4


† ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ
Π̅ΡΣ ΗΜΩΝ Ι
ΩΑΝΝΟΥ ΑΡΧΙ
ΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙ
ΝΟΥΠΟΛΕΩΣ
ΤΟΥ ΧΡΥΣΟΣΤΟ
ΜΟΥ, ΕΡΜΗ
ΝΕΙΑ ΕΙΣ Τ`
ΠΡΟΣ ΤΙ
ΤΟΝ ΕΠΙ
ΣΤΟΛΗΝ⁘


※ ΛΟΓΟΣ Α΄ ※


ΠΑΥΛΟΣ ΔΟΥΛΟΣ Θ̅Υ· ΑΠΟ
ΣΤΟΛΟΣ ΔΕ, Ι̅Υ Χ̅Υ ⁖
Τῶν παύλω συνόντων, δόκι
μος οὗτος ἦν σφόδρα· εἰ μὴ
γὰρ ἦν δόκιμος, οὐκ ἂν αὐτῶ
τὴν νῆσον ὁλόκληρον ἐπέ
τρεψεν· οὐκ ἂν τὰ ἐλλειφθέν
τα ἀναπληρῶσαι προσέταξ<.
ἵνα γάρ φησι τὰ λείποντα ἐπι
διορθώση· οὐκ ἂν τοσούτων
ἐπισκόπων κρίσιν ἐπέτρεψ<,
εἰ μὴ σφόδρα ἐθάρρει τἀνδρί‧
φασὶ δὲ αὐτὸν καὶ νέον εἶναι,
διὰ τὸ τέκνον αὐτὸν λέγειν· 
πλὴν ἀλλ' οὐπω τοῦτο δῆλον ἀπὸ
τούτου· Οἶμαι δὲ αὐτοῦ καὶ ἐν ταῖς
πράξεσιν εἶναι μνείαν· τάχα
ς` κορίνθιος ἦν, εἰ μή τις ἕτερος
ἦν ὁμώνυμος αὐτῶ· ς` ζηνᾶν	
μὲν καλεῖ πρὸς ἑαυτόν· ς` ἀπο
λλὼ πεμφθῆναι βούλεται.
τοῦτον δὲ οὔ· ς` γὰρ ἐναντίον
τοῦ αὐτοκράτορος, μείζονα
τούτοις ἐμαρτύρει τὴν ἀνδρίαν
ς` τὴν ἀρετήν· δοκοῦσι δέ μοι
Χρόνοι εἶναι μέσοι τινὲς, καὶ
ἐν ἀδεία ὁ παῦλος ὢν γράφει
ταῦτα· οὐδὲν γὰρ περὶ πειρασμῶν


φησιν· συνεχῶς δὲ περιστρέ
φει τοῦ θῦ τὴν χάριν καὶ ἄνω
ς` κάτω· ἱκανὴν οὖσαν παρά
κλησιν τοῖς πεπιστευκόσι πρὸς
ἀρετήν· τὸ γὰρ μαθεῖν τίνων
Μὲν ἦσαν ἄξιοι· πρὸς τί δὲ με
τέστησαν καὶ ταῦτα χάριτι·
ς` τίνων ἠξίωνται, οὐ μικρὰ
προτροπή· ἀποτείνεται δὲ
ς` πρὸς ἰδουαίους· εἰδὲ ὁλό
κληρον τὸ ἔθνος ὑβρίζει, μὴ
θαυμάσης· καὶ ἐπὶ γαλατῶν
γὰρ αὐτὸ ποιεῖ λέγων· ὦ ἀνό
ητοι γαλάται· οὐχ ὑβριστικοῦ
δὲ τοῦτο ἤθους, ἀλλ' ἐρωτικοῦ·
εἰ μὲν γὰρ τῶν αὐτοῦ ἕνεκεν
ταῦτα ἐποίει, εἰκότως τις
αὐτῶ ἐπεμέψατο· εἰ δὲ πε
πυρωμένος καὶ ζέων ὑπέρ τοῦ 
κηρύγματος, οὐχ ὑβριστικῶς
αὐτὸ ἐποίει· καὶ ὁ χ̅ς δὲ μυρία
Ἐλοιδορεῖτο τοῖς γραμματεῦσι
ς` φαρισαίοις· ἀλλ' οὐχὶ αὐτοῦ
ἕνεκεν, ἀλλ' ὅτι τοὺς ἄλλους
ἅπαντας ἀπώλλυον· βραχεῖαν
δὲ ποιεῖ τὴν ἐπιστολὴν εἰκότως
ς` τοῦτο δὲ τῆς ἀρετῆς τοῦ τίτου
τεκμήριον ἦν, τὸ μὴ δεῖσθαι


λόγων πολλῶν· ἀλλ' ὥσπέρ τινος
ὑπομνήσεως· αὕτη δέ μοι
Δοκεῖ τῆς πρὸς τιμόθεον εἶναι
προτέρα ἡ ἐπιστολή· ἐκείνην
μὲν γὰρ πρὸς τῶ τέλει ὢν ἔ
γραφεν· ἐνταῦθα δὲ ἄφετος
ὢν καὶ λελυμένος· τὸ γὰρ κέ
κρικα παραχειμάσαι ἐν νικο
πόλει, τεκμήριον ἦν τοῦ μη
δέπω ἐν δεσμοῖς εἶναι· ἐκεῖ δὲ
συνεχῶς ἑαυτὸν δέσμιον καλεῖ
τί οὖν φησι· παῦλος δοῦλος
θῦ· ἀπόστολος δὲ ἰῦ χῦ, κατὰ 
πίστιν ἐκλεκτῶν θῦ· ὁρᾶς
Πῶς ἀδιαφόρως αὐτὰ τίθησι·
ποτὲ μὲν ἑαυτὸν τοῦ θῦ δοῦλον
λέγων, τοῦ δὲ χῦ ἀπόστολον·
ποτὲ δὲ τοῦ χῦ δοῦλον, παῦλος
δοῦλος ἰῦ χῦ; οὕτως οὐδὲ μίαν
οἶδε διαφορὰν μεταξὺ πρ̅ς
ς` ὑιοῦ· κατὰ πίστιν ἐκλεκτῶν
θῦ καὶ ἐπίγνωσιν ἀληθείας
τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι
ζωῆς αἰωνίου· κατὰ πίστιν
ἐκλεκτῶν θῦ· ἀντὶ τοῦ ὅτι
Ἐπίστευσας ἢ ὅτι ἐπιστεύθης·
οἶμαι αὐτὸν λέγειν ς` ὅτι αὐτὸς
ἐπιστεύθη τοὺς ἐκλεκτοὺς τοῦ θῦ·


