ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΡΣ ΗΜΩΝ ΙΩΑΝ
ΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝ
ΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ,
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΤΟΝ Ε
ΠΙΣΤΟΛΗΝ· ΠΑΥΛΟΣ ΔΟΥΛΟΣ Θ͞Υ  
ΑΠΟΣΤΟΛΟΣ ΔΕ, Ι͞Υ Χ͞Υ· 
Τῶν παύλω συνόντων, δόκιμος 
οὗτος ἦν σφόδρα· εἰ μὴ γὰρ ἦν 
δόκιμος, οὐκ ἂν αὐτῶ τὴν νῆσον 
ὁλόκληρον ἐπέτρεψεν· οὐκ ἂν τὰ 
ἐλλειφθέντα ἀναπληρῶσαι προ
σέταξεν. ἵνα γάρ φησι τὰ λείπον
τα ἐπιδιορθώση· οὐκ ἂν τοσού
των ἐπισκόπων κρίσιν ἐπέτρεψ¯, 
εἰ μὴ σφόδρα ἐθάρρει τἀνδρί‧ φασὶ 
δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ τὸ τέ
κνον αὐτὸν λέγειν· πλὴν ἀλλ' οὔπω 
τοῦτο δῆλον ἀπὸ τούτου· οἶμαι δὲ
αὐτοῦ καὶ ἐν ταῖς πράξεσιν εἶ
ναι μνείαν· τάχα καὶ κορίνθιος 
ἦν, εἰ μή τις ἕτερος ἦν ὁμώνυμος 
αὐτῶ· καὶ ζηνᾶν μὲν καλεῖ πρὸς 
ἑαυτόν· καὶ ἀπολλὼ πεμφθῆναι 
βούλεται, τοῦτον δὲ οὔ· καὶ γὰρ ἐ
ναντίον τοῦ αὐτοκράτορος, μείζο
να τούτοις ἐμαρτύρει τὴν ἀν
δρίαν καὶ τὴν ἀρετήν· δοκοῦσι δέ 
μοι χρόνοι εἶναι μέσοι τινές, καὶ ἐν 
ἀδεία ὁ παῦλος ὢν γράφει ταῦτα· 
οὐδὲν γὰρ περὶ πειρασμῶν φησι· 
συνεχῶς δὲ περιστρέφει τοῦ θῦ τὴ¯ 


χάριν καὶ ἄνω καὶ κάτω, ἱκα
νὴν οὖσαν παράκλησιν τοῖς πε
πιστευκόσι πρὸς ἀρετήν· τὸ γὰρ 
μαθεῖν τίνων μὲν ἦσαν ἄξιοι· πρὸς 
τί δὲ μετέστησαν καὶ ταῦτα χά
ριτι· καὶ τίνων ἠξίωνται, οὐ μι
κρὰ προτροπή· ἀποτείνεται 
δὲ καὶ πρὸς ἰδουαίους· εἰ δὲ ὁ
λόκληρον τὸ ἔθνος ὑβρίζει, μὴ θαυ
μάσης· καὶ ἐπὶ γαλατῶν γὰρ αὐ
τὸ ποιεῖ λέγων· ὦ ἀνόητοι γαλά
ται· οὐχ ὑβριστικοῦ δὲ τοῦτο ἤθους,
ἀλλ' ἐρωτικοῦ· εἰ μὲν γὰρ τῶν αὐ
τοῦ ἕνεκεν ταῦτα ἐποίει, εἰκότως 
τις αὐτῶ ἐπεμέψατο· εἰ δὲ πε
πυρωμένος καὶ ζέων ὑπέρ τοῦ
κηρύγματος, οὐχ ὑβριστικῶς αὐ
τὸ ἐποίει· καὶ ὁ χ͞σ δὲ μυρία ἐλοι
δορεῖτο τοῖς γραμματεῦσι καὶ φα
ρισαίοις· ἀλλ' οὐχὶ αὐτοῦ ἕνεκεν,
ἀλλ' ὅτι τοὺς ἄλλους ἅπαντας ἀ
πώλλυον· βραχεῖαν δὲ ποιεῖ τὴν
ἐπιστολὴν εἰκότως· καὶ τοῦτο δὲ 
τῆς ἀρετῆς τοῦ τίτου τεκμήριο¯
ἦν, τὸ μὴ δεῖσθαι λόγων πολλῶν 
ἀλλ' ὥσπέρ τινος ὑπομνήσεως· 
αὕτη δέ μοι δοκεῖ τῆς πρὸς τιμό
θεον εἶναι προτέρα ἡ ἐπιστολή·
ἐκείνην μὲν γὰρ πρὸς τῶ τέλει ὢν 
ἔγραφεν, ἐνταῦθα δὲ ἄφετος ὢν 
καὶ λελυμένος· τὸ γὰρ κέκρικα 
παραχειμάσαι ἐν νικοπόλει, τεκ
μήριον ἦν τοῦ μηδέπω ἐν δε
σμοῖς εἶναι· ἐκεῖ δὲ συνεχῶς ἑαυ


