οὕτως καὶ ἡμεῖς· ὅτ' ἂν τοὺς ἀρ
πάσαντάς τι· μηκέτι βλέπωμε̅
ὡς ἀπαγορεύσαντες οὔτε αὐτοὶ 
κατατρέχομεν. οὔτε ἑτέροις 
παρακελευόμεθα κατέχειν
ἀλλ' ἀφίεμεν ἀπελθόντας,
οὕτω καὶ σὺ δράμε σφοδρῶς πα
ρὰ τὴν ἀρχὴν· ὅτ' ἂν πόρρω γέ
νη τοῦ διαβόλου, οὐδὲ ἐπιχει
ρήσει λοιπόν, ἀλλ' ἐάση ἐν ἀσφα
λεία ἀπολαύων τῶν ἀπορρή
των ἀγαθῶν· ὧν γένοιτο· πάν
τας ἡμᾶς ἐπιτυχεῖν· ἐν χῶ ἰῦ 
τῶ κῶ ἡμῶν· μεθ' οὗ τῶ πρι̅ ἅ
μα τῶ ἁγίω πνι̅· δόξα κράτος 
τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς 
αἰῶνας τῶν αἰώνων ἀμήν·
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΡ̅Σ ΗΜΩΝ ΙΩΑΝ
ΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ· ΕΡΜΗ
ΝΕΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΤΟΝ 
ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ :~
Παύλος δοῦλος θῦ. ἀπόστολος δὲ 
ἰῦ χῦ· κατα πίστιν ἐκλεκτῶν
θῦ. καὶ ἐπίγνωσιν ἀληθείας
τῆς κατ' εὐσέβειαν ἐπελπίδι ζω
ῆς αἰωνίου· ἣν ἐπηγγείλατο ὁ ἀ
ψευδῆς θς̅ πρὸ χρόνων αἰωνίων·
ἐφανέρωσεν δὲ καιροῖς ἰδί
οις τὸν λόγον αὐτοῦ ἐν κηρύγμα
τι, ὃν ἐπιστεύθην ἐγὼ κατεπιτα
γὴν τοῦ σρ̅ς ἡμῶν θῦ· τίτω γνη
σίω τέκνω κατὰ κοινὴν πίστιν·
χάρις ἔλεος εἰρήνη ἀπὸ θῦ πρ̅ς 
ἡμῶν καὶ κῦ ἰῦ χῦ τοῦ σρ̅ς ἡμῶν·
Τῶν τῶ παύλω συνόντων δόκιμος 
οὗτος ἦν· οὐκ ἂν οὖν αὐτῶ τὴν νῆ
σον ὁλόκληρον ἐπέτρεψεν. οὐκ ἂν 
τὰ ἐλλειφθέντα ἂν ἀναπληρῶσαι 
προσέταξεν· ἵνα γάρ φησιν τὰ 


ἐπιλείποντα ἐπιδιορθώση· καὶ 
τοσούτων ἐπισκόπων κρίσιν ἐ
πέτρεψεν. εἰ μὴ σφόδρα ἐθάρρει 
τῶ ἀνδρί· φασὶν δὲ αὐτὸν καὶ 
νέον εἶναι διὰ τῶ τέκνω αὐτῶ 
γράφειν· πλὴν ἀλλ' οὔπω τοῦτο δῆ
λον ἦν ἀπὸ τούτου· οἶμαι δὲ αὐ
τοῦ καὶ ἐν ταῖς πράξεσιν εἶναι 
μνείαν· τάχα καὶ κορίνθιος ἦν
εἰ μή τις ἦν ὁμώνυμος αὐτῶ· ϗ` 
ζηνᾶν μὲν καλεῖ πρὸς ἑαυτὸν· 
και ἀπολλῶ πεμφθῆναι βούλε
ται. τοῦτον δὲ οὔ· καὶ γὰρ ἐναν
τίον τοῦ αὐτοκράτορος μείζο
να τούτοις ἐμαρτύρει τὴν ἀν
δρείαν καὶ τὴν ἀρετήν· δοκοῦ
σι δέ μοι χρόνοι εἶναι μέσοι τι
νες καὶ ἐν ἀδεία ὁ παῦλος ὦν 
γράφει ταῦτα· οὐδὲν γὰρ περι 
πειρασμῶν φησὶν· συνεχῶς δὲ 
περιστρέφει τοῦ θῦ τὴν χάριν 
καὶ ἄνω καὶ κάτω ἰκανὴν οὖ
σαν παράκλησιν τοῖς πεπι
στευκόσιν πρὸς ἀρετήν· τὸ γὰρ 
μαθεῖν τίνων μὲν ἦσαν ἄξιοι· 
πρὸς τί δὲ μετέστησαν καὶ ταῦ
τα χάριτι· καὶ τίνων ἠξίωνται. 
οὐ μικρὰ προτροπή· ἀποτείνε
ται δὲ καὶ πρὸς ἰουδαίους· εἰ δὲ 
ὁλόκληρον τὸ ἔθνος ὑβρίζει. 
μὴ θαυμάσης· καὶ ἐπι γαλατῶν 
αὐτὸ ποιεῖ λέγων· ὦ ἀνόητοι γα
λάται· οὐχ ὑβριστικοῦ δὲ τοῦτο 
ἤθους, ἀλλ' ἐρωτικοῦ· εἰ μὲν γ\ 
τῶν αὐτοῦ ἕνεκεν ταῦτα ἐποίει 
εἰκότως τίς αὐτῶ ἐμέμψατο· 
εἰ δὲ πεπυρωμένος καὶ ζέων 
ὑπὲρ τοῦ κηρύγματος οὐχ ὑβρι
στικῶς αὐτὸ ἐποίει· καὶ ὁ χς̅ δὲ μυ
ρία ἐλοιδορεῖτο τοῖς γραμματεῦσῑ 