5


τουτέστιν, οὐκ ἀπὸ κατορθω
μάτων οὐδὲ ἀπὸ πόνων καὶ
ἱδρώτων τὸ ἀξίωμα ἔλαβον,
ἀλλὰ τὸ πᾶν τῆς τοῦ πιστεύ
σαντος εὐεργεσίας ἐγένετο·
Εἶτα ἵνα μὴ ἄλογος ἡ χάρις νο
μισθῆ, οὔτε γὰρ τὸ πᾶν αὐτοῦ·
ἐπεὶ δια τί μὴ καὶ ἑτέροις ἐνε
πίστευσε, δια τοῦτο ἐπήγαγε
τὸ. ς` ἐπίγνωσιν ἀληθείας τς̅
κατ' εὐσέβειαν· ἀπὸ ταύτης φη
σὶν ἐπιστεύθην· μᾶλλον δὲ ς`
τὸ ἐπιστεύθην ἐκ τῆς αὐτοῦ
χάριτος· καὶ γὰρ ς` τούτου αὐτὸς
αἴτιος· δια τοῦτο καὶ αὐτὸς ὁ
χ̅ς λέγει· οὐχ ὑμεῖς με ἐξελέξα
σθε, ἀλλ' ἐγὼ ὑμᾶς ἐξελεξάμ~·
ς` πάλιν αὐτὸς οὗτος ὁ μακάριος
ἑτέρωθι γράφων φησίν· ἐπι
γνώσομαι καθὼς ς` ἐπεγνώ
σθην· καὶ πάλιν· εἰ καταλάβω
ἐφ' ὃ καὶ κατελήφθην ὑπὸ τοῦ
χῦ ἰῦ· πρότερον κατελήφθημ<,
Καὶ ὕστερον ἐπέγνωμεν· καὶ
πρότερον ἐπεγνώσθημεν, ς`
τότε κατελάβομεν· πρότερον
ἐκλήθημεν, καὶ τότε ὑπηκού
σαμεν· Τῶ δὲ κατὰ πίστιν εἰπεῖν,


τὸ πᾶν ἐκείνοις λογίζεται· ὅτι
δι' ἐκείνους εἰμὶ ἀπόστολος· οὐχ
ὡς ἄξιος, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς·
ὅπερ καὶ ἀλλαχοῦ λέγει· πάντα
γὰρ ὑμῶν ἐστιν· εἴτε παῦλος,
εἴτε ἀπολλώς· καὶ ἐπίγνωσ~¨
φησιν ἀληθείας τῆς κατ' εὐσέ
βειαν· ἔστι γὰρ ἀλήθεια πραγ
Μάτων, ἀλλ' οὐ κατ' εὐσέβειαν· οἷον
τὸ εἰδέναι τὰ γεωργικά· τὸ εἰ
δέναι τέχνας, ἀληθῶς ἐστιν εἰ
δέναι· ἀλλ' αὕτη κατ' εὐσέβειαν
ἡ ἀλήθεια· ἢ τὸ κατὰ πίστιν, ὅτι
ἐπίστευσαν καθάπερ οἱ λοιποὶ
ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν τ̅`
ἀληθείαν· ἀπὸ πίστεως ἄρα ἡ
ἐπίγνωσις οὐκ ἀπὸ λογισμῶν·
ἐπ' ἐλπίδι ζωῆς αἰωνίου· εἶπε
τὴν παροῦσαν τὴν ἐν τῆ χάρι
τι τοῦ θῦ, λέγει καὶ τὴν μέλλουσαν
ς` ἔπαθλα τίθησιν ἡμῖν ὑπὲρ
ὧν ἡμᾶς εὐηργέτησεν· ἐπεὶ
γὰρ ἐπιστεύσαμεν καὶ ἀπηλλά
γημεν τῆς πλάνης, στεφανοῦν
ἡμᾶς βούλεται· ὅρα πῶς
Γέμει τὸ προοίμιον τῶν εὐεργε
σιῶν τοῦ θῦ· καὶ ὅλη δι' ὅλης
ἡ ἐπιστολὴ αὕτη μάλιστα τοιαύτ~¨


