κίν
δυνοι τῶ τὴν ἱεροσύνην ἔχοντι·
ἀρκεῖ γὰρ καὶ ἕν κατόρθωμα ἐπι
σκοπῆς ἀνενεγκεῖν εἰς τὸν οὐνὸν.
καὶ ἕν ἀμάρτημα εἰς αὐτὴν ἐμ
βαλεῖν τὴν γέενναν· ἵνα γὰρ τὰ
ἄλλα πάντα παρῶ, τὰ καθ' ἐ
κάστην ἡμέραν συμππίπτοντα·
ἀν τύχη ποτέ τινα ἢ διὰ φιλίαν·


ἢ δι' ἄλλην τυχὸν αἰτίαν ἀνάξιον
εἰς ἐπισκοπὴν παραγαγεῖν καὶ πό
λεως ἐπιτρέψαι μεγάλης ἀρχὴν,
ὅρα πόσου πυρὸς ἑαυτὸν καθί
στησιν ἔνοχον· οὐ γὰρ τῶν ψυχῶν
τῶν ἀπολλυμένων μόνον· ἀπόλ
λυσι γὰρ αὐτὰς ἀνευλαβὴς ὢν.
ἀλλὰ καὶ πάντων τῶν ὑπ' ἐκεί
νου πραττομένων, αὐτὸς δώσει
τὰς εὐθύνας· ὁ γὰρ ἐν τάξει ἰδι
ώτου ὢν ἀνευλαβὴς, πολλῶ μᾶλ
λον ὅταν ἐπιλάβηται τῆς ἀρ
χῆς· ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ
μεῖναι τοιοῦτον, ἐπιλαβόμενον
τῆς ἀρχῆς· καὶ γὰρ κενοδοξία
τότε σφοδρότερον ἐπιτίθεται;
καὶ χρημάτων ἔρως, καὶ αὐθά
δεια· τῆς ἀρχῆς τὴν ἐξουσίαν πα
ρεχούσης· καὶ γὰρ προσκρούμα
τα καὶ ὕβρεις· καὶ λοιδορίαι. καὶ
μυρία ἕτερα· ἂν οὖν τις ἀνευλα
βὴς ἦι μᾶλλον ἔσται ἀνευλαβέστε
ρος τοιοῦτος γενόμενος· ὅταν
οὖν τοιοῦτον ἐπιστήση ἄρχοντα,
πάντων τῶν ἀμαρτανομένων
ὑπ' ἐκείνου, καὶ δὴμων ὁλοκλή
ρων ὑπεύθυνος ἔσται· εἰ δὲ ὁ μίαν
ψυχὴν σκανδαλίζων συμφέρει
αὐτῶ ἵνα μύλος ὀνικὸς κρεμα
σθῆ εἰς τὸν τράχηλον αὐτοῦ καὶ
καταποντισθῆ ἐν τῶ πελάγει
τῆς θαλάσσης; ὁ τοσαύτας ψυ
χὰς σκανδαλίζων· πόλεις ὁλο
κλήρους καὶ δήμους καὶ μυρίας
οἰκίας· ἄνδρας· γυναῖκας· παῖ
δας· πολίτας· γεωργοὺς; τοὺς
ἐν αὐτὴ τῆ πόλει· τοὺς ἐν ἐτέ
ραις ταῖς ὑπ' ἐκείνην τὴν πό
λιν, τί ὑποστήσεται· κἀν γὰρ τρι
πλασίονα ἑτέραν εἴπης· οὐδὲν
ἐρεῖς· τοσαύτης ἔσται ὑπεύθυ
νος κολάσεως καὶ τιμωρίας·
ὥστε μάλιστα οὕτος δεῖται τῆς


χάριτος τοῦ θῦ καὶ τῆς εἰρήνης·
ἀν γὰρ μὴ μετὰ ταύτης κυβερνᾶ
τὸν λαὸν. πάντα οἴχεται καὶ ἀπό
λωλε τῶν οἰάκων αὐτῶ οὐκ ὄντων·