καὶ φαρισαίοις· ἀλλ' οὐκ αὐτοῦ ἕνε
κεν, ἀλλ' ὅτι τοὺς ἄλλους ἅπαντας 
ἀπώλλυον· βραχεῖαν δὲ ποιεῖ τὴν 
ἐπιστολὴν. εἰκότως· καὶ τοῦτο δὲ 
τῆς ἀρετῆς τοῦ τίτου τεκμήριον 
ἦν τὸ μὴ δεῖσθαι λόγων πολλῶν, 
ἀλλ' ὥσπέρ τινος ὑπομνήσεως· 
αὕτη δέ μοι δοκεῖ τῆς πρὸς τιμό
θεον εἶναι νεαρωτέρα ἡ ἐπιστο
λή· ἐκείνην μὲν γὰρ πρὸς τῶ 
τέλει ὦν ἔγραφεν· ἐνταῦθα δὲ 
ἄφετος ὦν καὶ λελυμένος· τὸ γὰρ 
κέκρικα παραχειμᾶσαι ἐν νικο
πόλει. τεκμήριον ἦν τοῦ μηδέπω 
ἐν δεσμοῖς εἶναι· ἐκεῖ δὲ συνε
χῶς ἑαυτὸν δέσμιον καλεῖ· τί 
οὖν φησίν· παῦλος δοῦλος θῦ
ἀπόστολος δὲ ἰῦ χῦ κατὰ πίστιν 
ἐκλεκτῶν θῦ· ὁρᾶς πῶς ἀδια
φόρως ταῦτα τίθησιν· ποτὲ 
μὲν ἑαυτὸν τοῦ θῦ δοῦλον λέγων.
τοῦ δὲ χῦ ἀπόστολον· παῦλος δοῦ
λος ἰῦ χῦ· οὕτως οὐδεμίαν οἶδεν δια
φορὰν μεταξὺ πρ̅ς καὶ υυ̅· κατα 
πίστιν ἐκλεκτῶν θῦ· ὅτι ἐπίστευ
σα ἢ ὅτι ἐπιστεύθην· οἶμαι αὐ
τὸν λέγειν ὅτι ἐπιστεύθην τοὺς ἐκ
λεκτοὺς τοῦ θῦ· τοῦτ' ἔστιν οὐκ ἀ
πὸ κατορθωμάτων· οὐδὲ ἀπὸ πό
νων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔ
λαβον. ἀλλὰ τὸ πᾶν τῆς τοῦ 
πιστεύσαντος εὐεργεσίας ἐγένε
το· εἶτα ἵνα μὴ ἄλογος ἡ χάρις 
Γένηται· οὐδὲ γὰρ τὸ πᾶν αὑτοῦ, ἐ
πεὶ δια διατί μὴ καὶ ἐτέροις ἐπί
στευσεν· διὰ τοῦτο ἐπήγαγεν· καὶ 
ἐπίγνωσιν ἀληθείας τῆς κατευ
σέβειαν· ἀπὸ ταύτης ἐπιστεύ
θην· μᾶλλον δὲ καὶ τοῦτο ἐπιστεύ
θην ἐκ τῆς τοῦ θῦ χάριτος· καὶ 


γὰρ καὶ τούτου αἴτιος αὐτός· διὰ 
τοῦτο γάρ φησιν καὶ αὐτὸς ὁ χς̅· 
οὐχ ὑμεῖς με ἐξελέξασθαι. ἀλλ' ἐ
γὼ ἐξελεξάμην ὑμᾶς· καὶ πάλῑ 
καὶ αὐτὸς οὗτος ὁ μακάριος ἑτέ
ροθι γράφων φησίν· ἐπιγνώσο
μαι καθῶς καὶ ἐπεγνώσθην· καὶ 
πάλιν· εἰ καταλάβω ἔφ ὃ 
κατελείφθην ὑπὸ τοῦ χῦ ἰῦ· πρό
τερον κατελείφθημεν, καὶ οὔ
τως ὕστερον ἔγνωμεν· πρότε
ρον έπεγνώσθημεν καὶ τότε κα
τελάβομεν· πρότερον ἐκλή
θημεν, καὶ τότε ὑπηκούσαμεν· 
τὸ δὲ κατὰ πίστιν εἰπεῖν, τὸ πᾶν 
ἐκεῖνοις λογίζεται ὅτι δι ἐκεί
νους εἰμὶ ἀπόστολος· οὐχ' ὡς ἀξί
οις. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς· 
ὅπερ καὶ ἀλλαχοῦ λέγει· πάντα 
γὰρ ὑμῶν ἐστιν· εἴτε παῦλος εἴτε 
άπολλώς· καὶ έπίγνωσίν φησὶν 
ἀληθείας τῆς κατ' εὐσέβειαν· οἷον· 
τὸ εἰδέναι τὰ γεωργικά· τὸ εἰ
δέναι τέχνας, ἀληθῶς ἐστιν εἰ
δέναι· ἀλλ' αὕτη κατευσέβειαν 
ἡ ἀλήθεια· ἢ τὸ κατὰ πίστιν· ὅτι 
ἐπίστευσαν καθάπερ οἱ λοιποὶ 
ἐκλεκτοὶ. οἵ καὶ ἐπέγνωσαν 
τὴν ἀλήθειαν· ἀπὸ πίστεως ἄρα 
ἡ ἐπίγνωσις, οὐκ ἀπὸ λογισμῶν· 
ἐπελπίδι ζωῆς αἰωνίου εἶπεν· 
τὴν παρουσίαν τὴν ἐν τῆ χάρι
τι τοῦ θῦ· λέγει καὶ τὴν μέλλουσᾱ 
καὶ ἔπαθλα τίθησιν ἡμῖν ὑπὲρ 
ὧν εὐεργέτησεν ἡμᾶς· ἐπειδὴ 
ἐπιστεύσαμεν καὶ ἀπηλλάγη
μεν τῆς πλάνης στεφανοῦν ἡ
μᾶς βούλεται· ὅρα πῶς γέμει 
Τὸ προοίμιον τῶν εὐεργεσιῶν 
τοῦ θῦ· καὶ ὅλη δι' ὅλης ἡ ἐπιστολὴ 
αὕτη·


μάλιστα τοιαύτη τυγχάνει· καὶ αὐ
τὸν τὸν ἅγιον ἐκεῖνον διανιστᾶ
σα μᾶλλον πρὸς τοὺς πόνους s` 
τοὺς μαθητευομένους· οὐδὲν γ\ 
οὕτως ἡμᾶς ὠφελεῖ, ὡς τὸ συνε
χῶς μεμνῆσθαι τῶν εὐεργεσιῶν 
τοῦ θῦ· καὶ τῶν κοινὴ καὶ τῶν ἰ
δία· εἰ γὰρ φίλου εὐεργεσίας 
ἀνενεγκόντες· ἢ ῥήμα προση
νὲς ἀκούσαντες ἢ πρᾶγμα διὰ 
θερμαινόμεθα, πολλῶ μᾶλλον 
ὅτ' ἂν ἴδωμεν πόσοις κινδύ
νοις περὶ επέσομεν καὶ ἀπο 
πάντων ἡμᾶς ἐξείλετο ὁ θς̅· προ
θυμότεροι περὶ ὑπακοὴν ἐσόμε
θα· καὶ ἐπίγνωσιν φησίν ἀλη
θείας· ἀλήθειαν δὲ ἐνταῦθα 
πρὸς τὸν τύπον φησίν· καὶ γὰρ 
καὶ ἐκείνη ἐπίγνωσις ἦν καὶ εὐ
σέβεια ἀλλ' οὐκ ἀληθείας· οὐ μὴν 
οὐδὲ ψεύδους. ἀλλὰ τύπων καὶ 
εἰκόνων· ἐπελπίδι ζωῆς αἰω
νίου· ἐκείνη ἐπελπίδι ζωῆς 
τῆς παρούσης· ὁ γὰρ ποιήσας 
αὐτὰ φησὶν, ζήσεται ἐν αὐτοῖς· 
Ὅρα πῶς ἐκ προοιμίων ἤδη δεί
κνυται, τῆς χάριτος τὸ μέσον· 
ἐκεῖνοι οὐκ ἐκλεκτ. ἀλλ' ἡμεῖς· 
εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκλε
κτοὶ, ἀλλ' οὐκ ἔτι· ἥν ἐπηγγείλα
το φησὶν ὁ ἀψευδὴς θς̅ προ χρό
νων αἰωνίων· τοῦτέστιν οὐ νῦν 
ἐκ μετανοίας, ἀλλ' ἄνωθεν προ
ώριστο ταῦτα· πολλαχοῦ τοῦτο 
τίθησιν ὡς ὅταν λέγη· ἀφωρι
σμένος εἰς τὸ εὐαγγέλιον τοῦ θῦ· 
καὶ πάλιν· οὓς προέγνω καὶ προ
ώρισε· δεικνὺς τὴν εὐγένειαν 
τὴν ἡμετέραν· ὅτι ἡμᾶς οὐ νῦν, 
ἀλλ' ἄνωθεν ἠγάπησεν· οὐ μι