τυγχάνει· καὶ αὐτὸν τὸν ἅγιον
ἐκεῖνον διανιστῶσα μᾶλλον
πρὸς τοὺς πόνους καὶ τοὺς μα
θητευομένους· οὐδὲν γὰρ οὕ
Τως ἡμᾶς ὠφελεῖ, ὡς τὸ συνεχῶς
μεμνῆσθαι τῶν εὐεργεσιῶν
τοῦ θῦ· καὶ τῶν κοινῆ, ς` τῶν
ἰδία· εἰ γὰρ φίλου εὐεργεσίας
ἀνενεγκόντες· ἢ ῥῆμα προ
σηνὲς ἀκούσαντες ἢ πρᾶγμα
διαθερμαινόμεθα, πολλῶ μᾶ
λλον ὅταν ἴδωμεν πόσοις
κινδύνοις περιεπέσομεν ς`
ἀπὸ πάντων ἡμᾶς ἐξείλετο ὁ θ̅ς,
προθυμότεροι περὶ τὴν ὑπα
κοὴν ἐσόμεθα· ς` ἐπίγνωσ~¨
φησιν ἀληθείας· ἀλήθειαν δὲ
ἐνταῦθα, πρὸς τὸν τύπον οὕτως
εἶπε· ς` γὰρ καὶ ἐκείνη ἐπίγνω
σις ἦν· καὶ εὐσέβειαν ἦν, ἀλλ'
οὐκ ἀληθείας· οὐ μὴν οὐδὲ ψεύδους.
ἀλλὰ τύπων καὶ εἰκόνος·
Καλῶς εἶπεν ἐπ' ἐλπίδι ζωῆς αἰ
ωνίου· ὅτι ἐκείνη ἐπ' ἐλπίδι
ἦν ζωῆς τῆς παρούσης· ὁ γὰρ
ποιήσας αὐτὰ φησι, ζήσεται
ἐν αὐτοῖς· ὁρᾶς πῶς ἐκ προ
οιμίων ἤδη δείκνυται τῆς χά


ριτος τὸ μέσον; ἐκεῖνοι οὐκ ἐκ
λεκτοί, ἀλλ' ἡμεῖς· εἰ γὰρ ς` αὐτοὶ
ἐλέγοντο ἐκλεκτοὶ, ἀλλ' οὐκέτι·
ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θ̅ς
πρὸ χρόνων αἰωνίων· τουτέ
στιν, οὐ νῦν ἐκ μετανοίας· ἀλλ'
ἄνωθεν ταῦτα προώριστο· πολ
λαχοῦ τοῦτο τίθησιν ὡς ὅταν
λέγη· ἀφωρισμένος εἰς εὐαγ
γέλιον τοῦ θῦ· ς` πάλιν· οὓς προ
έγνω ς` προώρισε· δεικνὺς τ̅
Εὐγένειαν τὴν ἡμετέραν· ὅτι
ἡμᾶς οὐ νῦν ἀλλ' ἄνωθεν ἠγά
πησεν· οὐ μικρὸν δὲ τοῦτο τὸ
ἄνωθεν ἠγαπῆσθαι ς` ἐξ ἀρχς̅·
ἣν ἐπηγγείλατό φησιν ὁ ἀ
ψευδὴς θ̅ς· εἰ ἀψευδὴς, πάντως
ἔσται ὃ ἐπηγγείλατο· εἰ ἀψευδs`,
οὐ δεῖ ἀμφιβάλλειν κἂν μετὰ
θάνατον ἦ· ἣν ἐπηγγείλατό
φησιν ὁ ἀψευδὴς θ̅ς πρὸ χρό̅ν
αἰωνίων· καὶ ἀπὸ τοῦ εἰπεῖν
πρὸ χρόνων αἰωνίων, τὸ ἀξιό
πιστον δείκνυσιν· οὐκ ἐπειδὴ
Ἰουδαῖοί φησιν οὐ προσῆλθον
νῦν, διατοῦτο ταῦτα· ἀλλ' οὕτως
ἄνωθεν ἐτετύπωτο· ὃ ς` δηλῶν
ἐπάγει· ἐφανέρωσε δὲ καιροῖς


6


ἰδίοις· τί οὖν ἡ ἀναβολή· κη
δεμονίας χάριν ς` τοῦ εὐκαίρως
ποιῆσαι· καιρός φησιν ὁ προ
φήτης τοῦ ποιῆσαι τῶ κ̅ω· τὸ
γὰρ ἰδίοις, τοῦτό ἐστι· τοῖς προ
σήκουσι· τοῖς ὀφειλομένοις·
τοῖς ἁρμόζουσιν· ἐφανέρωσέ
φησι καιροῖς ἰδίοις τὸν λόγον
αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύ
θην ἐγώ· τουτέστι, τὸ κήργμα·
Τοῦτο γὰρ τὰ πάντα εἶχε τὸ
εὐαγγέλιον· καὶ τὰ ἐνταῦθα,
ς` τὰ μέλλοντα· τὴν ζωήν·
τὴν εὐσέβειαν· τὴν πίστιν· πάν
τα ὁμοῦ· ἐν κηρύγματι· του
τέστι, φανερῶς· μετὰ παρρη
σίας· τοῦτο γάρ ἐστι τὸ ἐν κηρύγ
ματι· ὥσπερ ὁ κῆρυξ πάντων
παρόντων ἐν τῶ θεάτρω κη
ρύττει, οὕτω καὶ ἡμεῖς κηρύ
ττομεν, ὥστε μηδὲν προσ
θεῖναι· ἀλλ' αὐτὰ ἃ ἠκούσαμ<
εἰπεῖν· ἡ γὰρ τοῦ κήρυκος ἀρε
τὴ, ἐν τῶ πᾶσιν εἰπεῖν ἐστι τὸ
γεγονός, οὐκ ἐν τῶ προσθεῖναι
τινα ς` ἀφελεῖν· εἰ τοίνυν
Κηρύττειν δεῖ, μετὰ παρρησίας
κηρύττειν δεῖ· ἐπεὶ οὐδὲ κηρύττειν