τὸν δέσμιον καλεῖ· τί οὖν φησιν·
παῦλος δοῦλος θῦ· ἀπόστολος δὲ
ἰῦ χῦ, κατὰ πίστιν ἐκλεκτῶν θῦ· 
ὁρᾶς πῶς ἀδιαφόρως αὐτὰ τί
θησι· ποτὲ μὲν ἑαυτὸν τοῦ θῦ δοῦ
λον λέγων, τοῦ δὲ χῦ ἀπόστολον· 
ποτὲ δὲ τοῦ χῦ δοῦλον· παῦλος 
δοῦλος ἰῦ χῦ; οὕτως οὐδὲ μίαν 
οἶδε διαφορὰν μεταξὺ π͞ρς καὶ
ὑιοῦ· κατὰ πίστιν ἐκλεκτῶν θῦ 
καὶ ἐπίγνωσιν ἀληθείας τῆς 
κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς 
αἰωνίου· κατὰ πίστιν ἐκλεκτῶ¯ 
θῦ· ἀντὶ τοῦ ὅτι ἐπίστευσας ἢ 
ὅτι ἐπιστεύθης· οἶμαι αὐτὸν λέ
γειν καὶ ὅτι αὐτὸς ἐπιστεύθη τοὺς 
ἐκλεκτοὺς τοῦ θῦ· τουτέστιν. 
οὐκ ἀπὸ κατορθωμάτων οὐδὲ 
ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀ
ξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς 
τοῦ πιστεύσαντος εὐεργεσίας ἐγέ
νετο· εἶτα ἵνα μὴ ἄλογος ἡ χάρις 
νομισθῆ. οὔτε γὰρ τὸ πᾶν αὐτοῦ·
ἐπεὶ διατί μὴ καὶ ἑτέροις ἐνεπί
στευσε, δια τοῦτο ἐπήγαγε τὸ καὶ 
ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐ
σέβειαν· ἀπὸ ταύτης φησὶν 
ἐπιστεύθην· μᾶλλον δὲ καὶ τοῦτο 
ἐπιστεύθην ἐκ τῆς αὐτοῦ χάρι
τος· καὶ γὰρ καὶ τούτου αὐτὸς αἴ
τιος· δια τοῦτο καὶ αὐτὸς ὁ χ͞σ λέγει· 
οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ 
ὑμᾶς ἐξελεξάμην· καὶ πάλιν 
αὐτὸς οὗτος ὁ μακάριος ἑτέρωθι 


γράφων φησίν· ἐπιγνώσομαι κα
θὼς καὶ ἐπεγνώσθην· καὶ πά
λιν· εἰ καταλάβω ἐφ' ὃ καὶ κατε
λήφθην ὑπὸ τοῦ χῦ ἰῦ· πρότερο~ 
κατελήφθημεν, καὶ ὕστερον ἐπέ
γνωμεν· καὶ πρότερον ἐπεγνώ
σθημεν, καὶ τότε κατελάβομεν· 
πρότερον ἐκλήθημεν, καὶ τό
τε ὑπηκούσαμεν· τῶ δὲ κατὰ 
πίστιν εἰπεῖν, τὸ πᾶν ἐκείνοις λο
γίζεται· ὅτι δι' ἐκείνους εἰμὶ ἀπό
στολος· οὐχ ὡς ἄξιος, ἀλλὰ διὰ 
τοὺς ἐκλεκτούς· ὅπερ καὶ ἀλ
λαχοῦ λέγει· πάντα γὰρ ὑμῶν ἐστι¯· 
εἴτε παῦλος, εἴτε ἀπολλώς· ς` 
ἐπίγνωσίν φησιν ἀληθείας τῆς 
κατ' εὐσέβειαν· ἔστι γὰρ ἀλήθεια 
πραγμάτων, ἀλλ' οὐ κατ' εὐσέβειαν· 
οἷον τὸ εἰδέναι τὰ γεωργικά· τὸ 
εἰδέναι τέχνας, ἀληθῶς ἐστιν εἰδέ
ναι· ἀλλ' αὕτη κατ' εὐσέβειαν ἡ ἀ
λήθεια· ἢ τὸ κατὰ πίστιν, ὅτι ἐ
πίστευσαν καθάπερ οἱ λοιποὶ 
ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν τὴν ἀ
ληθείαν· ἀπὸ πίστεως ἄρα ἡ ἐ
πίγνωσις οὐκ ἀπὸ λογισμῶν· 
ἐπ' ἐλπίδι ζωῆς αἰωνίου· εἶπε¯ 
τὴν παροῦσαν τὴν ἐν τῆ χάριτι 
τοῦ θῦ, λέγει καὶ τὴν μέλλουσαν· 
καὶ ἔπαθλα τίθησιν ἡμῖν ὑ
πὲρ ὧν ἡμᾶς εὐηργέτησεν· ἐπεὶ 
γὰρ ἐπιστεύσαμεν καὶ ἀπηλλάγη
μεν τῆς πλάνης, στεφανοῦν ἡ
μᾶς βούλεται· ὅρα πῶς γέμει


τὸ προοίμιον τῶν εὐεργεσιῶν 
τοῦ θῦ· καὶ ὅλη δι' ὅλης ἡ ἐπιστολὴ 
αὕτη μάλιστα τοιαύτη τυγχάνει, 
καὶ αὐτὸν τὸν ἅγιον ἐκεῖνον δι' ἀνι
στῶσα μᾶλλον πρὸς τοὺς πόνους 
καὶ τοὺς μαθητευομένους· οὐδὲν 
γὰρ οὕτως ἡμᾶς ὠφελεῖ, ὡς τὸ 
συνεχῶς μεμνῆσθαι τῶν εὐεργε
σιῶν τοῦ θῦ· ς` τῶν κοινῆ, καὶ 
τῶν ἰδία· εἰ γὰρ φίλου εὐεργεσίας 
ἀνενεγκόντες· ἢ ῥῆμα προσηνὲς 
ἀκούσαντες ἢ πρᾶγμα διαθερ
μαινόμεθα, πολλῶ μᾶλλον ὅτ' ἂν 
ἴδωμεν πόσοις κινδύνοις περι
επέσομεν καὶ ἀπὸ πάντων ἡ
μᾶς ἐξείλετο ὁ θ͞ς, προθυμότεροι
περὶ τὴν ὑπακοὴν ἐσόμεθα· 
καὶ ἐπίγνωσίν φησιν ἀληθείας·
ἀλήθειαν δὲ ἐνταῦθα, πρὸς τὸν τύ
πον οὕτως εἶπεν· καὶ γὰρ καὶ ἐ
κείνη ἐπίγνωσις ἦν· καὶ εὐσέβεια 
ἦν, ἀλλ' οὐκ ἀληθείας· οὐ μὴν οὐ
δὲ ψεύδους. ἀλλὰ τύπων καὶ εἰκό
νος· καλῶς εἶπεν ἐπ' ἐλπίδι ζω
ῆς αἰωνίου· ὅτι ἐκείνη ἐπ' ἐλπίδι 
ἦν ζωῆς τῆς παρούσης· ὁ γὰρ 
ποιήσας αὐτὰ φησι, ζήσεται ἐν 
αὐτοῖς· ὁρᾶς πῶς ἐκ προοιμίω¯ 
ἤδη δείκνυται τῆς χάριτος τὸ μέσο¯; 
ἐκεῖνοι οὐκ ἐκλεκτοί, ἀλλ' ἡμεῖς· 
εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ, 
ἀλλ' οὐκέτι· ἣν ἐπηγγείλατο ὁ ἀψευ
δὴς θ͞ς πρὸ χρόνων αἰωνίων· του
τέστιν, οὐ νῦν ἐκ μετανοίας· ἀλλ' ἄ