κρὸν δὲ τοῦτο τὸ ἄνωθεν ἠγαπῆ
σθαι καὶ ἐξ ἀρχῆς· ἣν ἐπηγγείλα
το φησὶν ὁ ἀψευδὴς θς̅· εἰ ἀψευ
δὴς πάντως ὅτι ἐπηγγείλατο
καὶ ἔσται ὃ ἐπηγγείλατο· εἰ ἀψευ
δὴς, πάντως οὐ δεῖ ἀμφιβάλ
λειν κἂν μετὰ θάνατον ἦ· ἣν ἐ
πηγγείλατο φησὶν ὁ ἀψευδὴς 
θς̅ προ χρόνων αἰωνίων· καὶ ἀ
πὸ τῶν χρόνων αἰωνίων τὸ ἀ
ξιόπιστον δείκνυσιν· οὐκ ἐπειΔ 
ἰουδαῖοί νῦν οὐ προσῆλθον φη
σὶν διὰ τούτο ταῦτα. ἀλλ' οὕτω 
ἄνωθεν τετύπωτο· ἄκουε 
γὰρ τί φησιν· ἐφανέρωσεν δὲ 
καιροῖς ἰδίοις· τίς οὖν ἡ ἀνα
βολή; κηδεμονίας χάριν καὶ 
τοῦ εὐκαίρως ποιῆσαι· καιρός 
φησὶν ὁ προφήτης τοῦ ποιῆσαι 
τῶ κῶ· τὸ γὰρ ἰδίοις. τοῦτ' ἔστιν 
τοῖς προσήκουσιν· τοῖς ὀφειλο
μένοις· τοῖς ἁρμόζουσιν· ἐφα
νέρωσεν δὲ φησὶν καιροῖς ἰ
δίοις τὸν λόγον αὑτοῦ ἐν κη
ρύγματι ὅ ἐπιστεύθην ἑγώ· 
τοῦτ' ἔστιν τὸ κήρυγμα· τοῦτο 
γὰρ πάντα εἶχεν τὸ εὐαγγέλιον· 
καὶ τὰ ἐνταῦθα καὶ τὰ μέλλον
τα· τὴν ζωήν· τὴν εὐσέβειαν· 
τὴν πίστιν· πάντα ὁμοῦ· ἐν κη
ρύγματι· τοῦτ' ἔστιν φανερῶς· 
μετὰ παρρησίας· τοῦτο γάρ ἐστῑ 
τὸ ἐν κηρύγματι· ὥσπερ γὰρ 
ὁ κήρυξ πάντων παρόντων ἐν 
τῶ θεάτρω κηρύττει, οὕτω καὶ 
ἡμεῖς κηρύττομεν· ὥστε μηδὲ̅ 
προσθεῖναι. ἀλλ' αὐτὰ ἅ ἠκού
σαμεν εἰπεῖν· ἡ γὰρ τοῦ κηρύγ
ματος ἀρετῆ ἐν τῶ πᾶσιν εἰπεῖν 
ἐστὶν τὸ γεγονὸς. οὐκ έν τῶ προ


σθεῖναί τινα καὶ ἀφελεῖν· εἰ τοί
Νυν κηρύττειν δεῖ. μετὰ παρρησί
ας δεῖ κηρύττειν· ἐπεὶ οὐδὲ κη
ρύττειν ἐστὶν. διὰ τοῦτο φησίν 
οὐκ εἶπεν ὁ χς̅ εἴπατε ἐπὶ τῶν 
δωμάτων· καὶ ἀπὸ τοῦ τόπου· 
καὶ ἀπὸ τοῦ τρόπου τὸ γεγονὸς 
παριστῶν· ὃ ἐπιστεύθην ἐγὼ κα
τ' ἐπιταγὴν τοῦ σρ̅ς ἡμῶν θῦ· 
καὶ τὸ ἐπιστεύθην καὶ τὸ κατ' ἐ
πιταγὴν τὸ ἀξιόπιστον δείκνυ
σιν, ὥστε μηδένα ἀνάξιο̮ πα
θεῖν· μηδὲ ἀκκίζεσθαι. μηδὲ 
δυσχεραίνειν· εἰ τοίνυν ἐπι
ταγή ἐστιν, οὐκ εἰμὶ κς̅· ἐπιταγ
μα κῦ	πληρῶ· τῶν γὰρ πρα
κτέων· τὰ μὲν ἀφ' ἡμῖν κεῖται. 
τὰ δὲ οὐκ ἐφ' ἡμῖν· ἃ μὲν ἐπι
τάττων λέγει. ταῦτα οὐκ ἐφ' ἡμῖν· 
ἅπερ δὲ προτρέπων. ταῦτα 
ἐφ' ἡμῖν τυγχάνει· οἷον· τὸ ἐάν 
τις εἴπη τῶ ἀδελφῶ αὐτοῦ μω
ρὲ ἔνοχος ἔσται εἰς τὴν γέεννᾱ 
τοῦ πυρός· τοῦτο ἐπίταγμα· καὶ 
πάλιν· ὅτ' ἂν προσφέρης τὸ 
δώρον σου ἐπι τὸ θυσιαστήριον· 
καὶ γνῶς ὅτι ὁ ἀδελφός σου ἔ
χει τί κατα σοῦ ἄφες ἐκεῖ τὸ δώ
ρον σου ἔμπροσθεν τοῦ θυσια
στηρίου· καὶ ἀπελθὼν διαλλά
γηθι τῶ ἀδελφώ σου. καὶ τότε 
ἐλθὼν πρόσφερε τὸ δώρον 
σου· 	καὶ τοῦτο ἐπίταγμα· ϗ` 
τὸν μὴ ποιήσαντα ἀνάγκη ὑ
πεύθυνον εἶναι κολάσει· ὅτ' ἂν 
δὲ λέγη· ἐὰν θέλης πώλησόν 
σου τὰ ὑπάρχοντα· καὶ πάλιν 
ὁ δυνάμενος χωρεῖν χωρείτω. 
οὐκ ἔτι ἐπίταγμά ἐστιν· τὸν γὰρ 
ἀκροατὴν ποιεῖ κύριον τῶν λε