ἐστί· διατοῦτο οὐδὲ εἶπεν ὁ χ̅ς
εἴπατε ἐπί τῶν δωμάτων·
ἀλλὰ κηρύξατε ἐπὶ τῶν δωμά
των· καὶ ἀπὸ τοῦ τόπου ς` ἀπὸ
τοῦ τρόπου τὸ γεγονὸς παριστῶν.
ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγ~
τοῦ σρ̅ς ἡμῶν θῦ· ς` τὸ ἐπι
Στεύθην· καὶ τὸ κατ' ἐπιταγ~,
τὸ ἀξιόπιστον δείκνυσιν·
ὥστε μηδένα ἀναξιοπαθεῖν.
μὴ δὲ ἀκκίζεσθαι μὴ δὲ δυσ
χεραίνειν· εἰ τοίνυν ἐπιταγή
ἐστιν, οὐκ εἰμὶ κύριος· ἐπίταγ
μα γὰρ πληρῶ· τῶν γὰρ πρα
κτέων τὰ μὲν ἐφ' ἡμῖν κεῖται,
τὰ δὲ οὐκ ἐφ' ἡμῖν· ἃ μὲν γὰρ
ἐπιτάττων λέγει, ταῦτα οὐκ
ἐφ' ἡμῖν· ἅπερ δὲ ἐπιτρέπων,
ταῦτα ἐφ' ἡμῖν τυγχάνει·
Οἷον τὸ ἐάν τις εἴπη τῶ ἀδελφῶ
αὐτοῦ μωρὲ ἔνοχος ἔσται εἰς τ~
γέενναν τοῦ πυρὸς, τοῦτο ἐπί
ταγμα· καὶ τὸ ὅταν προσφέρs
τὸ δῶρον σου ἐπί τὸ θυσιαστή
ριον καὶ γνῶς ὅτι ὁ ἀδελφός
σου ἔχει τί κατὰ σοῦ, ἄφες ἐκεῖ
τὸ δῶρον σου ἔμπροσθεν τοῦ
θυσιαστηρίου· καὶ ἀπελθὼν


διαλλάγηθι τῶ ἀδελφῶ σου·
ς` τότε ἐλθὼν πρόσφερε τὸ
δῶρον σου· καὶ τοῦτο ἐπίταγμα·
ς` τὸν μὴ ποιήσαντα, ἀνάγκη
ὑπεύθυνον εἶναι κολάσει· ὅταν
Δὲ λέγη ἐὰν θέλης πώλησόν
σου τὰ ὑπάρχοντα· ς` πάλιν·
ὁ δυνάμενος χωρεῖν χωρείτω,
οὐκέτι ἐπίταγμά ἐστι· τὸν γὰρ
ἀκροατὴν ποιεῖ κ̅ν τῶν λε
χθέντων, ς` τὴν αἵρεσιν αὐτῶ
δίδωσι τῶν πρακτέων· ταῦτα
μὲν γὰρ καὶ ποιῆσαι καὶ μὴ
ποιῆσαι, ἐφ' ἡμῖν· τὰ δὲ ἐπι
τάγματα, οὐκ ἐφ' ἡμῖν· ἀλλ'
ἀνάγκη ἢ ποιῆσαι, ἢ μὴ ποιή
σαντα κολασθῆναι· τοῦτο
Οὖν φησι καὶ ὅταν λέγη, ἀνάγκη
γὰρ μοι ἐπίκειται· οὐαί γάρ μοι
ἐστὶν ἐὰν μὴ εὐαγγελίζωμαι·
σαφέστερον δὲ ἐρῶ αὐτὸ, ἵνα
πᾶσι κατάδηλον γένηται·
οἷον. ὁ τὴν ἀρχὴν τῆς ἐκκλη
σίας ἐμπεπιστευμένος· ς` τῆ
τῆς ἐπισκοπῆς ἀξία τετι
μημένος· ἂν μὴ διαγορεύη τῶ
λαῶ τὰ πρακτέα, οὐκ ἀνεύ
θυνος ἔσται· ὁ μέντοι λαϊκὸς,


οὐδὲ μίαν ἀνάγκ~ ἔχει τούτου·
διὰ τοῦτό φησι καὶ ὁ παῦλος·
ὅτι κατ' ἐπιταγὴν τοῦ σρ̅ς ἡμῶν
τοῦτο ποιῶ· καὶ ὅρα τὰ ἐπί
θετα πῶς πρὸς ὃ εἶπον ἁρμόζει·
ἀνωτέρω γὰρ εἰπὼν ὁ ἀψευδs`
θ̅ς, ἐνταῦθά φησι κατ' ἐπιταγ~
τοῦ σρ̅ς ἡμῶν θῦ· εἰ τοίνυν
Σῆρ ἐστι, καὶ αὐτὸς ταῦτα ἐπέτα
ξεν ἀπὸ τοῦ βούλεσθαι σώζε
σθαι· οὐ τοίνυν φιλαρχίας τὸ
πρᾶγμά ἐστι· πίστις γάρ ἐστι·
ς` ἐπιταγή ἐστι· καὶ σρ̅ς θῦ· τίτω
γνησίω τέκνω· ἔστι γὰρ ς` μὴ
γνήσια εἶναι τέκνα, ὡς ἐκεῖνος
περὶ οὗ φησιν· ἐάν τις ἀδελ
φὸς ὀνομαζόμενος ἦ πόρνος·
ἢ πλεονέκτης· ἢ εἰδωλολάτρs·
ἢ λοίδορος· ἢ μέθυσος, τῶ τοι
ούτω μὴ δὲ συνεσθίειν· ἰδοὺ
Καὶ τέκνον, καὶ οὐκ ἔστι γνήσιον
τέκνον· τέκνον μὲν γὰρ,
ἐπειδὴ ἅπαξ ἐδέξατο τὴν χάρ~¨
ς` ἀνεγεννήθη· οὐ γνήσιον
δὲ, ἐπειδὴ ἀνάξιον τοῦ πρ̅ς
ἐστιν· ἐπειδὴ πρὸς ἕτερον αὐ
τομολεῖ τύραννον· ἐπὶ μὲν
γὰρ τῶν φυσικῶν παίδων·


