Λόγος πρῶτος·
ΙΩ ΑΧΡΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝ
ΤΙΝΟΥΠΟΛ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΕΡΜΗΝΕΙΑ ΕΚ ΤΗΝ ΠΡΟΣ
ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ·.
ΠΑΥΛΟΣ ΔΟΥΛΟΣ ΘΥ· ΑΠΟ
ΣΤΟΛΟΣ ΔΕ ΙΥ ΧΥ ΚΑΤΑ ΠΙΣΤΙ¯
ΕΚΛΕΚΤΩΝ ΘΥ ΚΑΙ ΕΠΙ
ΓΝΩΣΙΝ ΑΛΗΘΕΙΑΣ ΤΗΣ
ΚΑΤ ΕΥΣΕΒΕΙΑΝ ΖΩΗΣ ΑΙΩ
ΝΙΟΥ· ΗΝ ΕΠΗΓΓΕΙΛΑΤΟ
Ο ΑΨΕΥΔΗΣ ΘΣ ΠΡΟ ΧΡΟ
ΝΩΝ ΑΙΩΝΙΩΝ. ΕΦΑΝΕ
ΡΩΣΕ ΔΕ ΚΑΙΡΟΙΣ ΙΔΙΟΙΣ
ΤΟΝ ΛΟΓΟΝ ΑΥΤΟΥ ΕΝ ΚΗ
ΡΥΓΜΑΤΙ Ο ΕΠΙΣΤΕΥΘΗΝ
ΕΓΩ· ΚΑΤ ΕΠΙΤΑΓΗΝ ΤΟΥ
ΣΡΣ ΗΜΩΝ ΘΥ. ΤΙΤΩ ΓΝΗ
ΣΙΩ ΤΕΚΝΩ. ΚΑΤΑ ΚΟΙ
ΝΗΝ ΠΙΣΤΙΝ· ΧΑΡΙΣ ΕΛΕ
ΟΣ ΕΙΡΗΝΗ ΑΠΟ ΘΥ ΠΡΣ
ΚΑΙ ΚΥ ΙΥ ΧΥ
ΤΟΥ ΣΡΣ
ΗΜΩΝ
Τῶν παύλω συνόντων δόκι
μος οὗτος ἦν· οὐκ ἂν οὖν   
αὐτῶ τὴν νῆσον ὁλόκλη 
ρον ἐπέτρεψεν· οὐκ ἂν τὰ 
ἐλλειφθέντα ἀναπλη


ρῶσαι προσέταξεν· ἵνα 
γάρ φησιν τὰ ἐπιλείπον 
τα ἐπιδιορθώση· καὶ το 
σούτων ἐπισκόπων κρίσι¯ 
ἐπέτρεψν. εἰ μὴ σφόδρα  
ἐθάρρει τῶ ἀνδρί‧ φασὶδὲ 
αὐτὸν καὶ νέον εἶναι διὰ 
τὸ τέκνω αὐτῶ γράφειν·  
πλὴν· ἀλλ' οὔπω τοῦτο δῆ 
λον ἀπὸ τούτου· οἶμαι δὲ  
αὐτοῦ καὶ ἐν ταῖς πράξε 
σιν εἶναι μνείαν· τάχα ϗ 
κορίνθιος ἦν· εἰ μή τις 
ἕτερος ἦν ὁμώνυμος αὐτῶ· 
Καὶ ζηνᾶν μὲν καλεῖ πρὸς  
ἑαυτόν· καὶ ἀπολλὼ πεμ 
φθῆναι βούλεται. τοῦτον  
δὲ οὕ· καὶ γὰρ ἐναντίον τοῦ  
αὐτοκράτορος. μείζονα  
τούτοις ἐμαρτύρει τὴν 
ἀνδρίαν καὶ τὴν ἀρετήν· 
δοκοῦσι δέ μοι χρόνοι εἶναι 
μέσοι τινές· καὶ ἐν ἀδεία 
ὁ παῦλος ὢν γράφει ταῦ
τα· οὐδὲν γὰρ περὶ πει
ρασμῶν φησί· συνεχῶς 
δὲ περιστρέφει τοῦ θῦ τὴν 
χάριν καὶ ἄνω καὶ κάτω. 
ἱκανὴν οὖσαν παράκλη
σιν τοῖς πεπιστευκόσι πρͼ 
ἀρετήν τὸ γὰρ μαθεῖν.  


τίνων μὲν ἦσαν ἄξιοι. πρͼ 
τινα δὲ μετέστησαν. καὶ ταῦ
τα χάριτι· καὶ τίνων ἠξίων
ται, οὐ μικρὰ προτροπή· 
ἀποτείνεται δὲ καὶ πρὸς 
ἰδουαίους· εἰ δὲ ὁλόκληρον 
το ἔθνος ὑβρίζει. μὴ θαυ
μάσης· καὶ ἐπὶ γαλατῶν 
γὰρ αὐτὸ ποιεῖ λέγων· ὦ 
ἀνόητοι γαλάται· οὐχ ὑβρι
στικοῦ δὲ τοῦτο ἤθους. ἀλλ' ἐ
ρωτικοῦ· εἰ μὲν γὰρ τῶν 
αὐτοῦ ἕνεκεν ταῦτα ἐποί
ει, εἰκότως τις αὐτῶ ἐ
μεμέψατο· εἰ δὲ πεπυρω
μένος καὶ ζέων ὑπέρ τοῦ 
κηρύγματος, οὐχ ὑβριστι
κῶς αὐτὸ ἐποίει· καὶ ὁ 
Χ͞σ δὲ μυρία ἐλοιδορεῖτο 
τοῖς γραμματεῦσιν καὶ 
φαρισαίοις, ἀλλ' οὐκ αὐτο 
ἕνεκεν, ἀλλ' ὅτι τοὺς ἄλ
λους ἅπαντας ἀπώλλυον· 
βραχεῖαν δὲ ποιεῖ τὴν ἐ
πιστολὴν, εἰκότως· και 
τοῦτο δὲ τῆς ἀρετῆς τοῦ 
τίτου τεκμήριον ἦν, τὸ 
μὴ δεῖσθαι λόγων πολλῶν. 
ἀλλ' ὥσπέρ τινος ὑπομνή
σεως· αὕτη δέ μοι δοκεῖ 
τῆς πρὸς τιμόθεον εἶ