κἀν γὰρ ἔμπειρος ἦι τῆς κυβερνη
τικῆς· ἀν μὴ τοὺς οἵακας τούτους
ἔχη· τὴν χάριν καὶ τὴν εἰρήνην τὴν
παρὰ τοῦ θῦ, καταδύσει τὸ σκά
φος καὶ τοὺς ἐμπλέοντας· ὅθεν
ἐμοὶ θαυμάζειν ἕπεισι τοὺς ἐφι
εμένους οἴκου τοσούτου· ἄθλιε
ἄνε καὶ ταλαίπωρε· οὐχ ὁρᾶς τί
νος ἐφίεσται; κατὰ σαυτὸν ἂν ἦς· ς 
καὶ ἀγνὼς καὶ ἄσημος· κἀν μυρία
ἁμάρτης. ἀλλὰ μιᾶς ψυχῆς δώ
σεις λόγον· καὶ ταύτης εὐθύνας
ὑφέξεις μόνον· ὅταν δὲ εἰς τὴν
ἀρχὴν ταύτην ἀχθῆς, ἐννόησον
ὅσων καὶ ἄλλων ὑπεύθυνος εἶ τιμω
ρίας· ἄκουε γὰρ παύλου λέγοντος·
πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν
καὶ ὑπείκετε. ὅτι αὐτοὶ ἀγρυπνού
σιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λό
γον ἀποδώσοντες· ἀλλὰ τιμῆς
ἐφίεσαι καὶ ἀρχῆς; καὶ τίς ἡ ἡδο
νὴ ταύτης τῆς τιμῆς· οὐ γὰρ δὴ
οὐδὲ τοῦτο ὁρῶ· οὐ γάρ ἐστι δυνατὸν
ἄρχοντα εἶναι ἀληθῶς· πῶς;
ὅτι ἐν τῆ ἐξουσία κεῖται τῶν ἀρ
χομένων τὸ ὑπακούειν· καὶ εἴ τις
ἀκριβῶς ἐξετάσειε τὸ πρᾶγμα, οὐ
κ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος·
ἀλλὰ μυρίοις δουλεύει δεσπότας;
ἐναντία καὶ ἐπιθυμοῦσι καὶ λέ
γουσιν· ὅπερ γὰρ ἔγκωμιάζει ἐ
κεῖνος, μέμφεται ἕτερος· ὅπερ
ψέγει οὗτος, θαυμάζει ἄλλος·
τίνος οὖν ἀκοῦσαι χρή· τίνι πει
σθῆναι, οὐκ ἔνι· καὶ ὁ μὲν ἀργυ
ρώνητος· κἂν ἐναντία ὁ δεσπό
της αὐτῶ προστάξη, καὶ δυσχε
ραίνει· σὺ δὲ ἀν τοσούτων δεσπο
τῶν ἐναντία ἐπιταττόντων


ἀλγήσης, καὶ τούτου δίδως δίκην,
τὰ πάντων ἐπὶ σὲ στόματα ἀ
νοίγων· τοῦτο οὖν εἰπέ μοι τιμή;
τοῦτο ἀρχή; τοῦτο ἐξουσία; εἶπεν
ὁ τὴν ἐπισκοπὴν ἔχων εἰσενεγκεῖν
χρήματα· ἀν μὴ θέλη, οὐ μόνον
οὐκ εἰσήνεγκεν· ἀλλὰ καὶ ὑπὲρ τοῦ
μὴ δόξαι ῥαθυμεῖν ἕνεκεν τοῦτο
ποιεῖν, κατηγορεῖ τοῦ κελεύσαν
τος· κλέπτει φη· ἁρπάζει· κα
ταπίνει τὰ τῶν πενήτων· κα
τεσθίει τὰ τῶν πτωχῶν· παῦσαι
λοιδορῶν· μέχρι τίνος ταῦτα φής·