νωθεν ταῦτα προώριστο· πολ
λαχοῦ τοῦτο τίθησιν ὡς ὅτ' ἂν
λέγη· ἀφωρισμένος εἰς εὐαγγέλιον 
τοῦ θῦ· καὶ πάλιν· οὓς προέγνω 
καὶ προώρισε· δεικνὺς τὴν εὐ
γένειαν τὴν ἡμετέραν· ὅτι ἡμᾶς
οὐ νῦν ἀλλ' ἄνωθεν ἠγάπησεν·
οὐ μικρὸν δὲ τοῦτο τὸ ἄνωθεν ἠγα
πῆσθαι καὶ ἐξ ἀρχῆς· ἣν ἐπηγ
γείλατό φησιν ὁ ἀ ψευδὴς θ͞ς· εἰ 
ἀψευδὴς, πάντως ἔσται ὃ ἐπηγγεί
λατο· εἰ ἀψευδὴς, οὐ δεῖ ἀμφιβάλ
λειν κἂν μετὰ θάνατον ἦ· ἣν ἐπηγ
γείλατό φησιν ὁ ἀψευδὴς θ͞ς πρὸ
χρόνων αἰωνίων· καὶ ἀπὸ τοῦ εἰ
πεῖν πρὸ χρόνων αἰωνίων, τὸ ἀ
ξιόπιστον δείκνυσιν· οὐκ ἐπειδὴ
Ἰουδαῖοί φησιν οὐ προσῆλθον νῦν
διατοῦτο ταῦτα· ἀλλ' οὕτως ἄνω
θεν ἐτετύπωτο· ὃ καὶ δηλῶν ἐπάγει· 
ἐφανέρωσε δὲ καιροῖς ἰδίοις· 
τί οὖν ἡ ἀναβολή· κηδεμονίας 
χάριν καὶ τοῦ εὐκαίρως ποιῆσαι· 
καιρός φησιν ὁ προφήτης τοῦ
ποιῆσαι τῶ κῶ· τὸ γὰρ ἰδίοις, 
τοῦτό ἐστι· τοῖς προσήκουσι· τοῖς 
ὀφειλομένοις· τοῖς ἁρμόζουσιν· 
ἐφανέρωσέ φησι καιροῖς ἰδίοις
τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐ
πιστεύθην ἐγώ· τουτέστι, τὸ κήρυ
γμα· τοῦτο γὰρ τὰ πάντα εἶχε τὸ 
εὐαγγέλιον· καὶ τὰ ἐνταῦθα, καὶ 
τὰ μέλλοντα· τὴν ζωήν· τὴν 
εὐσέβειαν· τὴν πίστιν, πάντα


ὁμοῦ· ἐν κηρύγματι· τουτέστι, 
φανερῶς· μετὰ παρρησίας· 
τοῦτο γάρ ἐστι τὸ ἐν κηρύγματι· ὥσ
περ ὁ κῆρυξ πάντων παρόντω¯ 
ἐν τῶ θεάτρω κηρύττει, οὕτω καὶ 
ἡμεῖς· κηρύττομεν· ὥστε μηδὲν 
προσθεῖναι, ἀλλὰ ταῦτα ἃ ἠκούσα
μεν εἰπεῖν· ἡ γὰρ τοῦ κήρυκος ἀρε
τὴ· ἐν τῶ πᾶσιν εἰπεῖν ἐστι τὸ γεγο
νός, οὐκ ἐν τῶ προσθεῖναί τινα 
καὶ ἀφελεῖν· εἰ τοίνυν κηρύττειν 
δεῖ, μετὰ παρρησίας κηρύττειν δεῖ· 
ἐπεὶ οὐδὲ κηρύττειν ἐστί· διατοῦτο 
οὐδὲ εἶπεν ὁ χ͞σ εἴπατε ἐπὶ τῶν δω
μάτων· ἀλλὰ κηρύξατε ἐπὶ τῶν
δωμάτων· καὶ ἀπὸ τοῦ τόπου
καὶ ἀπὸ τοῦ τρόπου, τὸ γεγονὸς 
παριστῶν. ὃ ἐπιστεύθην ἐγὼ κα
τ' ἐπιταγὴν τοῦ σ͞ρσ ἡμῶν θῦ·
καὶ τὸ ἐπιστεύθην· καὶ τὸ κατ' ἐπι
ταγὴν, τὸ ἀξιόπιστον δείκνυσιν· 
ὥστε μηδένα ἀναξιοπαθεῖν. μη
δὲ ἀκκίζεσθαι, μηδὲ δυσχεραίνειν· 
εἰ τοίνυν ἐπιταγή ἐστιν, οὐκ εἰμὶ κύ
ριος· ἐπίταγμα γὰρ πληρῶ· τῶ¯ 
γὰρ πρακτέων· τὰ μὲν ἐφ' ἡμῖν
κεῖται, τὰ δὲ οὐκ ἐφ' ἡμῖν· ἃ 
μὲν γὰρ ἐπιτάττων λέγει, ταῦτα 
οὐκ ἐφ' ἡμῖν· ἅπερ δὲ ἐπιτρέπω¯, 
ταῦτα ἐφ' ἡμῖν τυγχάνει· οἷον 
τὸ ἐάν τις εἴπη τῶ ἀδελφῶ αὐ
τοῦ μωρὲ ἔνοχος ἔσται εἰς τὴν 
γέενναν τοῦ πυρὸς, τοῦτο ἐπίτα
γμα· καὶ τὸ ὅταν προσφέρης 