ναι πρωτέρα ἡ ἐπιστολή· 
ἐκείνην μὲν γὰρ πρὸς τῶ 
τέλει ὢν ἔγραφεν· ἐνταῦ
θα δὲ ἄφετος ὢν καὶ λελυ
μένος· τὸ γὰρ κέκρικα 
παραχειμάσαι ἐν νικο
πόλει. τεκμήριον ἦν τοῦ 
μηδέπω ἐν δεσμοῖς εἶναι· 
ἐκεῖ δὲ συνεχῶς ἑαυτὸν 
δέσμιον καλεῖ· τί οὖν φη· 
παῦλος δοῦλος θῦ· ἀπό
στολος δὲ ἰῦ χῦ. κατὰ πί
στιν ἐκλεκτῶν θῦ· ὁρᾶς 
πῶς ἀδιαφόρως αὐτὰ τί
θησι; ποτὲ μὲν ἑαυτὸν 
τοῦ θῦ δοῦλον λέγων τοῦ δὲ 
χῦ ἀπόστολον· ποτὲ δὲ 
τοῦ χῦ δοῦλον· παῦλος 
δοῦλος ἰῦ χῦ· οὕτως οὐδὲ 
μίαν οἶδε διαφορὰν μετα
ξὺ π͞ρς` καὶ υἱοῦ· κατὰ πί
στιν ἐκλεκτῶν θῦ· ὅτι ἐ
πίστευσα. ἢ ὅτι ἐπιστεύ
θην· οἶμαι αὐτὸν λέγειν· 
ὅτι ἐπιστεύθη τοὺς ἐκ
λεκτοὺς τοῦ θῦ· τουτέ
στιν οὐκ ἀπὸ κατορθω
μάτων· οὐδὲ ἀπὸ πόνω¯ 
καὶ ἱδρώτων τὸ ἀξίωμα 
ἔλαβον. ἀλλὰ τὸ πᾶν τῆς 
τοῦ πιστεύσαντος εὐεργε


σίας ἐγένετο· εἶτα ἵνα μὴ 
ἄλογος ἡ χάρις γένηται· οὐ
δὲ γὰρ τὸ πᾶν αὐτοῦ· ἐπεὶ δι
ατί μὴ καὶ ἑτέροις ἐπίστευ
σε, δια τοῦτο ἐπήγαγε· ϗ 
ἐπίγνωσιν ἀληθείας τῆς 
κατ εὐσέβειαν· ἀπὸ ταύ
της ἐπιστεύθην· μᾶλλον 
δὲ καὶ τοῦτο ἐπιστεύθην. ἐκ 
τῆς τοῦ θῦ χάριτος· καὶ 
γὰρ καὶ τούτου αἴτιος αὐ
τὸς· φησιν ὁ χ͞σ· οὐχ ὑμεῖς 
με ἐξελέξασθε. ἀλλ' ἐγὼ 
ἐξελεξάμην ὑμᾶς· καὶ 
πάλιν καὶ αὐτὸς οὗτος ὁ 
μακάριος ἑτέρωθι γρά
φων φησίν· ἐπιγνώσο
μαι καθὼς καὶ ἐπεγνώ
σθην· καὶ πάλιν· εἰ καὶ 
καταλάβω ἐφ ὃ καὶ κατε
λήφθην ὑπὸ τοῦ χῦ ἰῦ· 
Πρότερον κατελήφθημεν 
καὶ ὕστερον ἐπέγνωμεν· καὶ πρό
τερον ἐπεγνώσθημεν, καὶ 
τότε κατελάβομεν· πρό
τερον ἐκλήθημεν, καὶ 
τότε ὑπηκούσαμεν· 
τὸ δὲ κατὰ πίστιν εἰπεῖν. 
τὸ πᾶν ἐκείνοις λογίζε
ται· ὅτι δι' ἐκείνους ε
ἰμὶ ἀπόστολος· οὐχ ὡς ἄ


ξιος, ἀλλὰ διὰ τοὺς ἐκλε
κτούς· ὅπερ καὶ ἀλλαχοῦ 
λέγει· πάντα γὰρ ὑμῶν ἐστιν· 
εἴτε παῦλος εἴτε ἀπολλώς· 
καὶ ἐπίγνωσίν ἀληθείας· 
τῆς κατ' εὐσέβειαν· ἔστι γὰρ 
ἀλήθεια πραγμάτων· ἀλ
λ' οὐ κατ' εὐσέβειαν· οἷον τὸ 
εἰδέναι τέχνας· τὸ εἰδέναι 
τὰ γεωργικὰ, ἀληθῶς 
ἐστιν εἰδέναι· ἀλλ' αὕτη κα
τ' εὐσέβειαν ἡ ἀλήθεια· 
Ἢ τὸ κατὰ πίστιν, ὅτι ἐπί
στευσαν καθάπερ οἱ λοιποὶ 
ἐκλεκτοὶ, οἳ καὶ ἐπέγνω
σαν τὴν ἀληθείαν· ἀπὸ 
πίστεως ἄρα ἡ ἐπίγνω
σις οὐκ ἀπὸ λογισμῶν· 
ἐπ' ἐλπίδι ζωῆς αἰωνίου· 
εἶπεν τὴν παροῦσαν τὴν 
ἐν τῆ χάριτι τοῦ θῦ. λέγει 
καὶ τὴν μέλλουσαν· καὶ 
ἔπαθλα τίθησιν ἡμῖν 
ὑπὲρ ὧν ἡμᾶς εὐηργέτη
σεν· ἐπειδὴ γὰρ ἐπιστεύσα
μεν καὶ ἀπηλλάγημεν 
τῆς πλάνης, στεφανοῦν 
ἡμᾶς βούλεται· ὅρα 
πῶς γέμει τὸ προοίμιον 
τῶν εὐεργεσιῶν τοῦ θῦ· 
καὶ ὅλη δι' ὅλης ἡ ἐπιστολὴ                                                                                                                             