χθέντων· καὶ τὴν αἴρεσιν αὐτῶ 
δίδωσι τῶν πραγμάτων· ταῦτα 
μὲν οὖν καὶ ποιῆσαι καὶ μὴ ποι
ῆσαι ἐφ' ἡμῖν· ἀλλ' ἀνάγκη ποι
ῆσαι· ἢ μὴ ποιήσαντα κολα
σθῆναι· τοῦτο οὖν λέγει. ὅτ' ἂν 
λέγη· ἀνάγκη γάρ μοι ἐπίκει
ται· οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ 
εὐαγγελήσωμαι· σαφέστεστερον 
δὲ αὐτὸ ἐρῶ· ἵνα πᾶσιν κατά
δηλον γένηται· οἷον· ὁ τὴν ἀρ
χὴν τῆς ἐκκλησίας ἐμπεπι
στευμένος. καὶ τῆ τῆς ἐπισκο
πῆς ἀξία τετιμημένος· ἂν μὴ 
διαγορεύη τῶ λαῶ τὰ πρα
κτέα, οὐκ ἀνεύθυνος ἔσται· ὁ 
μέντοι λαϊκὸς οὐδὲ μίαν ἀνάγ
κην ἔχει τούτου· τί οὖν φησίν ὁ 
παῦλος· ὅτι κατ' ἐπιταγὴν τοῦ 
σρ̅ς ἡμῶν τοῦτο ποιῶ· καὶ ὅρα 
τὰ ἐπίθετα πρὸς ὃ γὰρ εἶπον 
ἁρμόζει· ἀνωτέρω γὰρ εἰπὼν 
ὁ ἀψευδῆς θς̅· ἐνταῦθα φησῑ 
κατ επιταγὴν τοῦ σρ̅ς ἡμῶν θῦ· 
εἰ τοίνυν σῆρ ἐστὶν καὶ αὐτὸς 
ταῦτα ἐπέταξεν, ἀπὸ τοῦ βού
λεσθαι σώζειν· οὐ τοίνυν φι
λαρχίας τὸ πρᾶγμά ἐστιν· πί
στις γάρ ἐστιν· καὶ ἐπιταγῆ ἐστιν 
καὶ θῦ σρ̅ς· τίτω γνησίω τέκνω· 
ἔστιν γὰρ καὶ μὴ γνήσια εἶναι 
τέκνα ὡς ἐκεῖνος περὶ οὗ 
φησίν·	 ἐάν τις ἀδελφὸς ὀνο
μαζόμενος ἦ πόρνος· ἢ πλε
ονέκτης· ἢ εἰδωλολάτρις· 
ἢ λοίδορος· ἢ μέθυσος τῶ τοι
ούτω μηδὲ συνεσθίην· ἰδοὺ 
καὶ τέκνον καὶ οὐκ ἔστιν τέ
κνον γνήσιον· τέκνον μὲν ἐ
στιν ἐπειδὴ ἅπαξ ἐδέξατο τὴν 


χάριν καὶ ἀνεγεννήθη· οὐ γνή
σιον δε ἐπειδὴ ἀνάξιον τοῦ πρ̅ς 
ἐστιν· ἐπειδὴ πρὸς ἕτερον ἀυτο
μολεῖ τύραννον· ἐπὶ μὲν γὰρ τῶ~ 
φυσικῶν τέκνων, τὸ γνήσιον καὶ 
τὸ μὴ γνήσιον ἀπὸ τῆς ὠδι
νούσης, ἢ τοῦ σπείραντος ὁρί
ζεται· ἐνταῦθα δὲ οὐχ οὕτως· 
ἀλλ' ἀπὸ τῆς προαιρέσεως· 
ἔστιν γὰρ γνήσιον γενόμενον 
μὴ μεῖναι γνήσιον· οὐ γὰρ ἀνάγ
κη φύσεως ταῦτα κατακέκλει
σται. ἀλλ' ἐξουσία προαιρέσεως. 
ὅθεν καὶ συνεχεῖς ἔχει τὰς μετα
βάσεις· ἦν ὀνήσιμος τέκνον 
γνήσιον· ἀλλ' οὐκ οὐκ ἔτι γνήσιον 
ἦν· καὶ γὰρ ἄχρηστος ἐγένε
το, ἀλλὰ πάλιν ἐγένετο γνή
σιον τέκνον· ὡς καὶ αὐτὸν σπλάγ
χνα καλεῖσθαι ἀποστολικά· 
τίτω γνησίω τέκνω κατὰ κοι
νὴν πίστιν· τί ἐστιν κατα κοι
νὴν πίστιν· ἐπειδὴ εἶπεν τέ
κνω καὶ τὴν τοῦ πρ̅ς αὐτοῦ
ἔλαβεν τάξιν. πῶς καὶ ταύ
την τὴν τιμὴν ἐλαττοὶ καὶ 
καταστέλλει· ἄκουσον κατα 
κοινὴν πίστιν· τοῦτ' ἔστιν κατὰ 
τὴν πίστιν οὐδὲν ἔχω σου πλέ-
ον· κοινὴ γάρ ἐστιν· καὶ δι' αὐ
τῆς ἐγὼ ἐτέχθην καὶ σύ· πόθεν 
οὖν τέκνον αὐτὸν καλεῖ· ἤτοι 
τὴν φιλοστοργίαν δηλῶσαι θέ
λων. ἢ τὸ πρότερον εἶναι ἐν τῶ 
κηρύγματι· ἢ τὸ δι' αὐτοῦ πεφω
τίσθαι· διὰ τοῦτο καὶ τέκνα καὶ 
ἀδελφοὺς καλεῖ, ἐπειδὴ ἀπὸ τῆς 
αὐτῆς πίστεως ἐτέχθησαν ἀδελ
φοί· ἐπειδὴ διὰ τῶν ἐκείνου χει
ρῶν τέκνα· τὸ οὖν κατα κοινὴν 