οὐ βούλει εἰσενεγκεῖν; οὐδεὶς ὁ κα
ταναγκάζων· οὐδεὶς ὁ βιαζόμενος·
τί καὶ λοιδορῆ τῶ παραινοῦντι
καὶ συμβουλεύοντι· ἀλλ' εἰς χρείαν
τις κατέστη καὶ οὐκ ὤρεξε χεῖρα
μὴ δυνηθεὶς ἢ καὶ ἑτέρωθι ἀσχολη
θεὶς' οὐδεμία συγγνώμη· ἀλλὰ
πάλιν κατηγορίαι χείρους τῶν
προτέρων· καὶ ταῦτα ὑπομέ
νει καὶ ἀμύνασθαι οὐκ ἔχει· σπλάγ
χνα γάρ ἐστιν ἴδια· καὶ ὤσπερ τὸ
σπλάγχνον κἂν οἰδαίνη· κἂν πόνον
παρέχη καὶ τῆ κεφαλῆ καὶ τῶ
λοιπῶ σώματι· οὐ τολμῶμεν
ἀμύνασθαι· οὐδὲ λαβόντες ξίφος
διαρρηγνύομεν, οὕτω κἂν τῶν
ἀρχομένων τις τοιοῦτος ἦ πό
νους ἡμῖν παρέχων καὶ ἀθυμίας
ἐκ τῶν κατηγοριῶν τούτων, οὐ
τολμῶμεν ἀμύνασθαι· πόρρω
γὰρ ταῦτα πνῖκῆς διανοίας:
ἀλλ' ἀνάγκη φέρειν τὸν πόνον, ἕως
ἂν ἐκεῖνος ὑγιάνη καλῶς· ὁ ἀργυ
ρώνητος οἰκέτης, ἔχει τι ἔργον ἐπι
τεταγμένον· κἂν τοῦτο ἀνύση, λοι
πὸν ἑαυτοῦ κύρις γίνεται· οὗτος
δὲ πανταχοῦ περιέλκεται·
πολλὰ καὶ τῶν ὑπὲρ δύναμιν
ἀπαιτεῖται· ἂν μὴ εἰδῆ λέγειν,
πολὺς ὁ γογγυσμός· ἂν εἰδῆ λέγειν,


137


πάλιν κατηγορίαι· κενόδοξός ἐστιν·
ἂν μὴ νεκροὺς ἀνιστᾶ, οὐδενὸς λόγου
ἄξιός φη· ὁ δεῖνα εὐλαβής ἐστιν. οὗ
τος δὲ οὔ· ἂν ἀπολαύη συμμέτρου
τροφῆς, πάλιν κατηγορίαι· ἔδει
αὐτὸν ἀπηγχονίσθαι φη· ἂν λουόμε
νον ἴδη τις, πολλαὶ κατηγορίαι· ὅ
λως τὸν ἥλιον ὁρᾶν ὀφείλει φη; εἰ
δὲ τὰ αὐτὰ πράττει ἅπερ ἐγὼ· καὶ
λούεται· καὶ ἐσθίει· καὶ πίνει· καὶ ἱ
μάτια περιβέβληται; καὶ οἰκίας
φροντίζει καὶ οἰκετῶν, τίνος ἕνε
κεν ἐμοῦ προέστηκεν· ἀλλὰ καὶ οἰ
κέτας ἔχει φη τοὺς διακονουμένους
αὐτῶ· καὶ ἐπὶ ὄνου ὀχεῖται· τίνος
ἕνεκεν ἐμοῦ προέστηκεν· ἀλ
λὰ τί εἰπέ μοι; οὐκ ὀφείλει τὸν δια
κονούμενον ἔχειν, ἀλλ' αὐτὸς τὸ πῦρ
ἀνακαίειν· καὶ ὑδροφορεῖν, καὶ ξύ
λα διακλᾶν; καὶ εἰς ἀγορὰν ἐμβάλ
λειν; καὶ πόση τοῦτο αἰσχύνη γίνεται·
καὶ οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄνδρες οἱ ἀπό