αὕτη μάλιστα τοιαύτη τυγχά
νει· καὶ αὐτὸν τὸν ἅγιον ἐ
κεῖνον διανιστῶσα μᾶλλον 
πρὸς τοὺς πόνους; καὶ τοὺς 
μαθητευομένους· οὐδὲν 
γὰρ οὕτως ἡμᾶς ὠφελεῖ· 
ὡς τὸ συνεχῶς μεμνῆσθαι 
τῶν εὐεργεσιῶν τοῦ θῦ· καὶ 
τῶν κοινὴ καὶ τῶν ἰδία· 
Εἰ γὰρ φίλου εὐεργεσίας ἀνε
νεγκόντες· ἢ ῥῆμα προση
νὲς ἀκούσαντες ἢ πρᾶγμα 
διαθερμαινόμεθα. πολ
λῶ μᾶλλον ὅταν ἴδωμεν 
πόσοις κινδύνοις περι
επέσομεν. καὶ ἀπὸ πάν
των ἡ μᾶς ἐξείλετο ὁ θ͞ς 
προθυμότεροι περὶ τὴν 
ὑπακοὴν ἐσόμεθα· καὶ 
ἐπίγνωσίν ἀληθείας· 
ἀλήθειαν δὲ ἐνταῦθα. 
πρὸς τὸν τύπον φησιν· ϗ 
γὰρ κακείνη ἐπίγνωσις 
ἦν καὶ εὐσέβεια ἦν. ἀλ
λ' οὐκ ἀληθείας· οὐ μὴν 
οὐδὲ ψεύδους, ἀλλὰ τύ
πων καὶ εἰκόνων· ἐπελ
πίδι ζωῆς αἰωνίου· ἐκεί
νη ἐπελπίδι ζωῆς τῆς 
παρούσης· ὁ γὰρ ποιήσας 
αὐτὰ φησι ζήσεται ἐν αὐ


τοῖς· ὅρα πῶς ἐκ προ
Οιμίων ἤδη δείκνυται τῆς 
χάριτος τὸ μέσον; ἐκεῖνοι 
οὐκ ἐκλεκτοί, ἀλλ' ἡμεῖς· 
εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκ
λεκτοὶ, ἀλλ' οὐκέτι· ἣν ἐ
πηγγείλατό φησιν ὁ ἀψευ
δὴς θ͞ς πρὸ χρόνων αἰω
νίων· τουτέστιν, οὐ νῦν ἐκ 
μετανοίας· ἀλλ' ἄνωθεν ταῦ
τα προώριστο· πολλα
Χοῦ τοῦτο τίθησιν· ὡς ὅ
ταν λέγη· ἀφωρισμένος 
εἰς τὸ εὐαγγέλιον τοῦ θῦ· Ϗ 
πάλιν· οὓς προέγνω καὶ 
προώρισεν· δεικνὺς τὴν 
εὐγένειαν τὴν ἡμετέραν· 
ὅτι ἡμᾶς οὐ νῦν. ἀλλ ἄνω
θεν ἠγάπησεν· οὐ μι
κρὸν δὲ τοῦτο ἄνωθεν ἠ
γαπῆσθαι καὶ ἐξ ἀρχῆς· 
ἣν ἐπηγγείλατό φησιν ὁ 
ἀψευδὴς θ͞ς· εἰ ἀψευ
δὴς, πάντως ἔσται ὃ ἐπηγ
γείλατο· εἰ ἀψευδὴς, οὐ 
δεῖ ἀμφιβάλλειν κἂν μετὰ 
θάνατον ἦ· ἣν ἐπηγγεί
λατό φησιν ὁ ἀψευδὴς θ͞ς 
πρὸ χρόνων αἰωνίων· 
Καὶ ἀπὸ τοῦ προ χρόνων αἰ
ωνίων. τὸ ἀξιόπιστον δεί


κνυσιν· οὐκ ἐπειδὴ ἰουδαῖ
οι νῦν οὐ προσῆλθόν φησιν 
διατοῦτο ταῦτα· ἀλλ'οὕτως 
ἄνωθεν τετύπωτο· ἄκουε 
γὰρ τί φησιν· ἐφανέρωσε 
δὲ καιροῖς ἰδίοις· τίς οὖν 
ἡ ἀναβολή· κηδεμονίας 
χάριν καὶ τοῦ εὐκαίρως 
ποιῆσαι· καιρός φησιν 
ὁ προφήτης τοῦ ποιῆσαι 
τῶ κῶ· τὸ γὰρ ἰδίοις· 
τοῦτό ἐστιν· τοῖς προσήκου
σιν· τοῖς ὀφειλομένοις· 
τοῖς ἁρμόζουσιν· ἐφα
νέρωσε δέ φησιν καιροῖς 
ἰδίοις τὸν λόγον αὐτοῦ ἐν 
κηρύγματι· ὃ ἐπιστεύθην 
ἐγώ· τουτέστιν. τὸ κήρυ
γμα· τοῦτο γὰρ πάντα εἶ
χεν τὸ εὐαγγέλιον· καὶ 
τὰ ἐνταῦθα καὶ τὰ μέλ
λοντα· τὴν ζωήν· τὴν 
εὐσέβειαν· τὴν πίστιν· 
πάντα ὁμοῦ· ἐν κηρύ
γματι· τουτέστι. φανε
ρῶς· μετὰ παρρησίας· 
τοῦτο γάρ ἐστιν τὸ ἐν κη
ρύγματι· ὥσπερ γὰρ ὁ κῆ
ρυξ πάντων παρόντων 
ἐν τῶ θεάτρω κηρύττει. 
οὕτω καὶ ἡμεῖς κηρύττομεν· 