τὸ δῶρον σου ἐπί τὸ θυσιαστήριον
καὶ γνῶς ὅτι ὁ ἀδελφός σου ἔχει
τί κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον
σου ἔμπροσθεν τοῦ θυσιαστηρίου
καὶ ἀπελθὼν διαλλάγηθι τῶ ἀ
δελφῶ σου· καὶ τότε ἐλθὼν πρόσ
φερε τὸ δῶρόν σου, καὶ τοῦτο ἐ
πίταγμα· καὶ τὸν μὴ ποιήσαν
τα, ἀνάγκη ὑπεύθυνον εἶναι κο
λάσει· ὅταν δὲ λέγη ἐὰν θέλης 
πώλησόν σου τὰ ὑπάρχοντα· 
καὶ πάλιν· ὁ δυνάμενος χωρεῖν 
χωρείτω, οὐκέτι ἐπίταγμά ἐστι· 
τὸν γὰρ ἀκροατὴν ποιεῖ κ͞ν τῶν 
λεχθέντων, καὶ τὴν αἵρεσιν αὐ
τῶ δίδωσι τῶν πρακτέων· 
ταῦτα μὲν γὰρ καὶ ποιῆσαι καὶ μὴ 
ποιῆσαι, ἐφ' ἡμῖν· τὰ δὲ ἐπιτά
γματα, οὐκ ἐφ' ἡμῖν· ἀλλ' ἀνάγκη 
ἢ ποιῆσαι, ἢ μὴ ποιήσαντα κο
λασθῆναι· τοῦτο οὖν φησι καὶ 
ὅταν λέγη, ἀνάγκη γὰρ μοι ἐπίκειται· 
οὐαὶ γάρ μοι ἐστὶν ἐὰν μὴ εὐαγγελί
ζωμαι· σαφέστερον δὲ ἐρῶ αὐτὸ, 
ἵνα πᾶσι κατάδηλον γένηται· 
οἷον· ὁ τὴν ἀρχὴν τῆς ἐκκλησί
ας ἐμπεπιστευμένος· καὶ τῆι 
τῆς ἐπισκοπῆς ἀξία τετιμημέ
νος· ἂν μὴ διαγορεύη τῶ λαῶ τὰ 
πρακτέα, οὐκ ἀνεύθυνος ἔσται· 
ὁ μέντοι λαϊκὸς, οὐδεμίαν ἀνά
γκην ἔχει τούτου· διὰ τοῦτό φησι 
ς` ὁ παῦλος· ὅτι κατ' ἐπιταγὴν 
τοῦ σ͞ρσ ἡμῶν τοῦτο ποιῶ· καὶ 


ὅρα τὰ ἐπίθετα πῶς πρὸς ὃ εἶπο¯ 
ἁρμόζει· ἀνωτέρω γὰρ εἰπὼν ὁ 
ἀψευδς θ͞σ, ἐνταῦθα κατ ἐπιτα
γὴν τοῦ σ͞ρσ ἡμῶν θῦ· εἰ τοίνυν
σῆρ ἐστι, καὶ αὐτὸς ταῦτα ἐπέταξε¯
ἀπὸ τοῦ βούλεσθαι σώζεσθαι· 
οὐ τοίνυν φιλαρχίας τὸ πρᾶγμά 
ἐστι· πίστις γάρ ἐστι, καὶ ἐπιταγή 
ἐστι· καὶ σ͞ρς θῦ· τίτω γνησίω 
τέκνω· ἔστι γὰρ καὶ μὴ γνήσια εἶ
ναι τέκνα, ὡς ἐκεῖνος περὶ οὗ φΗ· 
ἐάν τις ἀδελφὸς ὀνομαζόμε
νος ἦ πόρνος· ἢ πλεονέκτης· ἢ 
εἰδωλολάτρης· ἢ λοίδορος· ἢ μέθυ
σος, τῶ τοιούτω μὴ δὲ συνεσθίειν· 
ἰδοὺ καὶ τέκνον, καὶ οὐκ ἔστι γνήσιον  
τέκνον· τέκνον μὲν γὰρ ἔστι, ἐπει
δὴ ἅπαξ ἐδέξατο τὴν χάριν καὶ 
ἀνεγεννήθη· οὐ γνήσιον δὲ, ἐπει
δὴ ἀνάξιον τοῦ π͞ρσ ἐστιν· ἐπειδὴ 
πρὸς ἕτερον αὐτομολεῖ τύραννον· 
ἐπὶ μὲν γὰρ τῶν φυσικῶν παίδω¯. 
τὸ γνήσιον καὶ τὸ μὴ γνήσιον, ἀπὸ 
τῆς ὠδινούσης καὶ τοῦ σπείρον
τος ὁρίζεται· ἐνταῦθα δὲ, οὐχ οὕ
τως· ἀλλ' ἀπὸ τῆς προαιρέσεως· 
ἔστι γὰρ γνήσιον γενόμενον, μὴ εἶναι
γνήσιον· καὶ ἔστιν οὐκ ὄντα γνή
σιον, γενέσθαι γνήσιον· οὐ γὰρ ἀ
νάγκη φύσεως ταῦτα κατακέ
κλεισται, ἀλλ' ἐξουσία προαιρέ
σεως· ὅθεν καὶ συνεχεῖς ἔχει τὰς 
μεταβολάς· ἦν ὀνήσιμος τέ
κνον γνήσιον· ἀλλὰ καὶ οὐ γνήσιον ἦν· 