7


τὸ γνήσιον καὶ τὸ μὴ γνήσιον, ἀπὸ
τῆς ὠδινούσης ς` τοῦ σπείρον
τος ὁρίζεται· ἐνταῦθα δὲ, οὐχ
οὕτως· ἀλλ' ἀπὸ τῆς προαιρέ
σεως· ἔστι γὰρ γνήσιον γενό
Μενον, μὴ εἶναι γνήσιον· ς`
ἔστιν οὐκ ὄντα γνήσιον, γενέ
σθαι γνήσιον· οὐ γὰρ ἀνάγκη
φύσεως ταῦτα κατακέκλει
σται, ἀλλ' ἐξουσία προαιρέσεως·
ὅθεν καὶ συνεχεῖς ἔχει τὰς
μεταβολάς· ἦν ὀνήσιμος
τέκνον γνήσιον· ἀλλὰ ς` οὐ
γνήσιον ἦν· καὶ γὰρ ἄχρηστος
ἐγένετο· ἀλλὰ πάλιν ἐγένε
το γνήσιον οὕτως, ὡς ς` αὐτὸν
σπλάχνα καλεῖσθαι ἀποστο
λικά· τίτω γνησίω τέκνω.
κατὰ κοινὴν πίστιν· ἐπειδὴ
Εἶπε τέκνον καὶ τὴν τοῦ πρ̅ς
αὐτοῦ ἔλαβε τάξιν· πῶς ς`
ταύτην τὴν τιμὴν ἐλαττοῖ
ς` καταστέλλει, ἄκουσον· κατὰ
κοινὴν γὰρ πίστιν ἐπήγαγε.
τουτέστι· κατὰ πίστιν, οὐδὲν
ἔχω σοῦ πλέον· κοινὴν γάρ ἐστι·
ς` διὰ τῆς αὐτῆς ἐγώ τε ἐτέχθ~
ς` σύ· τέκνον οὖν πόθεν αὐτὸν


καλεῖ ἤτοι τὴν φιλοστοργίαν
μόνον δηλῶσαι θέλων, ἢ τὸ
πρότερον εἶναι ἐν τῶ κηρύγ
ματι, ἢ τὸ δι' αὐτοῦ πεφωτί
σθαι· δια τοῦτο ς` τέκνα καὶ ἀ
δελφοὺς καλεῖ· ἐπειδὴ ἀπὸ τς
αὐτῆς πίστεως ἐτέχθησαν, ἀ
δελφοί· ἐπειδὴ διὰ τῶν ἐκείνου
χειρῶν, τέκνα· τῶ οὖν κατὰ
κοινὴν εἰπεῖν πίστιν, τὴν ἀ
δελφότητα ἠνίξατο· χάρις
ὑμῖν ς` εἰρήνη ἀπὸ θῦ πρ̅ς ς`
κῦ ἰῦ χῦ τοῦ σρ̅ς ἡμῶν· ἐπει
Δὴ εἶπε τέκνον, ἐπήγαγεν ἀπὸ
θῦ πρ̅ς· ὥστε ἀναστῆσαι αὐτοῦ
τὴν διάνοιαν καὶ μαθεῖν τίνος
ἐστὶ τέκνον· καὶ ὅτι οὐ τῶ
κοινὴν πίστιν εἰπεῖν μόνον·
ἀλλὰ τῶ ἐπαγαγεῖν πρ̅ς ἡμῶν,
τὸ ὁμότιμον αὐτοῦ δείκνυσ~¨.
ὅρα δὲ πῶς ἃ τοῖς μαθηταῖς
ς` τοῖς πολλοῖς ἐπεύχεται, ταῦ
τα καὶ τῶ διδασκάλω· ὁμοίως
Γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιούτων
εὐχῶν· καὶ πολλῶ μᾶλλον, ἢ
έκεῖνοι· ὅσω καὶ πλείονας
ἔχθρας ἔχει· ὅσω καὶ πλείονας
ἀνάγκας τοῦ προσκρούειν τῶ θῶ·


ἠ θ ᾱ:


ἠ θ ᾱ: ΠΕΡΙ ΕΠΙΣΚΟΠΩΝ ΚΑΙ ΑΡΧΟΝΤΩΝ· ΚΑΙ ΟΠΟΙΑΝ ΔΩΣΟΥΣΙ ΔΙΚΗΝ, ΟΙ
ΤΗΣ ΑΡΧΗΣ ΕΠΙΛΑΒΟΜΕΝΟΙ ΑΝΑΞΙΩΣ ⁖


ὅσω γὰρ μέγα τὸ ἀξίωμα, το
σούτω μείζους καὶ οἱ κίνδυνοι
τῶ τὴν ἱερωσύνην ἔχοντι·
ἀρκεῖ γὰρ καὶ ἓν κατόρθωμα
ἐπισκοπῆς ἀνενεγκεῖν εἰς
τὸν οὐν̅ὸν, καὶ ἓν ἁμάρτημα
εἰς αὐτὴν ἐμβαλεῖν τὴν γέ
ενναν· ἵνα γὰρ τὰ ἄλλα
Πάντα παρῶ τὰ καθ' ἑκάστην
ἡμέραν συμπίπτοντα· ἂν
τύχη ποτέ τινα ἢ διὰ φιλίαν.
ἢ δι' ἄλλην τυχὸν αἰτίαν ἀνά
ξιον εἰς ἐπισκοπὴν παραγαγεῖν
ς` πόλεως ἐπιτρέψαι μεγάλs
ἀρχὴν, ὅρα πόσου πυρὸς ἑ
αυτὸν καθίστησιν ἔνοχον·
οὐ γὰρ τῶν ψυχῶν τῶν ἀπολλυ
μένων μόνον· ἀπόλλυσι γὰρ
αὐτὰς ἀνευλαβὴς ὢν, ἀλλὰ
ς` πάντων τῶν ὑπ' ἐκείνου
πραττομένων, αὐτὸς δώσει
τὰς εὐθύνας· ὁ γὰρ ἐν τάξει
Ἰδιώτου ὢν ἀνευλαβὴς, πολλῶ
μᾶλλον ὅταν ἐπιλάβηται
τῆς ἀρχῆς· ἀγαπητὸν γὰρ τὸν
εὐλαβῆ μεῖναι τοιοῦτον, ἐπι
λαβόμενον τῆς ἀρχῆς· καὶ
γὰρ κενοδοξία τότε σφοδρό