στολοι, τὸν τῶ λόγω προσκαρτε
ροῦντα, οὐδὲ διακονία χηρῶν βού
λονται προσανέχειν· ἀλλ' ἀνάξιον
αὐτοῦ εἶναι τὸ πρᾶγμα νομίζουσι·
σὺ δὲ αὐτὸν καὶ εἰς τὴν τῶν οἰκετῶν
ὑπηρεσίαν καθέλκεις τῶν σῶν·
διὰ τί ὁ ταῦτα ἐπιτάττων οὐ πα
ρέρχη σὺ καὶ ταῦτα πληροῖς· εἰ
πέ μοι· οὐχὶ μείζονά σοι διακονεῖ
ται ὑπηρεσίαν ἢ σὺ τὰ σωματικά;
διατί μὴ τὸν παῖδαν πέμπεις
τὸν σὸν πρὸς τὴν τούτου ὑπηρεσί
αν· ὁ χς ἔνιψε τοὺς πόδας τῶν
μαθητῶν· σὺ θεραπείαν ἂν πα
ράσχης τῶ διδασκάλω· μέγα τι
ποιεῖς; ἀλλ' οὔτε σὺ βούλει πα
ρασχεῖν, καὶ αὐτὸν κωλύεις· τί οὖν·
ἀπὸ τοῦ οὐνοῦ ζῆν ὀφείλει; ἀλ
λ' οὐ βούλεται οὕτως ὁ θς· ἀλλ' οἱ ἀ
πόστολοι φη ἐλευθέρους εἶχον δου
λεύοντας· βούλει καὶ τοῦτο ἀκοῦ
σαι πῶς οἱ ἀπόστολοι διῆγον; ἀπο
δημίας ἐποιοῦντο· καὶ ἄνδρες ἐ


λεύθεροι· καὶ γυναῖκες εὐγενεῖς;
ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως
καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς
ὑπετίθεσαν τὰς ἑαυτῶν· ἄκουε
δὲ καὶ τοῦ μακαρίου τούτου παραι
νοῦντος καὶ λέγοντος· τοὺς οὖν
τοιούτους ἐντίμους ἔχε· καὶ πάλιν·
διὰ τὸ ἔργον τοῦ θῦ μέχρι θανάτου
ἤγγισε παραβουλευσάμενος τῆ
ψυχῆ, ἵνα ἀναπληρώση τὸ ὑμῶν ὑστέ
ρημα τῆς πρός με λειτουργίας·
ὁρᾶς τί φη; σὺ δὲ οὐδὲ λόγον προσί
εσαι ὑπὲρ τοῦ πρς τοῦ σοῦ, μήτι γε
κίνδυνον τοσοῦτον ἀναδέχη; ἀλλὰ
λούεσθαί φη οὐ χρή· διατί εἰπέ μοι·
ποῦ τοῦτο κεκώλυται· οὐδὲ γὰρ ὁ
ῥύπος καλόν· οὐδαμοῦ ταῦτα
ὁρῶμεν οὔτε ἐγκαλούμενα, οὔτε 
θαυμαζόμενα· ἄλλα ἐστὶν ἅπερ
ἐπέταξε τὸν ἐπίσκοπον ἔχειν·
ἀνέγκλητον εἶναι· σώφρονα· κό
σμιον· φιλόξενον· διδακτικόν·
ταῦτα ἀπαιτεῖ ὁ άπόστολος·
τᾶυτα χρὴ ἐπιζητεῖν παρὰ τοῦ
ἄρχοντος· περαιτέρω δὲ μηδέν·
οὐκ εἶ τοῦ παύλου ἀκριβέστερος· μᾶλ
λον δὲ οὐκ εἶ τοῦ πνς ἀκριβέστερος·
ἂν ἦ πλή κτης ἢ καὶ πάροινος·