πίστιν, ἀδελφότητα ἠνίξατο· 
χάρις καὶ εἰρήνη ἀπὸ θῦ πρ̅ς· 
καὶ κῦ ιῦ χῦ τοῦ σρ̅ς ἡμῶν· ἐπειδὴ 
εἶπεν τέκνον, ἐπήγαγεν ἀπὸ 
θῦ πρ̅ς, ὥστε ἀναστῆσαι αὐτοῦ 
τὴν διάνοιαν καὶ μαθεῖν· τί
νος ἐστὶν τέκνον· καὶ ὅτι οὐτῶ 
κοινὴ πίστιν εἰπεῖν μόνον, ἀλλὰ 
καὶ τῶ ἐπαγαγεῖν πρ̅ς ἡμῶν τὸ ὁ
μότιμον αὐτοῦ δείκνυσιν· ὅρα 
δὲ πῶς τοῖς μαθηταῖς καὶ 
τοῖς πολλοῖς ἐπεύχεται· ταῦτα 
καῖ τῶ διδασκάλω· ὁμοίως 
γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιού
των εὐχῶν, πολλῶ μᾶλλον ἢ ἐ
κεῖνοι· ὅσω καὶ πλείονας ἔ
χθρας ἔχει· ὅσω καὶ πλείονας ἀνάγ
κας τοῦ προσκρούειν τῶ θῶ· ὅ
σω γὰρ μέγα τὸ ἀξίωμα, τοσού
τω μείζους καὶ οἱ κίνδυνοι τῶ 
τὴν ἱεροσύνην ἔχοντι· ἀρκεῖ 
γὰρ καὶ ἕν κατόρθωμα ἐπι
σκοπῆς ἀνενεγκεῖν εἰς τὸν 
οὐνὸ̅ν· καὶ ἕν ἀμάρτημα ἐμβα
λεῖν εἰς αὐτὴν τὴν γέενναν· 
ἵνα γὰρ τὰ ἄλλα πάντα παρῶ 
τὰ καθεκάστην ἡμέραν συμπί
πτοντα· ἀν τύχη ποτέ τινὰ· ἢ 
δια φιλίαν· ἢ δι' ἄλλην τινὰ 
αἰτίαν ἀνάξιον εἰς ἐπισκοπὴν 
παραγαγεῖν καὶ πόλεως ἐπιτρέ
ψαι μεγάλης ἄρχειν, ὅρα πό
σου πυρὸς ἑαυτὸν καθίστησιν 
ἔνοχον· οὐ γὰρ τῶν ψυχῶν τῶν 
ἀπολλυμένων μόνον· ἀπόλλυ
σιν γὰρ αὐτὰς ἀνευλαβῆς ὢν· 
ἀλλὰ καὶ πάντων τῶν ὑπε
κείνου πραττομένων αὐτὸς 
δώσει τὰς εὐθύνας· ὁ γὰρ ἐν τά
ξει ὢν ἰδία ἀν̮ευλαβῆς, πολλῶ 


μᾶλλον ὅτ' ἂν ἐπιλάβηται τῆς ἀρ
χῆς· καὶ γὰρ κενοδοξία τότε σφο
δρότερον ἐπιτίθεται· καὶ χρημά
των ἔρως· καὶ αὐθάδεια τῆς ἀρ
χῆς τὴν ἐξουσίαν παρεχούσης· 
καὶ πρὸσκρούσματα· καὶ ὕβρεις· 
καὶ λοιδορίαι. καὶ μυρία ἕτερα· 
ἀγαπητὸν γὰρ τὸν εὐλαβὴ μεῖ
ναι τοιοῦτον ἐπιλαβόμενον τῆς 
ἀρχῆς· ἂν οὖν τις ἀνευλαβὴς 
ἦ μᾶλλον ἔσται ἀνευλαβέστε
ρος τοιοῦτος γενόμενος· ὅτ' ἂν 
οὖν τοιοῦτος ἐπιστήση ἄρχοντα 
πάντων τῶν ἁμαρτανομένων 
ὑπ' ἐκείνου, καὶ δὴμων ὁλοκλή
ρων ὑπεύθυνος ἔσται· εἰ δὲ ὁ μί
αν ψυχὴν σκανδαλίζων συμφέ
ρει αὐτῶ ἵνα μύλος ὀνικὸς κρε
μασθῆ εἰς τὸν τράχηλον αὐτοῦ 
καὶ καταποντισθῆ ἐν τῶ πελά
γει τῆς θαλάσσης, ὁ τοσαύτας 
ψυχὰς σκανδαλίζων πόλεις ὁ
λοκλήρους· καὶ μυρίας ψυχάς· 
ἄνδρας· γυναῖκας· παῖδας· 
πολίτας· γεωργοὺς· τοὺς ἐν αὐ
τὴ τῆ πόλει· τοὺς ἐν ἐτέραις ταῖς 
ὑπ' ἐκείνην τὴν πόλιν, τί ὑποστή
σεται· κἂν γὰρ τριπλασίονα ἕτε
ραν εἴπης. οὐδὲν ἐρεῖς, τοσαύτης 
ἔσται ὑπεύθυνος κολάσεως· 
καὶ τιμωρίας· ὥστε μάλιστα. οὗ
τος δεῖται τῆς χάριτος τοῦ θῦ s` 
τῆς εἰρήνης· ἂν γὰρ μὴ μετὰ 
ταύτης κυβερνῆ τὸν λαὸν. πάν
τα οἴχεται καὶ ἀπόλωλεν αὐ
τῶν οὐκ ὄντων· κἂν γὰρ ἔμπει
ρος ἦ τῆς κυβερνητικῆς· ἂν μὴ 
τοὺς οἵακας τούτους ἔχη τὴν χά
ριν καὶ τὴν εἰρήνην τὴν παρα 
τοῦ θῦ. καταδύσει τὸ σκάφος καὶ 