ὥστε μηδὲν προσθεῖναι. 
ἀλλὰ ταῦτα ἃ ἠκούσαμεν εἰ
πεῖν· ἡ γὰρ τοῦ κηρύγμα
τος ἀρετὴ· ἐν τῶ πᾶσιν εἰ
πεῖν ἐστιν τὸ γεγονός, οὐ
κ ἐν τῶ προσθεῖναί τινα 
καὶ ἀφελεῖν· εἰ τοίνυν 
Κηρύττειν δεῖ· μετὰ παρρησί
ας κηρύττειν· ἐπεὶ οὐδὲ 
κηρύττειν ἐστί· διατοῦτο 
φησιν οὐκ εἶπεν ὁ χ͞σ εἴπα
τε ἐπὶ τῶν δωμάτων. ἀλ
λὰ κηρύξατε ἐπὶ τῶν δω
μάτων· καὶ ἀπὸ τοῦ τόπου 
καὶ ἀπὸ τοῦ τρόπου τὸ γε
γονὸς παριστῶν· ὃ ἐπι
στεύθην ἐγὼ κατ ἐπιτα
γὴν τοῦ σ͞ρσ ἡμῶν θῦ· 
καὶ τὸ ἐπιστεύθην καὶ τὸ 
κατ ἐπιταγὴν. τὸ ἀξιόπι
στον δείκνυσιν· ὥστε μηδέ
να ἀναξιοπαθεῖν μὴ  
δὲ ἀκκίζεσθαι, μὴ δὲ 
δυσχεραίνειν· εἰ τοίνυν 
Ἐπιταγή ἐστιν. οὐκ εἰμὶ κύ
υριος: Ἐπίταγμα γὰρ πλη
ρῶ· τῶν γὰρ πρακτέων. 
τὰ μὲν ἐφ' ἡμῖν κεῖται. 
τὰ δὲ οὐκ ἐφ' ἡμῖν· ἃ 
μὲν ἐπιτάττων λέγει. ταῦ
τα οὐκ ἐφ' ἡμῖν· ἅπερ                                                                                                                            


δὲ προτρέπων, ταῦτα ἐ
φ' ἡμῖν τυγχάνει· οἷον τὸ 
ἐάν τις εἴπη τῶ ἀδελφῶ 
αὐτοῦ μωρὲ, ἔνοχος ἔσται 
εἰς τὴν γέενναν τοῦ πυρὸς, 
τοῦτο ἐπίταγμα· καὶ πά
λιν· ὅταν προσφέρης 
τὸ δῶρον σου ἐπί τὸ θυσια
στήριον. καὶ γνῶς ὅτι ὁ ἀ
δελφός σου ἔχει τί κατὰ σοῦ, 
ἄφες ἐκεῖ τὸ δῶρον σου 
ἔμπροσθεν τοῦ θυσιαστη
ρίου. καὶ ἀπελθὼν διαλ
λάγηθι τῶ ἀδελφῶ σου. 
καὶ τότε ἐλθὼν πρόσ
φερε τὸ δῶρόν σου, καὶ 
τοῦτο ἐπίταγμα καὶ τὸν 
μὴ ποιήσαντα· ἀνάγκη 
ὑπεύθυνον εἶναι κολάσει· 
ὅταν δὲ λέγη. εἰ θέλεις 
τέλειος εἶναι πώλησόν 
σου τὰ ὑπάρχοντα· καὶ 
πάλιν· ὁ δυνάμενος 
χωρεῖν χωρείτω. οὐκέτι 
ἐπίταγμά ἐστιν· τὸν γὰρ 
ἀκροατὴν ποιεῖ κύριο¯ 
τῶν λεχθέντων. καὶ τὴν 
αἵρεσιν αὐτῶ δίδωσιν  
τῶν πρακτέων· ταῦ
τα μὲν οὖν καὶ ποιῆσαι ϗ 
μὴ ποιῆσαι, ἐφ' ἡμῖν· 


τὰ δὲ ἐπιτάγματα, οὐκ ἐ
φ' ἡμῖν, ἀλλ' ἀνάγκη ποιῆ
σαι· ἢ μὴ ποιήσαντα κο
λασθῆναι· τοῦτο οὖν φη 
καὶ ὅταν λέγη· ἀνάγκη γάρ 
μοι ἐπίκειται· οὐαὶ δέ 
μοι ἐστὶν ἐὰν μὴ εὐαγγελί
σωμαι· σαφέστερον δὲ 
αὐτὸ ἐρῶ, ἵνα πᾶσιν κα
τάδηλον γένηται· οἷον 
ὁ τὴν ἀρχὴν τῆς ἐκκλη
σίας ἐμπεπιστευμένος· 
καὶ τῆ τῆς ἐπισκοπῆς 
ἀξία τετιμημένος. ἂν 
μὴ διαγορεύη τῶ λαῶ τὰ 
πρακτέα, οὐκ ἀνεύθυ
νος ἔσται·  ὁ μέντοι λαϊ
κὸς, οὐδεμίαν ἀνάγκην 
ἔχει τούτου· τί οὖν φησίν 
Ὁ παῦλος. ὅτι κατεπι
ταγὴν τοῦ σ͞ρσ ἡμῶν τοῦ
το ποιῶ· καὶ ὅρα τὰ 
ἐπίθετα πῶς πρὸς ὃ 
εἶπον ἁρμόζει· ἀνωτέ
ρω γὰρ εἰπὼν ὁ ἀψευδὴς 
θ͞σ. ἐνταῦθα φησιν. κα
τ' ἐπιταγὴν τοῦ σ͞ρσ ἡμῶν 
θῦ· εἰ τοίνυν σῆρ ἐστιν· 
Καὶ αὐτὸς ταῦτα ἐπέταξεν 
ἀπὸ τοῦ βούλεσθαι σώ
ζειν· οὐ τοίνυν φιλαρχίας 


τὸ πρᾶγμά ἐστιν· πίστις γάρ 
ἐστιν καὶ ἐπιταγή ἐστι· καὶ 
θῦ σ͞ρς· τίτω γνησίω τέ
κνω· ἔστι γὰρ καὶ μὴ γνήσι
α εἶναι τέκνα· ὡς ἐκεῖ
νος περὶ οὗ φησιν· ἐάν τις 
ἀδελφὸς ὀνομαζόμενος· 
ἦ πόρνος ἢ πλεονέκτης· 
ἢ εἰδωλολάτρης· ἢ λοί
δορος· ἢ μέθυσος τῶ τοι
ούτω μὴ δὲ συνεσθίειν· 
Ἰδοὺ καὶ τέκνον, καὶ οὐκ ἔ
στιν τέκνον γνήσιον· τέ
κνον μὲν γὰρ ἔστιν, ἐπειδὴ ἅ
παξ ἐδέξατο τὴν χά
ριν. καὶ ἀνεγεννήθη· οὐ 
γνήσιον δὲ, ἐπειδὴ ἀνά
ξιον τοῦ π͞ρσ ἐστιν· ἐπειδὴ 
πρὸς ἕτερον αὐτομολεῖ τύ
ραννον· ἐπὶ μὲν γὰρ τῶν 
φυσικῶν παίδων. τὸ γνή
σιον καὶ τὸ μὴ γνήσιον. 
ἀπὸ τῆς ὠδινούσης ἢ 
τοῦ σπείροντος ὁρίζεται· 
ἐνταῦθα δὲ, οὐχ οὕτως. ἀλ
λ' ἀπὸ τῆς προαιρέσεως· 
ἔστι γὰρ γνήσιον γενόμε
νον, μὴ μεῖναι γνήσιον· 
καὶ ἔστιν οὐκ ὄντα γνήσιον. 
γενέσθαι γνήσιον· οὐ γὰρ 
ἀνάγκη φύσεως ταῦτα κα