τερον ἐπιτίθεται· ς` χρημάτων
ἔρως· καὶ αὐθάδεια, τῆς ἀρχs̅
τὴν ἐξουσίαν παρεχούσης· ς`
προς κρούσματα καὶ ὕβρεις·
ς` λοιδορίαι, καὶ μυρία ἕτερα·
Ἄν οὖν τις ἀνευλαβὴς ἦ, μᾶλ
λον ἔσται ἀνευλαβέστερος τοι
οῦτος γενόμενος· ὅταν οὖν
τοιοῦτον ἐπιστήση ἄρχοντα,
πάντων τῶν ἁμαρτανομένων
ὑπ' ἐκείνου· καὶ δήμων ὁλο
κλήρων ὑπεύθυνος ἔσται· εἰ
δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων
συμφέρει αὐτῶ ἵνα μύλος
ὀνικὸς κρεμασθῆ εἰς τὸν τρά
χηλον αὐτοῦ καὶ καταποντι
σθῆ ἐν τῶ πελάγει τῆς θαλάσσs,
ὁ τοσαύτας ψυχὰς σκανδαλίζων,
πόλεις ὁλοκλήρους ς` δήμους·
ς` μυρίας οἰκίας· ἄνδρας· γυ
ναῖκας· παῖδας· πολίτας· γε
ωργούς· τοὺς ἐν αὐτῆ τῆ πόλει·
τοὺς ἐν ἑτέραις ταῖς ὑπ' ἐκεῖν~
τὴν πόλιν, τί ὑποστήσεται·
Κἂν γὰρ τριπλασίονα ἑτέραν
εἴπης, οὐδὲν ἐρεῖς· τοσαύτης
ἔσται ὑπεύθυνος κολάσεως
ς` τιμωρίας· ὥστε μάλιστα


8


οὗτος δεῖται τῆς χάριτος τοῦ
θῦ καὶ τῆς εἰρήνης· ἂν γὰρ
μὴ μετὰ ταύτης κυβερνᾶ
τὸν λαὸν, πάντα οἴχεται καὶ
ἀπόλωλε, τῶν οἰάκων αὐτοῦ
οὐκ ὄντων· κἂν γὰρ ἔμπειρος
Ἦ τῆς κυβερνητικῆς· ἂν μὴ
τοὺς οἴακας τούτους ἔχη, τὴν
χάριν καὶ τὴν εἰρήνην τὴν παρὰ
τοῦ θῦ, καταδύσει τὸ σκάφος
ς` τοὺς ἐμπλέοντας· ὅθεν ἐμοὶ
θαυμάζειν ἔπεισι τοὺς ἐφιε
μένους ὄγκου τοσούτου· ἄθλιε
ἄν̅ε καὶ ταλαίπωρε· οὐχ ὁρᾶς
τίνος ἐφίεσαι; κατὰ σαυτὸν
ἂν ἦς καὶ ἀγνὼς καὶ ἄσημος·
κἂν μυρία ἁμάρτης, ἀλλὰ
μιᾶς ψυχῆς δώσεις λόγον· καὶ
ταύτης εὐθύνας ὑφέξεις μόνον·
Ὅταν δὲ εἰς τὴν ἀρχὴν ταύτην
ἀχθῆς, ἐννόησον ὅσων καὶ
ἄλλων ὑπεύθυνος εἶ τιμωρίας
ἄκουε γὰρ παύλου λέγοντος·
πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν
ς` ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦ
σιν ὑπἒρ τῶν ψυχῶν ὑμῶν ὡς
λόγον ἀποδώσοντες· ἀλλὰ
τιμῆς ἐφίεσαι καὶ ἀρχῆς;


καὶ τίς ἡ ἡδονὴ ταύτης τῆς τιμs̅·
οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁρῶ· οὐ γάρ
ἐστι δυνατὸν ἄρχοντα εἶναι
ἀληθῶς· πῶς· ὅτι ἐν τῆ ἐξου
σία κεῖται τῶν ἀρχομένων
τῶ ὑπακούειν· ς` εἴ τις ἀκριβῶς
ἐξετάσειε τὸ πρᾶγμα· οὐκ ἐπὶ
ἀρχὴν ἔρχεται ὁ τοιοῦτος, ἀλλὰ
μυρίοις δουλεύει δεσπόταις·
ἐναντία καὶ ἐπιθυμοῦσι ς`
λέγουσιν· ὅπερ γὰρ ἐγκωμιάζει
ἐκεῖνος, μέμφεται ἕτερος·
ὅπερ ψέγει οὗτος, θαυμάζει ἄλλος·
Τίνος οὖν άκοῦσαι χρή· τίνι
πεισθῆναι, οὐκ ἔνι· καὶ ὁ μὲν
ἀργηρώνητος κἂν ἐναντία
ὁ δεσπότης αὐτῶ προστάξη,
ς` δυσχεραίνει· σὺ δὲ ἄν τοσούτων
δεσποτῶν ἐναντία ἐπιτατ
τόντων ἀλγήσης, καὶ τούτου
δίδως δίκην, τὰ πάντων ἐπὶ
σὲ στόματα ἀνοίγων· τοῦτο οὖν
εἰπέ μοι τιμή; τοῦτο ἀρχή;
τοῦτο ἐξουσία; εἶπεν ὁ τὴν
Ἐπισκοπὴν ἔχων εἰσενεγκεῖν
χρήματα· ἂν μὴ θέλη, οὐ μόνον
οὐκ εἰσηνέγκεν, ἀλλὰ ς` ὑπὲρ
τοῦ μὴ δόξαι ῥαθυμίας ἕνεκ<