τοὺς ἐμπλέοντας· ὅθεν ἐμοὶ 
θαυμάζειν ἕπεστη τοὺς ἐφιεμέ
νους ὄγκου τοσούτου· ἄθλιε ἄνε̅ 
καὶ ταλαίπωρε· οὐχ ὁρᾶς τίνος 
ἐφίεσαι· κατὰ σαυτὸν ἂν ἦς 
καὶ ἄγνωστος καὶ ἄσημος· κἂν 
μυρία ἁμάρτης ἀλλὰ μιᾶς ψυχῆς 
δώσεις λόγον, καὶ ταύτης εὐθύ
νας ὑφέξεις μόνον· ὅτ' ἂν δὲ εἰς 
τὴν ἀρχὴν ταύτην ἀχθῆς, ἐν
νόησον πόσων καὶ ἄλλων ὑπεύ
θυνος εἶ τιμωριῶν· ἄκουε γὰρ 
παύλου λέγοντος· πείθεσθαι 
τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπεί
κεται· αὐτοὶ γὰρ ἀγρυπνούσιν 
ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον 
ἀποδώσοντες· ἀλλὰ τιμῆς ἐ
φίεσθαι καὶ ἀρχῆς; καὶ τίς ἡ ἡ
δονὴ ταύτης τῆς τιμῆς· οὐ γὰρ 
δὴ οὐδὲ τοῦτο ὁρῶ· οὐ γάρ ἐστιν 
δυνατὸν ἄρχοντα εἶναι ἀλη
θῶς· πῶς; ὅτι ἐν τῆ ἐξουσία 
κεῖται τῶν ἀρχομένων τὸ ὑπα
κούειν· καὶ εἴ τις ἀκριβῶς ἐξε
τάσειεν τὸ πρᾶγμα· οὐκ ἐπὶ ἀρ
χὴν ἔρχεται ὁ τοιοῦτος, ἀλλὰ 
δουλεύει μυρίοις δεσπότας· 
ἐναντία καὶ ἐπιθυμοῦσιν καὶ 
λέγουσιν· ὅπερ γὰρ ἔγκωμιάζει 
ἐκεῖνος, μέμφεται ἕτερος· ὅπερ 
λέγει οὗτος, θαυμάζει ἄλλος· τί
νος οὖν ἀκοῦσαι χρή· τίνι πει
σθῆναι οὐκ ἔστιν· καὶ ὁ μὲν ἀρ
γυρώνητος· κἂν ἐναντία ὁ δε
σπότης τῶ δούλω προστάξει, οὐ 
δυσχεραίνει· σὺ δὲ ἀν τοσού
των δεσποτῶν ἐναντία ἐπι
ταττόντων ἀλγήσης καὶ τού
του δίδως δίκην τὰ πάντων 
ἐπὶ σὲ στόματα ἀνοίγων· τοῦτο οὖν 


εἰπέ μοι τιμή; τοῦτο ἀρχή. τοῦτο 
ἐξουσία;	εἶπεν ὁ τὴν ἐπισκο
Πὴν ἔχων εἰσενεγκεῖν χρήματα· 
ἂν μὴ θέλη οὐ μόνον εἰσήνεγκε̅ 
ἀλλὰ καὶ ὑπὲρ τοῦ μὴ δόξαι ῥα
θυμεῖν ἕνεκεν τοῦτο ποιεῖν 
κατηγορεῖ τοῦ κελεύσαντος· 
κλέπτει φησὶν· ἁρπάζει· κατα
πίνει τὰ τῶν πενήτων· κατε
σθίει τὰ τῶν πτωχῶν· παῦσαι λοι
δορῶν· οὐ βούλει εἰσενεγκεῖν; 
οὐδεὶς ὁ καταναγκάζων· οὐ
δεὶς ὁ βιαζόμενος· τί καὶ λοι
δορῆ τῶ παραινοῦντι καὶ συμ
βουλεύοντι· ἀλλ' εἰς χρείαν 
τις κατέστη καὶ οὐκ ὤρεξεν χεῖ
ρα μὴ δυνηθεὶς. οὐδεμία συγ
γνώμη· ἀλλὰ πάλιν κατηγο
ρίαι χείρους τῶν προτέρων· 
τοῦτο οὖν ἀρχῆ καὶ ἀμύνεσθαι 
οὐκ ἔχει· σπλάγχνα γάρ αὐτοῦ ἐ
στιν ἴδια· καὶ ὥσπερ τὸ σπλάγ
χνον· κἂν οἰδαίνη καὶ πόνους 
παρέχει καὶ τῆ κεφαλῆ καὶ τῶ 
λοιπῶ σώματι οὐ τολμῶμεν ἀ
μύνασθαι· οὐδὲ λαβόντες ξί
φος διαρῥηγνύομεν, οὕτως 
κἂν τῶν ἀρχομένων τις τοιοῦ
τος ἦ πόνους ἡμῖν παρέχων 
καὶ ἀθυμίας ἐκ τῶν κατηγο
ριῶν τούτων, οὐ τολμῶμεν ἀμύ
νεσθαι· πόρῥω γὰρ ταῦτα πα
τρικῆς διανοίας, ἀλλὰ ἀνάγκη 
φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖ
νος ὑγιάνη καλῶς· ὁ ἀργυρώ
Νητος οἰκέτης, ἔχει τι ἔργον ἐπιτε
ταγμένον· κἂν τοῦτο ἀνύση, λοι
πὸν ἑαυτοῦ κύριος γίνεται· οὗ
τος δὲ πανταχοῦ περιέλκεται· 
πολλὰ καὶ τῶν ὑπὲρ δύναμιν 


ἀπαιτεῖται· ἂν μὴ εἰδῆ λέγειν, 
πολὺς ὁ γογγυσμός· ἂν ἤδη λέγει̅, 
πάλιν κατηγορίαι· κενόδοξός 
ἐστιν· ἂν μὴ νεκροὺς ἀνιστᾶ, οὐ
δενὸς λόγου ἄξιός φησίν· ὁ δεῖ
να εὐλαβῆς ἐστιν. οὗτος δὲ οὔ· 
ἂν ἀπολαύη συμμέτρου τρο
φῆς, πάλιν κατηγορίαι· ἐδεῖ 
αὐτὸν ἀπηγχονῆσθαι φησίν· ἂν 
λουόμενον ἴδη τίς, πολλαὶ κα
τηγορίαι· οὐδὲ τὸν ἥλιον ὁρᾶ~ 
ὀφείλει φησίν· εἰ δὲ τὰ αὐτὰ 
πράττει ἅπερ καγὼ· καὶ λούεται· 
καὶ ἐσθίει· καὶ πίνει· καὶ ἱμάτια 
περιβέβληται· καὶ οἰκίας φρον
τίζει καὶ οἰκετῶν, τίνος ἕνεκεν 
ἐμοῦ προέστηκεν· ἀλλὰ καὶ οἰ
κέτας ἔχει φησὶν τοὺς διακονου
μένους αὐτῶ· καὶ ἐπὶ ὄνου ὀχεῖται, 
τίνος ἕνεκεν ἐμοῦ προέστη
κεν·	 ἀλλὰ τί εἰπέ μοι· οὐκ ὀφεί
Λει τὸν διακονούμενον ἔχειν, ἀλλ' 
αὐτὸς τὸ πῦρ ἀνακαίειν καὶ ὑ
δροφορεῖν· καὶ ξύλα διακλᾶν· 
καὶ εἰς ἀγορᾶν ἐμβαλεῖν; καὶ ὅ
ση αἰσχύνη τοῦτο γίνεται· καὶ οἱ 
μὲν ἅγιοι ἐκεῖνοι ἄνδρες οἱ ἀπό
στολοι· τὸν τῶ λόγω προσκαρτε
ροῦντα· οὐδὲ διάκονον χηρῶν 
βούλεται πρὸς ανέχειν· ἀλλ' ἀ
νάξιον αὐτοῦ τὸ πρᾶγμα εἶναι 
ἐνόμισαν· σὺ δὲ αὐτὸν καὶ εἰς 
τὴν τῶν οἰκετῶν ὑπηρεσίαν 
καθέλκεις τῶν σῶν, διατί ταῦ
τα ἐπιτάττων οὐ παρέρχη σὺ 
καὶ ταῦτα πληροῖς·	 εἰπέ μοι· 
Οὐχὶ μείζονά σοι διακονεῖται ὑ
πηρεσίαν. εἰ σὺ τὰ σωματικά. 
διατί μη σὺ τὸν παῖδα πέμπης 
τὸν σὸν πρὸς τὴν τούτου ὑπηρε