τακέκλεισται, ἀλλ' ἐξουσία 
προαιρέσεως· ὅθεν καὶ 
συνεχεῖς ἔχει τὰς μεταβάσεις· 
Ἢν ὀνήσιμος τέκνον γνήσιον. 
ἀλλὰ οὐκέτι γνήσιον ἦν· καὶ 
γὰρ ἄχρηστος ἐγένετο· ἀλ
λὰ πάλιν ἐγένετο γνήσιον 
τέκνον· ὡς καὶ αὐτὸν σπλά
γχνα καλεῖσθαι ἀποστολι
κά· τίτω γνησίω τέκνω 
κατὰ κοινὴν πίστιν· τι 
ἐστιν κατα κοινὴν πίστιν 
ἐπειδὴ εἶπεν τέκνον. καὶ 
εἰς τὴν τοῦ π͞ρσ αὐτοῦ ἔ
λαβε τάξιν· πῶς καὶ 
ταύτην τὴν τιμὴν ἐλατ
τοῖ καὶ καταστέλλει, ἄκου
σον· κατὰ κοινὴν πίστιν 
ἐπήγαγε· τουτέστιν κα
τὰ τὴν πίστιν οὐδὲν ἔχω 
σοῦ πλέον· κοινὴ γάρ ἐ
στι· καὶ διὰ τῆς αὐτῆς 
ἐγώ τε ἐτέχθην καὶ σύ· 
Πόθεν οὖν τέκνον αὐτὸν κα
λεῖ· ἤτοι τὴν φιλοστοργί
αν δηλῶσαι θέλων. ἢ τὸ 
πρότερον εἶναι ἐν τῶ κη
ρύγματι. ἢ τὸ δι' αὐτοῦ πε
φωτίσθαι· δια τοῦτο καὶ 
τέκνα καὶ ἀδελφοὺς αὐ
τοὺς καλεῖ· ἐπειδὴ ἀπὸ                                                                                                                            


τῆς αὐτῆς πίστεως ἐτέχθη
σαν, ἀδελφοί· ἐπειδὴ διὰ 
τῶν ἐκείνου χειρῶν, τέκνα· 
τὸ οὖν κατα κοινὴν πίστιν. 
τὴν ἀδελφότητα ἠνίξατο· 
χάρις καὶ εἰρήνη ἀπὸ θῦ 
π͞ρσ καὶ κῦ ιῦ χῦ τοῦ σ͞ρσ ἡμῶ¯· 
Ἐπειδὴ εἶπε τέκνον. Ἐπήγα
γεν ἀπὸ θῦ π͞ρσ· ὥστε ἀ
ναστῆσαι αὐτοῦ τὴν διάνοι
αν καὶ μαθεῖν τίνος ἐστὶν 
τέκνον· καὶ ὅτι οὐτῶ κοι
νὴν πίστιν εἰπεῖν μόνον. 
ἀλλὰ τῶ ἐπαγαγεῖν π͞ρς ἡ
μῶν, τὸ ὁμότιμον αὐτοῦ 
δείκνυσιν· ὅρα δὲ πῶς 
ἃ τοῖς μαθηταῖς καὶ τοῖς 
πολλοῖς ἐπεύχεται, ταῦτα 
καὶ τῶ διδασκάλω· ὁμοί
ως γὰρ καὶ αὐτὸς δεῖται 
τῶν τοιούτων εὐχῶν· και 
πολλῶ μᾶλλον, ἢ έκεῖνοι· 
ὅσω καὶ πλείονας ἔχθρας 
ἔχει· ὅσω πλείονας ἀνάγ
κας τοῦ προσκρούειν τῶ 
θῶ· ὅσω γὰρ μέγα τὸ ἀξί
ωμα. τοσούτω μείζους ϗ` 
οἱ κίνδυνοι τῶ τὴν ἱερω
σύνην ἔχοντι· ἀρκεῖ γὰρ 
καὶ ἓν κατόρθωμα ἐπι
σκοπῆς. ἀνενεγκεῖν εἰς 


τὸν οὐ͞νὸν· Καὶ ἓν ἁμάρτη
μα εἰς αὐτὴν ἐμβαλεῖν τὴν 
γέενναν· ἵνα γὰρ τὰ ἄλ
λα πάντα παρῶ τὰ καθε
κάστην ἡμέραν συμπίπτον
τα. ἂν τύχη ποτέ τινα. ἢ 
διὰ φιλίαν· ἢ δι' ἄλλην τι
νὰ αἰτίαν, ἀνάξιον εἰς 
ἐπισκοπὴν παραγαγεῖν, 
καὶ πόλεως ἐπιτρέψαι με
γάλης ἀρχὴν, ὅρα πόσου 
πυρὸς ἑαυτὸν καθίστησιν 
ἔνοχον· οὐ γὰρ τῶν ψυ
Χῶν τῶν ἀπολλυμένων μό
νον. ἀπόλλυσι γὰρ αὐτὰς 
ἀνευλαβὴς ὢν, ἀλλὰ καὶ 
πάντων τῶν ὑπ' ἐκείνου 
πραττομένων, αὐτὸς δώ
σει τὰς εὐθύνας· ὁ γὰρ ἐν
τάξει ἰδιώτου ἀνευλαβὴς
ὢν, πολλῶ μᾶλλον ὅταν ἐ
πιλάβηται τῆς ἀρχῆς· 
ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ 
μεῖναι τοιοῦτον ἐπιλαμ
βανόμενον τῆς ἀρχῆς· 
καὶ γὰρ κενοδοξία τότε 
σφοδρότερον ἐπιτίθε
ται· καὶ χρημάτων ἔ
ρως· καὶ αὐθάδεια. τῆς 
ἀρχῆς τὴν ἐξουσίαν πα
ρεχούσης· καὶ προσκρού