ἂν ὠμὸς καὶ ἀνελεὴς, κατηγόρει·
ἀνάξια ταῦτα τοῦ ἐπισκόπου·
ἂν τρυφᾶ, καὶ τοῦτο κατηγορία·
ἀν δὲ θεραπεύη τὸ σῶμα ἵνα σοι
διακονῆ· ἂν ἐπιμελῆται ἵνα σοι
χρήσιμος ἦι· ὑπὲρ τούτων αὐτῶ
ἐγκαλεῖν δεῖ; οὐκ οἶδας ὅτι ἀσθέ
νεια σωματικὴ· τῆς κατὰ ψυχὴν
ἀσθενείας· οὐχ ἧττον καὶ ἡμᾶς
βλάπτει καὶ τὴν ἐκκλησίαν; δια
τί διορθοῦται αὐτὴν ὁ παῦλος·
γράφων τῶ τιμοθέω. οἴνω ὀλί
γω χρῶ διὰ τὸν στόμαχόν σου καὶ
τὰς πυκνάς σου ἀσθενείας· εἰ
μὲν γὰρ ψυχῆ μὸνη τὴν ἀρετὴν
κατωρθοῦμεν, οὐκ ἔδει φροντίζειν
τοῦ σώματος· τί δὲ ὅλως καὶ


: ΛΟΓΟΣ Β΄ :


γεγόναμεν· εἰ δὲ πολλὴ τούτου ἡ
συντέλεια, πῶς οὐκ ἐσχάτης ἐστὶν
ἀνοίας ἀμελεῖν τούτου· ἔστω γὰρ
τις ἀνὴρ ἐπισκοπῆ τετιμημένος·
καὶ τοῦ κοινοῦ τὴν προστασίαν τῆς
ἐκκλησίας ἐγκεχειρισμένος· καὶ τὰ
μὲν ἄλλα ἔστω ἐνάρετος καὶ πάντα
ἔχων ἅπερ ἔχειν ἁρμόττει τὸν ἱερω
μένον· διαπαντὸς δὲ τῆ κλίνη προσ
δεδέσθω ὑπὸ πολλῆς ἀρρωστίας· τί
οὗτος ὀνῆσαι δυνήσεται· ποίαν ἀπο
δημίαν στείλασθαι· ποίας ἐπισκέ
ψεις ποιήσασθαι· τίνι ἐπιπλῆξαι·
τίνα νουθετῆσαι· ταῦτα εἶπον;
ἵνα εἰδῆτε μὴ ἁπλῶς ἐγκαλεῖν· ἵνα
εἰδῆτε μᾶλλον ἀποδέχεσθαι· ἵνα
καὶ εἴ τις ἐφίεται τῆς ἀρχῆς, τὰς
νιφάδας τῶν κατηγοριῶν ὁρῶν,
τὴν τοιαύτην ἐπιθυμίαν σβεννύη·
μέγας γὰρ ὄντως κίνδυνος· καὶ τῆς
τοῦ θῦ δεόμενος χάριτος καὶ τῆς
εἰρήνης· ἣν ἐπεύχεσθε ἡμῖν εἶναι
πολλὴν καὶ ἡμεῖς ὑμῖν· ἵν' ἀμφότε
ροι κατορθώσαντες τὴν ἀρετὴν,
οὕτω τύχωμεν τῶν ἐπηγγελμέ
νων ἀγαθῶν· ἐν χῶ ἰῦ τῶ κῶ ἡμῶν·
ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
αἰώνων· ἀμήν:-· + 
ΤΟΥΤΟΥ ΧΑΡΙΝ ΚΑΤΕΛΙΠΟΝ ΣΕ ΕΝ ΚΡΗ
ΤΗ. ΙΝΑ ΤΑ ΛΕΙΠΟΝΤΑ ΕΠΙΔΙΟΡΘΩΣΗ·
ΚΑΙ ΚΑΤΑΣΤΗΣΗΣ ΚΑΤΑ ΠΟΛΙΝ ΠΡΕ
ΣΒΥΤΕΡΟΥΣ ΩΣ ΕΓΩ ΣΟΙ ΔΙΕΤΑΞΑΜΗΝ·
ΕΙ ΤΙΣ ΕΣΤΙΝ ΑΝΕΓΚΛΗΤΟΣ· ΜΙΑΣ ΓΥ
ΝΑΙΚΟΣ ΑΝΗΡ:-· 
Τοῖς μὲν παλαιοῖς ἀνδράσιν, ἅπας
ὁ βίος ἦν ἐνεργὸς καὶ ἐναγώνιος·