σίαν· ὁ χς̅ ἔνιψεν τοὺς πόδας τῶ~ 
μαθητῶν· σὺ θεραπείαν ἂν πα
ράσχης τῶ διδασκάλω, μέγα τί 
ποιεῖς; ἀλλ' οὔτε σὺ βούλει πα
ρασχεῖν, καὶ αὐτὸν κωλύεις· 
τί οὖν· ἀπὸ τοῦ οὐνο̅ῦ ζῆν ὀφεί
λει; ἀλλ' οὐ βούλεται οὕτως ὁ θς̅· 
τί οὖν· οἱ ἀπόστολοι φησὶν ἐλευ
θέρους εἶχον δουλεύοντας· βού
λει καὶ τοῦτο ἀκοῦσαι πῶς οἱ ἀ
πόστολοι διῆγον; ἀποδημίας 
ἐποιοῦντο· καὶ ἄνδρες ἐλεύ
θεροι· καὶ εὐγενίδες γυναῖκες 
ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως. 
καὶ τὰς ψυχὰς καὶ τὰς κεφα
λὰς ὑπετίθεσαν τὰς ἑαυτῶν· 
ἄκουε δὲ καὶ τοῦ μακαρίου τού
του παραινοῦντος καὶ λέγοντος, 
τοὺς οὖν τοιούτους, ἐντίμους ἔχε
τε· ὅτι διὰ τὸ ἔργον τοῦ χῦ μέχρι 
θανάτου ἤγγισεν παραβουλευ
σάμενος τῆ ψυχῆ ἵνα ἀναπλη
ρώθῆ, τὸ ὑμῶν ὑστέρημα τῆς 
πρός ἐμὲ λειτουργίας· ὁρᾶς τί 
φησίν· σὺ δὲ οὐδὲ λόγον προΐε
σαι ὑπὲρ τοῦ πρ̅ς τοῦ σοῦ· μήτι γε 
κίνδυνον τοσοῦτον ἀναδέχη; 
ἀλλὰ λούεσθαι φησὶ οὐ χρή· δια
τί· εἰπέ μοι· ποῦ τοῦτο κεκώλυ
ται· οὐδὲ γὰρ ὁ ῥύπος καλόν· οὐ
δαμοῦ· ταῦτα ὁρῶμεν ἐγκαλού
μενα· οὐδὲ θαυμαζόμενα· ἄλ
λα γάρ ἐστιν ἅπερ ἐπέταξεν 
τὸν ἐπίσκοπον ἔχειν· ἀνέγκλητο̅ 
εἶναι· σώφρονα· κόσμιον· διδα
κτικόν· ταῦτα ἀπαιτεῖ ὁ άπό
στολος· ταῦτα καὶ σὺ ἐπιζήτει 
παρὰ τοῦ ἄρχοντος. περαιτέ
ρω δὲ μηδέν· οὐκ εἶ τοῦ παύλου 
ἀκριβέστερος· μᾶλλον δὲ οὐκ εἶ 


τοῦ πν̅ς ἀκριβέστερος· ἂν ἦ πλή
κτης· ἢ πάροινος· ἄνομος· καὶ 
ἀνηλεῆς, κατηγορεῖ. ἀνάξια 
ταῦτα τοῦ ἐπισκόπου· ἂν τρυ
φᾶ, καὶ τοῦτο κατηγορία· ἀν δὲ 
θεραπεύη τὸ σῶμα ἵνα σοι δια
κονῆ· ἂν ἐπιμελῆται ἵνα σοι 
χρήσιμος ἦ, ὑπὲρ τούτων αὐτὸν 
ἐγκαλεῖσθαι δεῖ· οὐκ οἶδας ὅτι 
ἀσθένεια σωματικὴ τῆς κατὰ 
ψυχὴν ἀσθενείας οὐχ ἧττον; καὶ 
ἡμᾶς βλάπτει καὶ τὴν ἐκκλη
σίαν· διατί διορθοῦται αὐτὴν ὁ 
παῦλος γράφων τῶ τιμοθέω· 
οἴνω ὀλίγω χρῶ διὰ τὸν στόμαχόν 
σου καὶ τὰς πυκνάς σου ἀσθενεί
ας· εἰ μὲν γὰρ ψυχὴ μόνη τὴν 
ἀρετὴν κατορθοῦμεν, οὐκ ἔδει 
φροντίζειν τοῦ σώματος· τί δὲ 
ὅλως καὶ γεγόναμεν· εἰ δὲ πολ
λῆ τούτου ἡ συντέλεια, πῶς 
οὐκ ἐσχάτης ἐστὶν ἀνοίας τούτου 
ἀμελεῖν·	 ἔστω γὰρ τις ἀνὴρ 
ἐπισκοπῆ τετιμημένος· καὶ 
τοῦ κοινοῦ τῆς ἐκκλησίας τὴν 
προστασίαν ἐγκεχειρισμένος· 
καὶ τὰ μὲν ἄλλα ἔστω ἐνάρετος· 
καὶ πάντα ἔχων ἅπερ ἔχειν 
ἁρμόττει τὸν ἱερωμένον· διαὰ 
παντὸς δὲ τῆ κλίνη προσδε
δέσθω ὑπὸ πολλῆς ἀρρωστίας· 
τί οὗτος ὀνῆσαι δυνήσεται· ποί
αν ἀποδημίαν στείλασθαι· ποί
ας ἐπισκέψεις ποιήσασθαι· 
τίνι ἐπιπλῆξαι· τίνα νουθετῆ
σαι· ταῦτα εἶπον ἵνα εἴδητε 
μᾶλλον ἀποδέχεσθαι· ἵνα ϗ` 
εἴ τις ἐφίεται τῆς ἀρχῆς, τὰς 
νιφάδας τῶν κατηγοριῶν ὁ
ρῶν· τὴν τοιαύτην ἐπιθυμίαν 