τοῦτο ποιεῖν, κατηγορεῖ τοῦ κε
λεύσαντος· κλέπτει φησὶν·
ἁρπάζει· καταπίνει τὰ
τῶν πενήτων· κατεσθίει
τὰ τῶν πτωχῶν· παῦσαι
Λοιδορῶν· μέχρι τίνος ταῦτα
φής· οὐ βούλει εἰσενεγκεῖν;
οὐδεὶς ὁ καταναγκάζων· οὐ
δεὶς ὁ βιαζόμενος· τί καὶ
λοιδορῆ τῶ παραινοῦντι ς`
συμβουλεύοντι· ἀλλ' εἰς χρεί
αν τις κατέστη· ς` οὐκ ὤρεξε
χεῖρα μὴ δυνηθεὶς ἢ καὶ ἑτέ
ρωθι ἀσχοληθεὶς, οὐδὲ μία συγ
γνώμη· ἀλλὰ πάλιν κατη
γορίαι χείρους τῶν προτέρων·
ς` ταῦτα ὑπομένει, καὶ ἀμύ
νασθαι οὐκ ἔχει· σπλάγχνα γάρ
ἐστιν ἴδια· καὶ ὥσπερ τὸ
Σπλάγχνον κἂν οἰδαίνη· κἂν
πόνον παρέχη καὶ τῆ κεφαλῆ
ς` τῶ λοιπῶ σώματι, οὐ τολ
μῶμεν ἀμύνασθαι· οὐδὲ λα
βόντες ξίφος διαρρηγνύομ<,
οὕτω κἂν τῶν ἀρχομένων
τις τοιοῦτος ἦ, πόνους ἡμῖν
παρέχων καὶ ἀθυμίας ἐκ τῶν
κατηγοριῶν τούτων, οὐ τολ


μῶμεν ἀμύνασθαι· πόρρω
γὰρ ταῦτα πν̅ικῆς διανοίας·
ἀλλ' ἀνάγκη φέρειν τὸν πόνον,
ἕως ἂν ἐκεῖνος ὑγιάνη καλῶς·
ὁ ἀργυρώνητος οἰκέτης, ἔχει
τι ἔργον ἐπιτεταγμένον· κἂν
τοῦτο ἀνύση, λοιπὸν ἑαυτοῦ
κύριος γίνεται· οὗτος δὲ παν
Ταχοῦ περιέλκεται· πολλὰ ς`
τῶν ὑπερδύναμιν ἀπαιτεῖται·
ἂν μὴ εἰδῆ λέγειν, πολὺς ὁ γογ
γυσμός· ἂν εἰδῆ λέγειν, πάλ~¨
κατηγορίαι· κενόδοξός ἐστ~¨·
ἂν μὴ νεκροὺς ἀνιστᾶ, οὐδενὸς
λόγου ἄξιος φησιν· ὁ δεῖναι εὐ
λαβής ἐστιν, οὗτος δὲ οὔ· ἂν
ἀπολαύη συμμέτρου τροφs̅,
πάλιν κατηγορίαι· ἔδει αὐτὸν
ἀπηγχονίσθαι φησίν· ἂν λουό
μενον ἴδη τις, πολλαὶ κατη
γορίαι· ὅλως τὸν ἥλιον ὁρᾶν
ὀφείλει φησίν; εἰ δὲ τὰ αὐτὰ
Πράττει ἅπερ ἐγώ· καὶ λούεται·
ς` ἐσθίει· καὶ πίνει· ς` ἱμάτια
περιβέβληται· καὶ οἰκίας
φροντίζει καὶ οἰκετῶν, τίνος
ἕνεκεν ἐμοῦ προέστηκεν· ἀλλὰ
ς` οἰκέτας ἔχει φησὶ τοὺς διακο


9


νουμένους αὐτῶ· καὶ ἐπὶ ὄνου
ὀχεῖται· τίνος οὖν ἕνεκεν
ἐμοῦ προέστηκεν· ἀλλὰ τί
Εἰπέ μοι· οὐκ ὀφείλει τὸν δια
κονούμενον ἔχειν, ἀλλ' αὐτὸς
τὸ πῦρ ἀνακαίειν· ς` ὑδρο
φορεῖν· καὶ ξύλα διακλᾶν·
ς` εἰς ἀγορὰν ἐμβάλλειν; καὶ
πόση τοῦτο αἰσχύνη γίνεται·
ς` οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄνδρες
οἱ ἀπόστολοι· τὸν τῶ λόγω προσ
καρτεροῦντα, οὐδὲ διακονία
χηρῶν βούλονται προσανέχειν·
ἀλλ' ἀνάξιον αὐτοῦ εἶναι τὸ πρᾶγ
μα νομίζουσι· σὺ δὲ αὐτὸν ς`
εἰς τὴν τῶν οἰκετῶν ὑπηρεσίαν
καθέλκεις τῶν σῶν· διατί ὁ
ταῦτα ἐπιτάττων οὐ παρέρχη
σὺ καὶ ταῦτα πληροῖς· εἰπέ
Μοι· οὐχὶ μείζονά σοι διακονεῖται
ὑπηρεσίαν, ἢ σὺ τὰ σωματικά;
διατί μὴ τὸν παῖδα πέμπεις
τὸν σὸν πρὸς τὴν τούτου ὑπηρε
σίαν· ὁ χ̅ς ἔνιψε τοὺς πόδας τῶν
μαθητῶν· σὺ θεραπείαν ἂν
παράσχης τῶ διδασκάλω, μέγα
τι ποιεῖς; ἀλλ' οὔτε σὺ βούλει
παρασχεῖν, καὶ αὐτὸν κωλύεις·