σματα· καὶ ὕβρεις· καὶ λοι
δορίαι. καὶ μυρία ἕτερα· 
ἄν οὖν τίς ἀνευλαβὴς ἦ· 
μᾶλλον ἔσται ἀνευλαβέστε
ρος τοιοῦτος γενόμενος· 
ὅταν οὖν τοιοῦτον ἐπιστή
ση ἄρχοντα. πάντων τῶν 
ἁμαρτανομένων ὑπ' ἐκεί
νου καὶ δήμων ὁλοκλήρων 
ὑπεύθυνος ἔσται· εἰ δὲ 
ὁ μίαν ψυχὴν σκανδαλίζω¯. 
συμφέρει αὐτῶ ἵνα μύλος 
ὀνικὸς κρεμασθῆ εἰς τὸν 
τράχηλον αὐτοῦ καὶ κα
ταποντισθῆ ἐν τῶ πελά
γει τῆς θαλάσσης, ὁ το
σαύτας ψυχὰς σκανδαλί
ζων.· πόλεις ὁλοκλήρους 
καὶ δήμους· καὶ μυρίας 
ψυχὰς· ἄνδρας· γυναῖ
κας· παῖδας· πολίτας. 
γεωργούς· τοὺς ἐν αὐτῆ 
τῆ πόλει· τοὺς ἐν ἑτέ
ραις ταῖς ὑπ' ἐκεῖνην 
τὴν πόλιν τί ὑποστήσε
ται· κἀν γὰρ τριπλασί
ονα ἑτέρα εἴπης, οὐδὲν 
ἐρεῖς· τοσαύτης ἔσται 
ὑπεύθυνος κολάσεως 
καὶ τιμωρίας· ὥστε μά
λιστα οὗτος δεῖται τῆς χά


ριτος τοῦ χῦ καὶ τῆς εἰρή
νης· ἂν γὰρ μὴ μετὰ ταύ
της κυβερνῆ τὸν λαὸν. 
πάντα οἴχεται καὶ ἀπό
λωλεν τῶν αὐχένων αὐ
τῶν οὐκ ὄντων· κἀν γὰρ 
ἔμπειρος ἦ τῆς κυβερνη
τικῆς· ἂν μὴ τοὺς οἴα
κας τούτους ἔχη. τὴν χά
ριν καὶ τὴν εἰρήνην τὴν 
παρὰ τοῦ θῦ. καταδύσει 
τὸ σκάφος καὶ τοὺς ἐμ
πλέοντας· ὅθεν ἐμοὶ 
θαυμάζειν ἔπεισιν. τοὺς 
ἐφιεμένους ὄγκου τοσου
του· ἄθλιε καὶ ταλαί
πωρε ἄν͞ε· οὐχ ὁρᾶς τί
νος ἐφίεσαι· Κατὰ 
σαὐτὸν ἂν, ἦς καὶ ἄνωστος 
καὶ ἄσημος· κἂν μυρία 
ἁμάρτης. ἀλλὰ μιᾶς 
ψυχῆς δώσεις λόγον· καὶ 
ταύτης εὐθύνας ὑφέξεις 
μόνον· ὅταν δὲ εἰς τὴν ἀρ
χὴν ταύτην ἀχθῆς· ἐν
νόησον πόσων καὶ ἄλλων 
ὑπεύθυνος εἶ τιμωρίας· 
ἄκουε γὰρ παύλου λέ
γοντος· πείθεσθε τοῖς 
ἡγουμένοις ὑμῶν καὶ ὑ
πείκετε· αὐτοὶ γὰρ ἀγρυ                                                                                                                           


πνοῦσιν ὑπὲρ τῶν ψυχῶν 
ὑμῶν. ὡς λόγον ἀποδώ
σοντες· ἀλλὰ τιμῆς ἐφί
εσαι καὶ ἀρχῆς; καὶ τίς ἡ
δονὴ ταύτης τῆς τιμῆς· 
οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁρῶ· 
οὐ γάρ ἐστι δυνατὸν ἄρχον
τα εἶναι ἀληθῶς· πῶς· 
ὅτι ἐν τῆ ἐξουσία κεῖται 
τῶν ἀρχομένων τὸ ὑπα
κούειν· καὶ εἴ τις ἀκρι
βῶς ἐξετάσειεν τὸ πρᾶγμα. 
οὐκ ἐπὶ ἀρχὴν ἔρχεται ὁ 
τοιοῦτος· ἀλλὰ δουλεύει 
μυρίοις δεσπόταις· ἐναν
τία καὶ ἐπιθυμοῦσι καὶ 
λέγουσιν· ὅπερ γὰρ ἐγκω
μιάζει ἐκεῖνος, μέμφε
ται ἕτερος· ὅπερ ψέγει οὗ
τος, θαυμάζει ἄλλος· τί
νος οὖν άκοῦσαι χρή· τί
νι πεισθῆναι, οὐκ ἐστιν 
Καὶ ὁ μὲν ἀργηρώνητος. 
κἀν ἐναντία ὁ δεσπότης 
τῶ δούλω προστάξη. οὐ 
δυσχεραίνει· σὺ δὲ ἀν το
σούτων δεσποτῶν ἐναν
τία ἐπιταττόντων ἀλγή
σης. καὶ τούτου δίδως 
δίκην ὁ τὰ πάντων ἐπὶ σὲ 
στόματα ἀνοίγων· τοῦτο 