καὶ γὰρ ἄχρηστος ἐγένετο· ἀλλὰ  
πάλιν ἐγένετο γνήσιον οὕτως, ὡς 
καὶ αὐτὸν σπλάχνα καλεῖσθαι ἀ
ποστολικά· τίτω γνησίω τέκνω, 
κατὰ κοινὴν πίστιν· ἐπειδὴ εἶ
πεν τέκνον καὶ τὴν τοῦ π͞ρσ αὐτοῦ 
ἔλαβε τάξιν· πῶς ς ταύτη¯ 
τὴν τιμὴν ἐλαττοῖ καὶ κατα
στέλλει, ἄκουσον· κατὰ κοινὴν
γὰρ πίστιν ἐπήγαγε· τουτέστι·
κατὰ πίστιν, οὐδὲν ἔχω σοῦ πλέ
ον· κοινὴν γάρ ἐστι· καὶ διὰ τῆς αὐ
τῆς ἐγώ τε ἐτέχθην καὶ σύ· τέ
κνον οὖν πόθεν αὐτὸν καλεῖ ἤ
τοι τὴν φιλοστοργίαν μόνον δη
λῶσαι θέλων, ἢ τὸ πρότερον εἶ
ναι ἐν τῶ κηρύγματι, ἢ τὸ δι' αὐ
τοῦ πεφωτίσθαι· δια τοῦτο ς` 
τέκνα καὶ ἀδελφοὺς καλεῖ· ἐπει
δὴ ἀπὸ τῆς αὐτῆς πίστεως ἐ
τέχθησαν, ἀδελφοί· ἐπειδὴ
διὰ τῶν ἐκείνου χειρῶν, τέκνα· 
τῶ οὖν κατὰ κοινὴν εἰπεῖν πίστι¯ 
τὴν ἀδελφότητα ἠνίξατο· 
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θῦ 
π͞ρσ καὶ κῦ ιῦ χῦ τοῦ σ͞ρσ ἡμῶν· 
ἐπειδὴ εἶπε τέκνον. ἐπήγαγεν 
ἀπὸ θῦ π͞ρσ· ὥστε ἀναστῆσαι αὐ
τοῦ τὴν διάνοιαν καὶ μαθεῖν 
τίνος ἐστὶ τέκνον· καὶ ὅτι οὐτῶ 
κοινὴν πίστιν εἰπεῖν μόνον· ἀλλὰ 
τῶ ἐπαγαγεῖν π͞ρς ἡμῶν, τὸ ὁμό
τιμον αὐτοῦ δείκνυσιν· ὅρα δὲ 
πῶς ἃ τοῖς μαθηταῖς καὶ τοῖς


πολλοῖς ἐπεύχεται, ταῦτα καὶ 
τῶ διδασκάλω· ὁμοίως γὰρ ς` 
αὐτὸς δεῖται τῶν τοιούτων εὐχῶ¯· 
ς` πολλῶ μᾶλλον, ἢ έκεῖνοι· ὅσω 
καὶ πλείονας ἔχθρας ἔχει· ὅσω 
καὶ πλείονας ἀνάγκας τοῦ προσ
κρούειν τῶ θῶ· ὅσω γὰρ μέγα 
τὸ ἀξίωμα, τοσούτω μείζους 
καὶ οἱ κίνδυνοι τῶ τὴν ἱερωσύ
νην ἔχοντι· ἀρκεῖ γὰρ καὶ ἓν κα
τόρθωμα ἐπισκοπῆς ἀνενεγ
κεῖν εἰς τὸν οὐ͞νὸν, καὶ ἓν ἁμάρ
τημα εἰς αὐτὴν ἐμβαλεῖν τὴν 
γέενναν· ἵνα γὰρ τὰ ἄλλα 
Πάντα παρῶ τὰ καθ' ἑκάστην 
ἡμέραν συμπίπτοντα· ἂν τύχη 
ποτέ τινα ἢ διὰ φιλίαν. ἢ δι' ἄλ
λην τυχὸν αἰτίαν ἀνάξιον εἰς 
ἐπισκοπὴν παραγαγεῖν καὶ πό
λεως ἐπιτρέψαι μεγάλης ἀρχὴ¯, 
ὅρα πόσου πυρὸς ἑαυτὸν καθί
στησιν ἔνοχον· οὐ γὰρ τῶν ψυχῶ¯ 
τῶν ἀπολλυμένων μόνον· ἀπόλ
λυσι γὰρ αὐτὰς ἀνευλαβὴς ὢν, 
ἀλλὰ καὶ πάντων τῶν ὑπ' ἐκεί
νου πραττομένων, αὐτὸς δώσει 
τὰς εὐθύνας· ὁ γὰρ ἐν τάξει ἰ
διώτου ὢν ἀνευλαβὴς, πολλῶ μᾶλ
λον ὅταν ἐπιλάβηται τῆς ἀρ
χῆς· ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ 
μεῖναι τοιοῦτον, ἐπιλαβόμενον 
τῆς ἀρχῆς· καὶ γὰρ κενοδοξία 
τότε σφοδρότερον ἐπιτίθεται· 
ς` χρημάτων ἔρως· καὶ αὐθάδ