ΙΓ̅


σβεννύτω· μέγας γὰρ ὄντως κίν
δυνος καὶ τῆς τοῦ θῦ δεόμενος 
χάριτος καὶ τῆς εἰρήνης· ἣν ἐπεύ
χεσθε ἡμῖν εἶναι πολλὴν, καὶ ἡ
μεῖς ὑμῖν· ἵνα ἀμφότεροι κατορ
θώσαντες τὴν ἀρετὴν, οὕτω τύ
χωμεν τῶν ἐπηγγελμένων ἀγα
θῶν· ἐν χῶ ἰῦ τῶ κῶ ἡμῶν· με
θοῦ τῶ πρι̅ ἅμα τῶ ἁγίω πνι̅· νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων ἀμήν·


ΟΜΙΛΙΑ Β̅
ΤΟΥΤΟΥ ΧΑΡΙΝ ΚΑΤΕΛΙΠΟΝ ΣΕ ΕΝ 
ΚΡΗΤΗ ΙΝΑ ΤΑ ΛΕΙΠΟΝΤΑ ΕΠΙΔΙΟΡ
ΘΩΣΕΙ· ΚΑΙ ΚΑΤΑΣΤΗΣΗΣ ΚΑΤΑ ΠΟ
ΛΙΝ ΠΡΕΣΒΥΤΕΡΟΥΣ ΩΣ ΕΓΩ ΣΟΙ ΔΙΕ
ΤΑΞΑΜΗΝ· ΕΙ ΤΙΣ ΕΣΤΙΝ ΑΝΕΓΚΛΗ
ΤΟΣ ΜΙΑΣ ΓΥΝΑΙΚΟΣ ΑΝΗΡ· ΤΕ
ΚΝΑ ΕΧΩΝ ΠΙΣΤΑ· ΜΗ ΕΝ ΚΑΤΗΓΟ
ΡΙΑ ΑΣΩΤΙΑΣ ΑΝΥΠΟΤΑΚΤΑ :~
Τοῖς μὲν παλαιοῖς ἀνδράσιν ἅ
πας ὁ βίος ἦν, ἐνεργὸς s` ἐναγώ
νιος· ἡμῖν δὲ οὐχ οὕτως. ἀλλὰ 
ῥαθυμίας μεστός· ἐκεῖνο μὲν γ\ 
ἤδεσαν, ὅτι διὰ τοῦτο εἰς τὸν 
κόσμον παρήχθημεν ἵνα τὸ 
παραγαγόντι κατα γνώμην ἐρ
γάζωνται· ἡμεῖς δὲ ὡς διὰ 
τοῦτο παραχθέντες, ἵνα ἐσθίω
μεν καὶ πίνωμεν καὶ τρυφῶμε̅· 
οὕτως οὐδενὸς τῶν πνι̅κῶν λόγο̅ 
ποιούμεθα· οὐ περὶ τῶν ἀποστό
λων λέγω μόνον, ἀλλὰ καὶ τῶν 
μετ' αυτῶν·	ὁρᾶς γοὖν αὐτοὺς 
πάντας διατρέχοντας· καὶ ὥ
σπέρ τινος ἔργου τούτου ἐπιλημ
μένους, καὶ δι' ὅλου ἐν ξένη δια
τρίβοντας οὐκ ἔχοντας πόλιν 
ἐπὶ τῆς γῆς; ἄκουσον γοῦν τοῦ 


μακαρίου τούτου τί φησιν· τούτου 
χάριν κατέλιπόν σε ἐν κρήτη· 
Καθάπερ γὰρ οἰκίαν μίαν τὴν οἰ
κουμένην διανειμάμενοι, οὕ
τως ἄπαντα διηκονοῦντο· καὶ 
τῶν ἀπανταχοῦ ἐπεμελοῦντο· 
ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο λαβὼν 
τὸ μέρος· τούτου γὰρ χάριν φη
σὶν κατέλιπόν σε ἐν κρήτη· 
ἵνα τὰ λείποντα ἐπιδιορθώ
ση· οὐκ ἐπιτακτικῶς αὐτῶ 
παραινεῖ τέως. ἵνα ἐπιδιορθώ
ση φησίν· ὁρᾶς ψυχὴν φθόνου 
παντὸς καθαρὰν. πανταχοῦ 
τὸ τῶν μαθητευομένων χρή
σιμον ζητοῦσαν; οὐκ ἀκριβολο
γούμενον. εἴτε δι' αὐτοῦ εἴτε 
δι' ἑτέρου γένοιτο· ἔνθα μὲ̅ 
γὰρ ἦν κίνδυνος· καὶ πολλὴ 
διδασκαλία αὐτὸς κατόρ
θου παρ' ὦν· ἃ δὲ τιμὴν μᾶλ
λον ἔφερεν ἢ πόνον εἴχεν, 
ταῦτα ἐπιτρέπει τῶ μαθη
τῆ· τῶν ἐπισκόπων λέγω τὰς 
χειροτονίας· καὶ τὰ ἄλλα ἅ
παντα ὅσα ἐδεῖτό τινος ἐπι
διορθώσεως· ὠς ἂν εἴποι τίς 
πλείονος καταρτισμοῦ· τί 
λέγεις εἰπέ μοι· τὰ σὰ πρὸς δι
ορθοῦται καὶ οὐχ ἡγῆ τὸ πρᾶ
γμα αἰσχρὸν, οὐδὲ αἰσχύνην 
σοι φέρειν; οὐδαμῶς· πρὸς 
γὰρ τὸ κοινὸν κέρδος ὁρῶμε
νον· εἴτε δι' ἐμοῦ εἴτε δι' ἐτέ
ρου γένοιτο, οὐδὲν ἐμοὶ δια
φέρει· οὕτω τὸν παρεστῶτα 
χρῆ διακεῖσθαι· μὴ τὴν ἰδί
αν τιμὴν ζητεῖν, ἀλλὰ τὸ κοι
νῆ συμφέρον· καὶ καταστήσης 
φησὶν κατα πόλιν πρεσβυτέ
ρους·


ταύτην μετίωμεν· ἀν ταύτης ἔχω
μεθα. οὐδὲν ἡμῖν ἔσται δεινόν· 
πάντα ῥάδια, πάντα εὔκο
λα· κἂν δια πυρὸς διὰβαίνω
μεν· κἂν δι' ὕδατος. πάντα εἴ
κη τῆ ἀρετῆ, καὶ παραχωρεῖ 
καὶ αὐτὸς ὁ θάνατος· ζηλῶ
μεν τοίνυν αὐτὴν, ἵνα καὶ τῶν 
μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· 
ἐν χῶ ιῦ τῶ κῶ ἡμῶν· μεθοῦ τῶ
π͞ρι ἅμα τῶ ἁγίω π͞νι νῦν καὶ 
ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν 
αἰώνων ἀμήν·