οὖν εἰπέ μοι τιμή· τοῦτο 
ἀρχή; τοῦτο ἐξουσία; 
εἶπεν ὁ τὴν ἐπισκοπὴν 
ἔχων εἰσενεγκεῖν χρήμα
τα· ἂν μὴ θέλη· οὐ μόνον 
οὐκ εἰσηνέγκεν, ἀλλὰ καὶ 
ὑπὲρ τοῦ μὴ δόξαι ῥαθυ
μίας ἕνεκεν τοῦτο ποι
εῖν, κατηγορεῖ τοῦ κελεύ
σαντος· κλέπτει φη· 
ἁρπάζει· καταπίνει τὰ 
τῶν πενήτων· κατε
σθίει τὰ τῶν πτωχῶν· παῦ
σαι λοιδορῶν· μέχρι τί
νος ταῦτα φῆς· οὐ βού
λει εἰσενεγκεῖν. οὐδεὶς ὁ 
καταναγκάζων· οὐδεὶς 
ὁ βιαζόμενος. τί καὶ λοι
δορῆ τῶ παραινοῦντι ϗ 
συμβουλεύοντι· ἀλλ' εἰς 
χρείαν τις κατέστη καὶ 
οὐκ ὤρεξε χεῖρα μὴ δυ
νηθεὶς ἢ καὶ ἑτέρωθι 
ἀσχοληθεὶς. οὐδὲ μία 
συγγνώμη· ἀλλὰ πάλιν 
κατηγορίαι χείρους τῶν 
προτέρων· τοῦτο γοὖν ἀρ
χή; καὶ ἀμύνεσθαι οὐκ ἔ
χει· σπλάγχνα γάρ αὐτού 
ἐστιν ἴδια· καὶ ὥσπερ τὸ 
σπλάγχνον κἂν οἰδαίνη


καὶ πόνους παρέχη καὶ τῆ 
κεφαλῆ καὶ τῶ λοιπῶ σώ
ματι· οὐ τολμῶμεν ἀμύνε
σθαι· οὐδὲ λαβόντες ξίφͼ 
διαρρηγνύομεν· οὕτω κἂν 
τῶν ἀρχομένων τις τοι
οῦτος ἦ· πόνους ἡμῖν πα
ρέχων καὶ ἀθυμίας ἐκ τῶν 
κατηγοριῶν τούτων: οὐ 
τολμῶμεν ἀμύνασθαι: πόρ
ρω γὰρ ταῦτα πν͞ικῆς 
διανοίας· ἀλλ' ἀνάγκη φέ
ρειν τὸν πόνον. ἕως ἂν 
ἐκεῖνος ὑγιάνη καλῶς· 
Ὁ ἀργυρώνητος οἰκέτης· 
ἔχει τι ἐπιτεταγόμενον ἔρ
γον· κἂν τοῦτο ἀνύση λοι
πὸν ἑαυτοῦ κύριος γίγνε
ται· οὗτος δὲ πανταχοῦ 
περιέλκεται· πολλὰ ϗ 
τῶν ὑπερδύναμιν ἀπαι
τεῖται· ἂν μὴ ἴδη λέγειν, 
πολὺς ὁ γογγυσμός· ἂν 
ἴδη λέγειν, πάλιν κατη
γορίαι· κενόδοξός ἐστιν· 
ἂν μὴ νεκροὺς ἀνιστᾶ. 
οὐδενὸς λόγου ἄξιος φη· 
ὁ δεῖναι εὐλαβής ἐστιν· οὗ
τος δὲ οὔ· ἂν ἀπολαύη 
συμμέτρου τροφῆς, πάλιν 
κατηγορίαι· ἔδει αὐτὸν 


ἀπηγχονήσθαι φησιν· ἂν 
λουόμενον ἴδη τις, πολ
λαὶ κατηγορίαι· ὅλως οὐ
δὲ τὸν ἥλιον ὁρᾶν ὀφείλει 
φησίν· εἰ δὲ τὰ αὐτὰ: πράτ
τει ἅπερ κἀγώ· καὶ λούετ
αι καὶ ἐσθίει καὶ πίνει· 
καὶ ἱμάτια περιβέβλη
ται, καὶ οἰκίας φροντίζει 
καὶ οἰκετῶν, τίνος ἕνε
κεν ἐμοῦ προέστηκεν· 
ἀλλὰ καὶ οἰκέτας ἔχει φησὶ 
τοὺς διακονουμένους αὐ
τῶ· καὶ ἐπὶ ὄνου, ὀχεῖται; 
τίνος ἕνεκεν ἐμοῦ προ
έστηκεν· ἀλλὰ τίς εἰπέ 
μοι· οὐκ ὀφείλει τὸν δια
κονούμενον. ἔχειν, ἀλλ' αὐ
τὸς τὸ πῦρ ἀνακαίειν ϗ 
ὑδροφορεῖν καὶ ξύλα δι
ακλᾶν καὶ εἰς ἀγορὰν ἐμ
βάλλειν; καὶ ὅση αἰσχύνη 
Τοῦτο γίνεται· καὶ οἱ μὲν ἅγι
οι ἐκεῖνοι ἄνδρες οἱ ἀπό
στολοι· τὸν τῶ λόγω προσ
καρτεροῦντα· οὐδὲ δια
κονία χηρῶν βούλονται 
προσανέχειν, ἀλλ' ἀνάξι
ον αὐτοῦ τὸ πρᾶγμα εἶναι 
ἐνόμισαν· σὺ δὲ αὐτὸν, 
καὶ εἰς τὴν τῶν οἰκετῶν ὑ                                                                                                                           


πηρεσίαν καθέλκεις τῶν 
σῶν; διατί ταῦτα ἐπιτάτ
των οὐ παρέρχη σὺ καὶ 
ταῦτα πληροῖς· εἰπέ μοι· 
οὐχὶ μείζονά σοι διακονεῖ
ται ὑπηρεσίαν· ἢ σὺ τὰ 
σωματικά; διατί μὴ σὺ 
τὸν παῖδα πέμπεις τὸν 
σὸν πρὸς τὴν τούτου ὑ
πηρεσίαν· ὁ χ͞σ ἔνιψεν 
τοὺς πόδας τῶν μαθητῶν. 
σὺ θεραπείαν ἂν παρά
σχης τῶ διδασκάλω μέγα 
τι ποιεῖς; ἀλλ' οὔτε σὺ 
βούλει παρασχεῖν. καὶ αὐ
τὸν κωλύεις; τί οὖν· 
ἀπὸ τοῦ οὐ͞νοῦ ζῆν ὀφεί
λει; ἀλλ' οὐ βούλεται οὕτως· 
ὁ θ͞ς· τί οὖν οἱ ἀπόστολοι 
φησὶν· ἐλευθέρους εἶχον 
δουλεύοντας· βούλει καὶ τοῦ
το ἀκοῦσαι πῶς οἱ ἀπό
στολοι διῆγον; ἀποδημί
ας ἐποιοῦντο. καὶ ἄνδρες 
ἐλεύθεροι καὶ γυναῖκες 
εὐγενεῖς, ὑπὲρ τῆς ἐ
κείνων ἀναπαύσεως. ϗ 
τὰς ψυχὰς καὶ τὰς κεφα
λὰς ὑπείθεσαν τὰς ἑ
αυτῶν· ἄκουε δὲ καὶ 
τοῦ μακαρίου τούτου πα