ΗΘ


ΗΘ ͞α ΠΕ ΕΠΙΣΚΟΠΩΝ ΚΑΙ ΑΡΧΟΝΤΩΝ· ΚΑΙ ΟΠΟΙΑΝ ΔΟΣΟΥΣΙ ΔΙΚΗΝ, ΟΙ ΤΗΣ ΑΡΧΗΣ ΕΠΙ
ΛΑΒΟΜΕΝΟΙ ΑΝΑΞΙΩΣ·


δεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν 
παρεχούσης· καὶ προσκρούσμα
τα καὶ ὕβρεις· καὶ λοιδορίαι, ς`
μυρία ἕτερα· ἄν οὖν τις ἀνευ
λαβὴς ἦ, μᾶλλον ἔσται ἀνευλαβέ
στερος τοιοῦτος γενόμενος· ὅ
τ' ἂν οὖν τοιοῦτον ἐπιστήση ἄρ
χοντα, πάντων τῶν ἁμαρτα
νομένων ὑπ' ἐκείνου· καὶ δήμω¯
ὁλοκλήρων ὑπεύθυνος ἔσται· εἰ 
δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων. 
συμφέρει αὐτῶ ἵνα μύλος ὀνικὸς 
κρεμασθῆ εἰς τὸν τράχηλον αὐτοῦ 
καὶ καταποντισθῆ ἐν τῶ πελά
γει τῆς θαλάσσης, ὁ τοσαύτας 
ψυχὰς σκανδαλίζων, πόλεις ὁλ
οκλήρους καὶ δήμους· καὶ μυρίας 
οἰκίας· ἄνδρας· γυναῖκας· παῖ
δας· πολίτας· γεωργούς· τοὺς 
ἐν αὐτῆ τῆ πόλει· τοὺς ἐν ἑτέραις 
ταῖς ὑπ' ἐκεῖνην τὴν πόλιν, τί 
ὑποστήσεται· κἀν γὰρ τριπλασί
ονα ἑτέραν εἴπης, οὐδὲν ἐρεῖς· 
τοσαύτης ἔσται ὑπεύθυνος κολά
σεως καὶ τιμωρίας· ὥστε μάλι
στα οὗτος δεῖται τῆς χάριτος τοῦ 
θῦ καὶ τῆς εἰρήνης· ἂν γὰρ μὴ 
μετὰ ταύτης κυβερνᾶ τὸν λαὸν, 
πάντα οἴχεται καὶ ἀπόλωλε, τῶ¯ 
οἰάκων αὐτοῦ οὐκ ὄντων· κἀν 
γὰρ ἔμπειρος ἦ τῆς κυβερνητι
κῆς· ἂν μὴ τοὺς οἴακας τούτους 
ἔχη, τὴν χάριν καὶ τὴν εἰρήνην 
τὴν παρὰ τοῦ θῦ, καταδύσει τὸ 


σκάφος καὶ τοὺς ἐμπλέοντας· 
ὅθεν ἐμοὶ θαυμάζειν ἔπεισι 
τοὺς ἐφιεμένους ὄγκου τοσούτου· 
ἄθλιε ἄν͞ε καὶ ταλαίπωρε· οὐχ ὁ
ρᾶς τίνος ἐφίεσαι; κατὰ σαυτὸ~
ἂν ἦς καὶ ἀγνὼς καὶ ἄσημος· 
κἂν μυρία ἁμάρτης, ἀλλὰ μιᾶς 
ψυχῆς δώσεις λόγον· καὶ ταύτης 
εὐθύνας ὑφέξεις μόνον· ὁταν δὲ 
εἰς τὴν ἀρχὴν ταύτην ἀχθῆς, 
ἐννόησον ὅσων καὶ ἄλλων ὑπεύ
θυνος εἶ τιμωρίας· ἄκουε γὰρ 
παύλου λέγοντος· πείθεσθε τοῖς 
ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, 
ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν 
ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσον
τες· ἀλλὰ τιμῆς ἐφίεσαι καὶ 
ἀρχῆς; καὶ τίς ἡδονὴς ταύτης 
τῆς τιμῆς· οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁ
ῶ· οὐ γάρ ἐστι δυνατὸν ἄρχοντα
εἶναι ἀληθῶς· πῶς· ὅτι ἐν τῆ
ἐξουσία κεῖται τῶν ἀρχομένω¯
τὸ ὑπακούειν· καὶ εἴ τις ἀκρι
βῶς ἐξετάσειε τὸ πρᾶγμα· οὐ
κ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος, ἀλ
λὰ μυρίοις δουλεύει δεσπόταις· ἐναν
τία καὶ ἐπιθυμοῦσι καὶ λέγουσιν· 
ὅπερ γὰρ ἐγκωμιάζει ἐκεῖνος, μέμ
φεται ἕτερος· ὅπερ ψέγει οὗτος,
θαυμάζει ἄλλος· τίνος οὖν άκοῦ
σαι χρή· τίνι πεισθῆναι, οὐκ ἔνι· 
καὶ ὁ μὲν ἀργηρώνητος κἂν ἐναν
τία ὁ δεσπότης αὐτῶ προστάξη, 
ς` δυσχεραίνει· σὺ δὲ ἄν τοσούτων 