ἡμῖν δὲ οὐχ οὕτως. ἀλλὰ ῥαθυμί
ας μεστός· ἐκεῖνοι μὲν γὰρ ἤδεσαν
ὅτι διατοῦτο εἰς τὸν κόσμον παρή
χθησαν, ἵνα τῶ παραγαγόντι κα
τὰ γνώμην ἐργάζωνται· ἡμεῖς
δὲ ὡς διατοῦτο παραχθέντες
ἵνα ἐσθίωμεν καὶ πίνωμεν καὶ
τρυφῶμεν, οὕτως οὐδενὸς τῶν


πνῖκῶν λόγον ποιούμεθα· οὐ περὶ
τῶν ἀποστόλων λέγω μόνον, ἀλλὰ
καὶ τῶν μετ' αυτούς· ὁρᾶς γοὖν αὐ
τοὺς πάντας διατρέχοντας· καὶ
ὥσπέρ τινος ἔργου τούτου ἐπειλημ
μένους· καὶ διόλου ἐν ξένη διατρί
βοντας ἅτε οὐκ ἔχοντας πόλιν
ἐπὶ τῆς γῆς· ἄκουσον δὲ καὶ τοῦ μα
καρίου τούτου τί φη· τούτου χάριν
κατέλιπόν σε ἐν κρήτη· καθάπερ τινὰ
οἰκίαν μίαν τὴν οἰκουμένην διανει
μάμενοι, οὕτως ἄπαντα διηκο
νοῦντο καὶ τῶν ἀπανταχοῦ ἐπε
μελοῦντο· ὁ μὲν τοῦτο ὁ δὲ ἐκεῖνο
λαβὼν τὸ μέρος; τούτου χάριν φη
κατέλιπόν σε ἐν κρήτη, ἱνα τὰ
λείποντα ἐπιδιορθώση· οὐχ ἐπι
τακτικῶς αὐτῶ παραινεῖ τέως·
ἵνα ἐπιδιορθώση φη· ὁρᾶς ψυχὴν
φθόνου παντὸς καθαρὰν, πανταχοῦ
τὸ τῶν μαθητευομένων χρήσιμον
ζητοῦσαν καὶ οὐκ ἀκριβολογούμενον
εἴτε δι' αὐτοῦ εἴτε δι' ἑτέρου γένοιτο;
ἔνθα μὲν γὰρ ἦν κίνδυνος καὶ πολ
λὴ δυσκολία, αὐτὸς κατώρθου πα
ρών· ἃ δὲ τιμὴν μᾶλλον ἔφερεν ἢ
ἔπαινον εἴχε, ταῦτα ἐπιτρέπει
τῶ μαθητῆ· τῶν ἐπισκόπων
λέγω τὰς χειροτονίας καὶ τὰ ἄλλα
πάντα ὅσα ἐδεῖτό τινος ἐπιδι
ορθώσεως ἢ ὠς ἂν εἴποι τις πλεί
ονος καταρτισμοῦ· τί λέγεις εἰπέ
μοι· τὰ σὰ ἐπιδιορθοῦται· καὶ οὐ
χ ἡγῆ τὸ πρᾶγμα αἰσχρὸν οὐδὲ αἰ
σχύνην σοι φέρειν;οὐδαμῶς· πρὸς
γὰρ τὸ κοινὸν κέρδος ὁρῶν μόνον·
u` εἴτε δι' ἐμοῦ εἴτε δι' ἐτέτου γένοιτο, 
οὐδὲν ἐμοὶ διαφέρει· οὕτω τὸν πρ
οεστῶτα χρῆ διακεῖσθαι· μὴ τὴν ἰ
δίαν τιμὴν ζητεῖν, ἀλλὰ τὸ κοινῆ
συμφέρον· καὶ καταστήσης κατὰ
πόλιν πρεσβυτέρους· τοὺς ἐπισκό
πους ἐνταῦθά φη· καθὼς ἀλ
λαχοῦ ἡμῖν εἴρηται· ὡς ἐγώ σοι διε
ταξάμην· εἴ τις ἀνέγκλητος·