ραινοῦντος καὶ λέγοντος· 
τοὺς οὖν τοιούτους, ἐντί
μους ἔχετε· ὄτι διὰ τὸ ἔρ
γον τοῦ χῦ μέχρι θανάτου 
ἤγγισεν παραβουλευσά
μενος τῆ ψυχῆ. ἵνα ἀνα
πληρωθῆ τὸ ὑμῶν ὑστέ
ρημα τῆς πρός ἐμὲ λει
τουργίας· ὁρᾶς τί φη; 
σὺ δὲ οὐδὲ λόγον προΐεσαι 
ὑπὲρ τοῦ π͞ρσ τοῦ σοῦ. μή
τι γε κίνδυνον τοσοῦτον 
ἀναδέχη; ἀλλὰ λούεσθαί 
φησιν οὐ χρή· διατί εἰ
πέ μοι· ποῦ τοῦτο κεκώ
λυται· οὐδὲ γὰρ ὁ ῥύπος· 
καλόν· οὐδαμοῦ ταῦτα 
ὁρῶμεν ἐγκαλούμενα οὐ
δε θαυμαζόμενα· ἄλ
λα γάρ ἐστὶν ἅπερ ἐπέτα
ξεν τὸν ἐπίσκοπον ἔχειν· 
ἀνέγκλητον εἶναι· σώ
φρονα· κόσμιον· φιλόξε
νον· διδακτικόν· ταῦτα 
ἀπαιτεῖ ὁ ἀπόστολος. 
ταῦτα καὶ σὺ ἐπιζήτει 
παρὰ τοῦ ἄρχοντος, πε
ραιτέρω δὲ μηδέν· 
οὐκ εἶ τοῦ παύλου ἀκριβέ
στερος· μᾶλλον δὲ οὐκ εἶ 
τοῦ π͞νσ ἀκριβέστερος· 


ἂν ἦ πλήκτης ἢ πάροινος· 
ἂν ὠμὸς καὶ ἀνηλεὴς, κα
τηγόρει· ἀνάξια ταῦτα 
τοῦ ἐπισκόπου· ἂν τρυφᾶ, 
καὶ τοῦτο κατηγορεῖ· ἂν 
δὲ θεραπεύη τὸ σῶμα, 
ἵνα σοι διακονῆ. ἂν ἐπιμε
λῆται ἵνα σοι χρήσιμος 
ἦ· ὑπὲρ τούτων αὐτῶ ἐγ
καλεῖσθαι δεῖ; οὐκ οἶδας 
ὅτι ἀσθένεια σωματικὴ 
τῆς κατὰ ψυχὴν ἀσθενεί
ας, οὐχ ἧττον. καὶ ἡμᾶς 
βλἀπτει καὶ τὴν ἐκκλη
σίαν· διατί διορθοῦται 
αὐτὴν ὁ παῦλος γράφων 
τῶ τιμοθέω. οἴνω ὀλίγω 
χρῶ διὰ τὸν στόμαχόν σου 
καὶ τὰς πυκνάς σου ἀσθε
νείας· εἰ μὲν γὰρ ψυχῆ 
μόνη τὴν ἀρετὴν κατωρθοῦ
μεν, οὐκ ἔδει φροντίζειν 
τοῦ σώματος· τί δὲ ὅ
λως καὶ γεγόναμεν· εἰ δὲ 
πολλὴ τούτου ἡ συντέ
λεια, πῶς οὐκ ἐσχάτης 
ἐστὶν ἀνοίας τούτου ἀμε
λεῖν· ἔστω γάρ τις ἀνὴρ 
ἐπισκοπῆ τετιμημένος· 
καὶ τοῦ κοινοῦ τῆς ἐκ
κλησίας τὴν προστα


σίαν ἐγκεχειρισμένος· καὶ 
τὰ μὲν ἄλλα ἔστω ἐνάρετος. 
καὶ πάντα ἔχων ἅπερ ἔχειν 
ἁρμόττει τὸν ἱερωμένον· 
διὰ παντὸς δὲ τῆ κλίνη 
προσδεδέσθω ὑπὸ πολλῆς 
ἀρρωστίας· τί οὗτος ὀνῆ
σαι δυνήσεται· ποίαν ἀ
ποδημίαν στείλασθαι· ποί
ας ἐπισκέψεις ποιήσασθαι· 
τίνι ἐπιπλῆξαι· τίνα  
νουθετῆσαι· ταῦτα εἶ
πον· ἵνα εἰδῆτε μᾶλλον 
ἀποδέχεσθαι· ἵνα καὶ εἴ τις 
ἐφίεται τῆς ἀρχῆς, τὰς 
νιφάδας τῶν κατηγορι
ῶν ὁρῶν, τὴν τοιαύτην 
ἐπιθυμίαν σβέννυτω· μέ
γας γὰρ ὄντως κίνδυνος. 
καὶ τῆς τοῦ θῦ δεόμενος 
χάριτος, καὶ τῆς εἰρή
νης· ἣν ἐπεύχεσθε ἡμῖν 
εἶναι πολλὴν. καὶ ἡμεῖς 
ὑμῖν· ἵν' ἀμφότεροι κα
Τορθώσαντες τὴν ἀρετὴν, 
οὕτω τύχωμεν τῶν ἐπηγ
γελμένων ἀγαθῶν· ἐν 
χῶ ιῦ τῶ κῶ ἡμῶν· με
θ οὗ τῶ π͞ρι ἅμα τῶ ἀγίω 
π͞νι· δόξα κράτος τιμή, 
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ                                                                                                                           


νας τῶν αἰῶνων ἀμήν:—