δεσποτῶν ἐναντία ἐπιταττόν
των ἀλγήσης, καὶ τούτου δίδως 
δίκην, τὰ πάντων ἐπὶ σὲ στόμα
τα ἀνοίγων· τοῦτο οὖν εἰπέ μοι 
τιμή; τοῦτο ἀρχή; τοῦτο ἐξουσία; 
εἶπεν ὁ τὴν ἐπισκοπὴν ἔχων εἰ
σενεγκεῖν χρήματα· ἂν μὴ θέ
λη, οὐ μόνον οὐκ εἰσηνέγκεν, ἀλ
λὰ καὶ ὑπὲρ τοῦ μὴ δόξαι ῥαθυ
μίας ἕνεκεν τοῦτο ποιεῖν, κατη
γορεῖ τοῦ κελεύσαντος· κλέπτει φΗ.
ἁρπάζει· καταπίνει τὰ τῶν πε
νήτων· κατεσθίει τὰ τῶν πτωχῶ¯· 
παῦσαι λοιδορῶν· μέχρι τίνος ταῦ
τα φῆς· οὐ βούλει εἰσενεγκεῖν; 
οὐδεὶς ὁ καταναγκάζων· οὐδεὶς 
ὁ βιαζόμενος· τί καὶ λοιδορῆ τῶ 
παραινοῦντι καὶ συμβουλεύον
τι· ἀλλ' εἰς χρείαν τις κατέστη. καὶ 
οὐκ ὤρεξε χεῖρα μὴ δυνηθεὶς ἢ καὶ 
ἑτέρωθι ἀσχοληθεὶς; οὐδὲ μία 
συγγνώμη· ἀλλὰ πάλιν κατηγο
ρίαι χείρους τῶν προτέρων· ς` 
ταῦτα ὑπομένει, καὶ ἀμύνασθαι 
οὐκ ἔχει· σπλάγχνα γάρ ἐστιν ἴδια· 
καὶ ὥσπερ τὸ σπλάγχνον κἂν οἰδαί
νη· κἂν πόνον παρέχη καὶ τῆ κε
φαλῆ καὶ τῶ λοιπῶ σώματι, οὐ 
τολμῶμεν ἀμύνασθαι· οὐδὲ 
λαβόντες ξίφος διαρρηγνύομεν, 
οὕτω κἂν τῶν ἀρχομένων τις 
τοιοῦτος ἦ. πόνους ἡμῖν παρέ
χων καὶ ἀθυμίας ἐκ τῶν κατη
γοριῶν τούτων, οὐ τολμῶμεν 


ἀμύνασθαι· πόρρω γὰρ ταῦτα 
πν͞ικῆς διανοίας· ἀλλ' ἀνάγκη 
φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖνος 
ὑγιάνη καλῶς· ὁ ἀργυρώνητος 
οἰκέτης, ἔχει τι ἔργον ἐπιτεταγμένο¯· 
κἂν τοῦτο ἀνύση, λοιπὸν ἑαυτοῦ 
κύριος γίνεται· οὗτος δὲ παντα
χοῦ περιέλκεται· πολλὰ καὶ τῶ¯ 
ὑπερδύναμιν ἀπαιτεῖται· ἂν 
μὴ εἰδῆ λέγειν, πολὺς ὁ γογγυσμός· 
ἂν εἰδῆ λέγειν, πάλιν κατηγορίαι· 
κενόδοξός ἐστιν· ἂν μὴ νεκροὺς 
ἀνιστᾶ, οὐδενὸς λόγου ἄξιος φΗ· 
ὁ δεῖναι εὐλαβής ἐστιν, οὗτος δὲ οὔ· 
ἂν ἀπολαύη συμμέτρου τροφῆς, 
πάλιν κατηγορίαι· ἔδει αὐτὸν ἀ
πηγχονίσθαι φησίν· ἂν λουόμε
νον ἴδη τις, πολλαὶ κατηγορίαι· 
ὅλως τὸν ἥλιον ὁρᾶν ὀφείλει φΗ; 
εἰ δὲ τὰ αὐτὰ πράττει ἅπερ ἐγώ· 
καὶ λούεται· καὶ ἐσθίει· καὶ πίνει· 
καὶ ἱμάτια περιβέβληται· καὶ 
οἰκίας φροντίζει καὶ οἰκετῶν, 
τίνος ἕνεκεν ἐμοῦ προέστηκεν· 
ἀλλὰ καὶ οἰκέτας ἔχει φησὶ τοὺς δι
ακονουμένους αὐτῶ, καὶ ἐπὶ ὄνου 
ὀχεῖται· τίνος οὖν ἕνεκεν ἐ
μοῦ προέστηκεν· ἀλλὰ τί εἰπέ 
μοι· οὐκ ὀφείλει τὸν διακονούμε
νον ἔχειν, ἀλλ' αὐτὸς τὸ πῦρ ἀνα
καίειν· καὶ ὑδροφορεῖν· καὶ ξύλα 
διακλᾶν· ς εἰς ἀγορὰν ἐμβάλ
λειν; καὶ πόση τοῦτο αἰσχύνη γί
νεται· καὶ οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄν


δρες οἱ ἀπόστολοι· τὸν τῶ λόγω 
προσκαρτεροῦντα, οὐδὲ δια
κονία χηρῶν βούλονται προ
σανέχειν, ἀλλ' ἀνάξιον αὐτοῦ εἶ
ναι τὸ πρᾶγμα νομίζουσι· σὺ δὲ 
αὐτὸν, καὶ εἰς τὴν τῶν οἰκετῶ¯ 
ὑπηρεσίαν καθέλκεις τῶν σῶ¯· 
διατί ὁ ταῦτα ἐπιτάττων οὐ πα
ρέρχη σὺ καὶ ταῦτα ἐκπληροῖς· 
εἰπέ μοι· οὐχὶ μείζονά σοι διακο
νεῖται ὑπηρεσίαν, ἢ σὺ τὰ σω
ματικά; διατί μὴ τὸν παῖδα 
πέμπεις τὸν σὸν πρὸς τὴν 
τούτου ὑπηρεσίαν· ὁ χ͞σ ἔνιψε 
τοὺς πόδας τῶν μαθητῶν· σὺ 
θεραπείαν ἂν παράσχης τῶ δι
δασκάλω, μέγα τι ποιεῖς; ἀλλ' οὔ
τε σὺ βούλει παρασχεῖν, καὶ αὐτὸν
κωλύεις· τί οὖν· ἀπὸ τοῦ οὐ͞νοῦ 
ζῆν ὀφείλει; ἀλλ' οὐ βούλεται οὕτως 
ὁ θ͞ς· ἀλλ' οἱ ἀπόστολοι φησὶν ἐ
λευθέρους εἶχον δουλεύοντας· 
βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς 
οἱ ἀπόστολοι διῆγον; ἀποδημί
ας ἐποιοῦντο· καὶ ἄνδρες ἐλεύ
θεροι· καὶ γυναῖκες εὐγενεῖς, ὑπὲρ 
τῆς ἐκείνων ἀναπαύσεως καὶ 
τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑ
πετίθεσαν τὰς ἑαυτῶν· ἄκουε 
δὲ καὶ τοῦ μακαρίου τούτου πα
ραινοῦντος καὶ λέγοντος· τοὺς 
οὖν τοιούτους ἐντίμους ἔχε· ς` 
πάλιν· διὰ τὸ ἔργον τοῦ θῦ μέχρι 
θανάτου ἤγγισε παραβουλευ