τί οὖν· ἀπὸ τοῦ οὐ̅νοῦ ζῆν ὀ
φείλει; ἀλλ' οὐ βούλεται οὕτως
ὁ θ̅ς· ἀλλ' οἱ ἀπόστολοι φησὶν
ἐλευθέρους εἶχον δουλεύον
τας· βούλει καὶ τοῦτο ἀκοῦσαι
πῶς οἱ ἀπόστολοι διῆγον; ἀπο
δημίας ἐποιοῦντο· ς` ἄνδρες
ἐλεύθεροι· ς` γυναῖκες εὐγενεῖς,
ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως
ς` τὰς ψυχὰς καὶ τὰς κεφαλὰς
ὑπετίθεσαν τὰς ἑαυτῶν· ἄ
Κουε δὲ καὶ τοῦ μακαρίου τούτου 
παραινοῦντος καὶ λέγοντος·
τοὺς οὖν τοιούτους ἐντίμους ἔχε
ς` πάλιν· διὰ τὸ ἔργον τοῦ θῦ
μέχρι θανάτου ἤγγισε παρα
βουλευσάμενος τῆ ψυχῆ· ἵνα
ἀναπληρώση τὸ ὑμῶν ὑστέ
ρημα τῆς πρός με λειτουργίας·
ὁρᾶς τί φησι; σὺ δὲ οὐδὲ λόγον 
προσίεσαι ὑπὲρ τοῦ πρ̅ς τοῦ
σοῦ, μήτι γε κίνδυνον τοσοῦ
τον ἀναδέχη· ἀλλὰ λούεσθαί
φησιν οὐ χρή· διατί εἰπέ μοι· ποῦ
Τοῦτο κεκώλυται· οὐδὲ γὰρ ὁ ῥύπος
καλόν· οὐδαμοῦ ταῦτα ὁρῶμ<
οὔτε ἐγκαλούμενα, οὔτε θαυ
μαζόμενα· ἄλλα ἐστὶν ἅπερ


ἐπέταξε τὸν ἐπίσκοπον ἔχειν 
ἀνέγκλητον εἶναι· σώφρονα· 
κόσμιον· φιλόξενον· διδα
κτικόν· ταῦτα άπαιτεῖ ὁ 
ἀπόστολος· ταῦτα χρὴ ἐπιζη
τεῖν παρὰ τοῦ ἄρχοντος· 
περαιτέρω δὲ μηδέν· οὐκ εἶ τοῦ 
Παύλου ἀκριβέστερος· μᾶλλον 
δὲ οὐκ εἶ τοῦ πν̅ς ἀκριβέστε
ρος· ἂν ἦ πλήκτης ἢ καὶ πάροι
νος· ἂν ὠμὸς καὶ ἀνελεὴς, 
κατηγόρει· ἀνάξια ταῦτα τοῦ 
ἐπισκόπου· ἂν τρυφᾶ, ς` 
τοῦτο κατηγορία· ἂν δὲ θερα
πεύη τὸ σῶμα ἵνα σοι διακο
νῆ·ἂν ἐπιμελῆται ἵνα σοι 
χρήσιμος ἦ· ὑπὲρ τούτων αὐ
τῶ ἐγκαλεῖν δεῖ; οὐκ οἶδας 
ὅτι ἀσθένεια σωματικὴ, τs̅ 
κατὰ ψυχὴν ἀσθενείας, οὐχ 
ἧττον καὶ ἡμᾶς βλἀπτει καὶ 
τὴν ἐκκησίαν; διατί δι
Ορθοῦται αὐτὴν ὁ παῦλος γρά
φων τῶ τιμοθέω, οἴνω ὀλίγω
χρῶ διὰ τὸν στόμαχόν σου καὶ
τὰς πυκνάς σου ἀσθενείας·
εἰ μὲν γὰρ ψυχῆ μόνη τὴν 
ἀρετὴν κατωρθοῦμεν, οὐκ ἔδει 


φροντίζειν τοῦ σώματος· τί 
δὲ ὅλως καὶ γεγόναμεν· εἰ 
δὲ πολλὴ τούτου ἡ συντέλεια, 
πῶς οὐκ ἐσχάτης ἐστὶν ἀνοίας 
ἀμελεῖν τούτου· ἔστω γάρ τις 
Ἀνὴρ ἐπισκοπῆ τετιμημένος· 
ς` τοῦ κοινοῦ τῆς ἐκκλησίας 
τὴν προστασίαν ἐγκεχειρισ
μένος· καὶ τὰ μὲν ἄλλα 
ἔστω ἐνάρετος· καὶ πάντα 
ἔχων ἅπερ ἔχειν ἁρμόττει 
τὸν ἱερωμένον, διαπαντὸς 
δὲ τῆ κλίνη προσδεδέσθω
ὑπὸ πολλῆς ἀρρωστίας· τί 
οὗτος ὀνῆσαι δυνήσεται 
ποίαν ἀποδημίαν στείλα
σθαι· ποίας ἐπισκέψεις 
ποιήσασθαι· τίνι ἐπιπλῆ
ξαι· τίνα νουθετῆσαι·
Ταῦτα εἶπον, ἵνα εἰδῆτε 
μὴ ἁπλῶς ἐγκαλεῖν· ἵνα 
εἰδῆτε μᾶλλον ἀποδέχε
σθαι· ἵνα καὶ εἴ τις ἐφίεται 
τῆς ἀρχῆς, τὰς νιφάδας τῶν 
κατηγοριῶν ὁρῶν, τὴν 
τοιαύτην ἐπιθυμίαν σβε
ννύη· μέγας γὰρ ὄντως κίν
δυνος· καὶ τῆς τοῦ θῦ δεόμενος 


10


χάριτος
καὶ τῆς
εἰρήνης·
Ἢν ἐπεύχε
σθε ἡμῖν
εἶναι πο
λλὴν καὶ ἡμεῖς ὑμῖν·
ἵνα ἀμφότεροι κατορ
θώσαντες τὴν ἀρετὴν,
οὕτω τύ
χωμεν
τῶν ἐπη
γγελμένων
ἀγαθῶν·
Ἐν χῶ ἰῦ τῶ
κῶ ἡμῶν·
ὧ ἡ δόξα
εἰς τοὺς
αἰῶνας
τῶν αἰ
ώνων·
ἀ
μ
η
ν ⁖
+