σάμενος τῆ ψυχῆ, ἵνα ἀναπληρώ
ση τὸ ὑμῶν ὑστέρημα τῆς πρός με 
λειτουργίας· ὁρᾶς τί φησι; σὺ δὲ 
οὐδὲ λόγον προσίεσαι ὑπὲρ τοῦ π͞ρσ 
τοῦ σοῦ, μήτι γε κίνδυνον τοσοῦ 
τον ἀναδέχηι· ἀλλὰ λούεσθαί φΗ 
οὐ χρή· διατί εἰπέ μοι· ποῦ τοῦτο 
κεκώλυται· οὐδὲ γὰρ ὁ ῥύπος κα
λόν· οὐδαμοῦ ταῦτα ὁρῶμεν 
οὔτε ἐγκαλούμενα, οὔτε θαυμαζό
μενα· ἄλλα ἐστὶν ἅπερ ἐπέτα
ξε τὸν ἐπίσκοπον ἔχειν ἀνέγκλη
τον εἶναι· σώφρονα· κόσμιον· φι
λόξενον· διδακτικόν· ταῦτα ἀ
παιτεῖ ὁ ἀπόστολος· ταῦτα χρὴ
ἐπιζητεῖν παρὰ τοῦ ἄρχοντος, 
περαιτέρω δὲ μηδέν· οὐκ εἶ τοῦ 
παύλου ἀκριβέστερος· μᾶλλον δὲ 
οὐκ εἶ τοῦ π͞νσ ἀκριβέστερος· ἂν ἦ 
πλήκτης ἢ καὶ πάροινος· ἂν ὠ
μὸς καὶ ἀνελεὴς, κατηγόρει· ἀ
νάξια ταῦτα τοῦ ἐπισκόπου· 
ἂν τρυφῶ, καὶ τοῦτο κατηγορία· 
ἂν δὲ θεραπεύη τὸ σῶμα ἵνα σοι 
διακονῆ· ἂν ἐπιμελῆται ἵνα 
σοι χρήσιμος ἦ· ὑπὲρ τούτων 
αὐτῶ ἐγκαλεῖν δεῖ; οὐκ οἶδας 
ὅτι ἀσθένεια σωματικὴ. τῆς 
κατὰ ψυχὴν ἀσθενείας, οὐχ ἧττον 
καὶ ἡμᾶς βλἀπτει καὶ τὴν ἐκκλησ
σίαν; διατί διορθοῦται αὐτὴν 
ὁ παῦλος γράφων τῶ τιμοθέω. 
οἴνω ὀλίγω χρῶ διὰ τὸν στόμαχόν 
σου καὶ τὰς πυκνάς σου ἀσθενείας· 


εἰ μὲν γὰρ ψυχῆ μόνη τὴν ἀρετὴν 
κατωρθοῦμεν, οὐκ ἔδει φροντί
ζειν τοῦ σώματος· τί δὲ ὅλως 
καὶ γεγόναμεν· εἰ δὲ πολλὴ τού
του ἡ συντέλεια, πῶς οὐκ ἐσχά
της ἐστὶν ἀνοίας ἀμελεῖν τούτου· 
ἔστω γάρ τις ἀνὴρ ἐπισκοπῆ τετι
μημένος· καὶ τοῦ κοινοῦ τῆς ἐκ
κλησίας τὴν προστασίαν ἐγκεχει
ρισμένος· καὶ τὼ μὲν ἄλλα ἔστω ἐνά
ρετος· καὶ πάντα ἔχων ἅπερ ἔχειν 
ἁρμόττει τὸν ἱερωμένον, διὰ παν
τὸς δὲ τῆ κλίνη προσδεδέσθω ὑ
πὸ πολλῆς ἀρρωστίας· τί οὗτος 
ὀνῆσαι δυνήσεται· ποίαν ἀποδη
μίαν στείλασθαι· ποίας ἐπισκέ
ψεις ποιήσασθαι· τίνι ἐπιπλῆ
ξαι· τίνα νουθετῆσαι· ταῦτα 
Εἶπον, ἵνα εἰδῆτε μὴ ἁπλῶς ἐγκα
λεῖν· ἵνα εἰδῆτε μᾶλλον ἀπο
δέχεσθαι· ἵνα καὶ εἴ τις ἐφίεται
τῆς ἀρχῆς, τὰς νιφάδας 
τῶν κατηγοριῶν ὁρῶν, τὴν 
τοιαύτην ἐπιθυμίαν σβεννύη· 
μέγας γὰρ ὄντως κίνδυνος. καὶ 
τῆς τοῦ θῦ δεόμενος χάριτος ς` 
τῆς εἰρήνης· ἣν ἐπεύχεσθε ἡ
μῖν εἶναι πολλὴν καὶ ἡμεῖς ὑ
μῖν· ἵνα ἀμφότεροι κατορθώ
σαντες τὴν ἀρετὴν, οὕτω τύ
χωμεν τῶν ἐπηγγελμένων 
ἀγαθῶν· ἐν χῶ  ιῦ τῶ κῶ ἡμῶ¯· 
ὧι ἡ δόξα καὶ τὸ κράτος, εἰς 
τοὺς αἰώνας τῶν αἰώνων· ἀμ٨· 